← 普鲁塔克

食桌谈话录

§5.3.1

伊斯特米亚竞技会的松树冠与神圣奉献

在伊斯特米亚竞技会的宴席上,众人探讨了松树桂冠的由来,并从造船木材、土壤热力以及松脂对葡萄酒的熟化与保存等博物学角度,论证了古人将松树奉献给波塞冬与狄奥尼索斯的原由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.1

ἡ πίτυς ἐζητεῖτο καθʼ ὃν λόγον ἐν Ἰσθμίοις στέμμα γέγονε· καὶ γὰρ ἦν τὸ δεῖπνον ἐν Κορίνθῳ, Ἰσθμίων ἀγομένων ἑστιῶντος ἡμᾶς Λουκανίου τοῦ ἀρχιερέως. Πραξιτέλης μὲν οὖν ὁ περιηγητὴς τὸ μυθῶδες ἐπῆρεν, ὡς λεγόμενον εὑρεθῆναι τὸ σῶμα τοῦ Μελικέρτου πίτυι προσβεβρασμένον ὑπὸ τῆς θαλάττης καὶ γὰρ οὐ πρόσω Μεγάρων εἶναι τόπον, ὃς καλῆς δρόμος ἐπονομάζεται, διʼ οὗ φάναι Μεγαρεῖς1 τὴν Ἰνὼ τὸ παιδίον ἔχουσαν δραμεῖν ἐπὶ τὴν θάλασσαν. κοινῶς δʼ ὑπὸ πολλῶν λεγόμενον2 ὡς ἴδιόν ἐστι στέμμα Ποσειδῶνος ἡ πίτυς, Λουκανίου δὲ προστιθέντος ὅτι καὶ τῷ Διονύσῳ καθωσιωμένον τὸ φυτὸν οὐκ ἀπὸ τρόπου ταῖς περὶ τὸν Μελικέρτην συνῳκείωται τιμαῖς, αὐτὸ τοῦτο ζήτησιν παρεῖχεν, ᾧτινι λόγῳ Ποσειδῶνι καὶ Διονύσῳ τὴν πίτυν οἱ παλαιοὶ καθωσίωσαν. ἐδόκει δʼ ἡμῖν μηδὲν εἶναι παράλογον· ἀμφότεροι γὰρ οἱ θεοὶ τῆς ὑγρᾶς καὶ γονίμου κύριοι δοκοῦσιν ἀρχῆς εἶναι· καὶ Ποσειδῶνί γε Φυταλμίῳ Διονύσῳ δὲ Δενδρίτῃ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες θύουσιν. οὐ μὴν ἀλλὰ κατʼ ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδωρος οἴεται παράλιον φυτὸν οὖσαν οὐδʼ ὅτι φιλήνεμός ἐστιν ὥσπερ ἡ θάλασσα καὶ γὰρ τοῦτό τινες λέγουσιν, ἀλλὰ διὰ τὰς ναυπηγίας μάλιστα, καὶ γὰρ αὐτὴ καὶ τὰ ἀδελφὰ δένδρα, πεῦκαι καὶ στρόβιλοι, τῶν τε ξύλων παρέχει τὰ πλοϊμώτατα, πίττης τε καὶ ῥητίνης ἀλοιφήν, ἧς ἄνευ τῶν συμπαγέντων ὄφελος οὐδὲν ἐν τῇ θαλάττῃ. τῷ δὲ Διονύσῳ τὴν πίτυν ἀνιέρωσαν, ὡς ἐφηδύνουσαν τὸν οἶνον· τὰ γὰρ πιτυώδη χωρία λέγουσιν ἡδύοινον τὴν ἄμπελον φέρειν. καὶ τὴν θερμότητα τῆς γῆς Θεόφραστος αἰτιᾶται· καθόλου γὰρ ἐν ἀργιλώδεσι τόποις φύεσθαι τὴν πίτυν· εἶναι δὲ τὴν ἄργιλον θερμήν, διὸ καὶ συνεκπέττειν τὸν οἶνον, ὥσπερ καὶ τὸ ὕδωρ ἐλαφρότατον καὶ ἥδιστον ἡ ἄργιλος ἀναδίδωσιν. ἔτι δὲ καὶ καταμιγνυμένη πρὸς σῖτον ἐπίμετρον ποιεῖ δαψιλές, ἁδρύνουσα καὶ διογκοῦσα τῇ θερμότητι τὸν πυρόν. οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν· τῇ τε γὰρ πίττῃ πάντες ἐξαλείφουσι τὰ ἀγγεῖα, καὶ τῆς ῥητίνης ὑπομιγνύουσι πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον οἰκοῦντες· ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας ὁ πισσίτης οἶνος κατακομίζεται, διαφερόντως τιμώμενος ὑπὸ Ῥωμαίων, οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον εὔποτον παρίστησι ταχέως ἐξαιροῦντα3 τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες.

人们探讨了松树究竟是由于何种缘由而在伊斯特米亚竞技会上成为桂冠的;当时正值伊斯特米亚竞技会举行之际,大祭司卢卡纽斯在科林斯设宴款待我们。导游普拉克西特列斯提出了神话性的说法,称据传墨利客耳忒斯的遗体是被海水冲刷到一棵松树旁的;事实上,离墨加拉不远处有一处被称为“美人跑道”的地方,墨加拉人称伊诺正是怀抱着婴儿经由此地奔向大海的。然而,由于众人普遍认为松树是波塞冬特有的冠冕,卢卡纽斯又补充说,这种植物同样献给狄奥尼索斯,因此与对墨利客耳忒斯的祭仪相联系并非不当,这一情况本身便引发了探究:古人究竟出于何种理由将松树奉献给波塞冬与狄奥尼索斯?在我们看来,这绝非不合常理;因为两位神祇都被视作掌管湿润与繁衍之始基者,事实上,几乎所有希腊人都向作为“培育者”的波塞冬以及“树木之神”的狄奥尼索斯献祭。话虽如此,若分别而论,人们大可说松树理当属于波塞冬,这倒不是像阿波罗多洛斯所认为的那样是因为它是海滨植物,也不是因为它如大海一般喜风(确实有人如此主张),而主要是由于造船的缘故;因为松树本身及其姊妹树种——欧洲赤松与石松,既提供了最适于航海的木材,又提供了沥青与松脂的涂料,若无此涂料,装配拼合的船材在海水中便毫无用处。另一方面,人们将松树奉献给狄奥尼索斯,乃是因为它能使葡萄酒变得甘美;因为据说松树生长的地方,葡萄藤所结的果实酿出的酒便格外醇美。泰奥弗拉斯托斯将此归因于土壤的热力:松树大体生长在黏土地带,而黏土是温热的,因而能促使葡萄酒充分熟化,正如黏土能涌出最轻盈、最甘甜的泉水一样。此外,黏土若掺入粮食中,还能产生丰厚的增量,以其温热使小麦变得饱满膨大。不仅如此,葡萄藤得益于松树本身也是合情合理的,因为松树对于葡萄酒的保存与耐久具有极大的助益;事实上,所有人都用沥青涂抹器皿,且许多人将松脂混入酒中,希腊人中的优卑亚人以及意大利波河沿岸的居民便是如此;而从维埃纳一带的高卢运来的沥青酒,更受到罗马人的格外推崇。因为此类物质不仅赋予酒某种芳香,而且凭借它们的热力迅速消除酒中稚生与多水的杂质,使葡萄酒变得适口易饮。

语法注3 条
  1. 675eδιʼ οὗ φάναι Μεγαρεῖς

    处于间接引语(oratio obliqua)统摄下的关系从句中出现不定式(φάναι)的用法。由前文 ὡς λεγόμενον εὑρεθῆναι 开始的间接陈述语势延续到了从属关系从句中,使得从句动词亦采取了不定式形式。

  2. 675eκοινῶς δʼ ὑπὸ πολλῶν λεγόμενον

    宾格绝对分词(accusative absolute)结构。非人称被动分词 λεγόμενον 引导带有 ὡς 的从属分句,并与随后的属格绝对结构(Λουκανίου δὲ προστιθέντος)相并列,用以交代主句事件的背景前提。

  3. 676cἐξαιροῦντα

    现在分词 ἐξαιροῦντα 并非修饰其前之 οἶνον 的单数阳性宾格,而是与主语中性复数名词 τὰ τοιαῦτα 一致的中性复数主格。它表示伴随状况或手段,并支配中性冠词短语 τὸ νεαρὸν καὶ ὑδατῶδες 作其宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.3.1