- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.2.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对在皮提亚竞技会上取消后增项目及诗歌比赛的提议,讲述者列举了德尔斐与奥林匹亚的历史沿革与先例,为竞技项目的演变及诗歌的传统地位进行辩护。
ἐν Πυθίοις ἐγίγνοντο λόγοι περὶ τῶν ἐπιθέτων ἀγωνισμάτων, ὡς ἀναιρετέα.1 παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον2 ἀθρόοις συνεπιτιθεμένοις καὶ συνεισιοῦσι παντοδαποῖς ἀκροάμασιν ὑφʼ ὧν ποικιλίαν μὲν ἔσχεν οὐκ ἀηδῆ καὶ πανηγυρισμὸν ὁ ἀγών, τὸ δʼ αὐστηρὸν καὶ μουσικὸν οὐ διεφύλαξεν, ἀλλὰ καὶ πράγματα τοῖς κρίνουσι παρέσχε καὶ πολλὰς ὡς εἰκὸς ἡττωμένων πολλῶν ἀπεχθείας. οὐχ ἥκιστα δὲ τὸ τῶν λογογράφων καὶ ποιητῶν ἔθνος ᾤοντο δεῖν ἀποσκευάσασθαι τοῦ ἀγῶνος, οὐχ ὑπὸ μισολογίας, ἀλλὰ πολὺ πάντων τῶν ἀγωνιστῶν γνωριμωτάτους ὄντας ἐδυσωποῦντο τούτους καὶ ἤχθοντο, πάντας ἡγούμενοι χαρίεντας, οὐ πάντων δὲ νικᾶν δυναμένων. ἡμεῖς οὖν ἐν τῷ συνεδρίῳ παρεμυθούμεθα τοὺς τὰ καθεστῶτα κινεῖν βουλομένους καὶ τῷ ἀγῶνι καθάπερ ὀργάνῳ πολυχορδίαν καὶ πολυφωνίαν ἐπικαλοῦντας. καὶ παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Πετραίου τοῦ ἀγωνοθέτου, πάλιν ὁμοίων λόγων προσπεσόντων, ἠμύνομεν τῇ μουσικῇ· τήν τε ποιητικὴν ἀπεφαίνομεν οὐκ ὄψιμον οὐδὲ νεαρὰν ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἀφιγμένην, ἀλλὰ πρόπαλαι στεφάνων ἐπινικίων τυγχάνουσαν. ἐνίοις μὲν οὖν ἐπίδοξος ἤμην ἕωλα παραθήσειν πράγματα, τὰς Οἰολύκου τοῦ Θετταλοῦ ταφὰς καὶ τὰς Ἀμφιδάμαντος τοῦ Χαλκιδέως ἐν αἷς Ὅμηρον καὶ Ἡσίοδον ἱστοροῦσιν ἔπεσι διαγωνίσασθαι. καταβαλὼν δὲ ταῦτα τῷ διατεθρυλῆσθαι πάνθʼ ὑπὸ τῶν γραμματικῶν, καὶ τοὺς ἐπὶ ταῖς Πατρόκλου ταφαῖς ἀναγιγνωσκομένους ὑπό τινων οὐχ ἥμονας ἀλλὰ ῥήμονας,3 ὡς δὴ καὶ λόγων ἆθλα τοῦ Ἀχιλλέως προθέντος, ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος παράσχοι καὶ Σίβυλλα νικήσειεν. ἐπιφυομένων δὲ πολλῶν καὶ τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον ἐν τῷ περὶ Λιβύης ταῦθʼ ἱστοροῦντα. καὶ τοῦτο μέν ἔφην τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσῳ ἐστί· τοῖς δὲ Πολέμωνος τοῦ Ἀθηναίου περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι, καὶ χρή, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός· ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίῳ θησαυρῷ χρυσοῦν ἀνέκειτο βιβλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας ἐπικῷ ποιήματι δὶς Ἴσθμια νενικηκυίας. οὐ μὴν οὐδὲ τὴν Ὀλυμπίαν ἔφην ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. τὰ μὲν γὰρ Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς ἢ τέτταρας ἐπεισοδίους ἀγῶνας, ὁ δὲ γυμνικὸς ἀπʼ ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτω κατέστη, τοῖς δʼ Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονε· πολλὰ δὲ καὶ θέντες ἔπειτʼ ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης· ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς· καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται. δέδια δʼ εἰπεῖν ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε τῆς ἱστορίας βεβαιωτήν, κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τοὔνομα, καταγέλαστος γένωμαι.4
在皮提亚竞技会上,人们谈论起那些后加的比赛项目,认为应当将它们取消。因为在最初确立的三项——皮提亚笛手、竖琴手和竖琴伴唱者——之外,人们接纳了悲剧演员,随后便仿佛大门被洞开一般,再也无法抵挡蜂拥而至、一同挤入的形形色色的表演。虽然竞技会由此增添了令人愉悦的多样性和盛大的节日气氛,却未能保持其原有的严整与雅正,反而给评判者带来了麻烦,并且正如在许多人落败时所自然发生的那样,招致了来自许多人的极大怨恨。尤其是,他们认为应当将散文作家和诗人之流从竞技会中清除出去;这倒并非出于厌恶文辞,而是因为这些人远比所有其他参赛者更为知名,评判者在他们面前感到顾忌和尴尬,认为他们人人优异,然而又不可能人人获胜。于是我们在议事会中安抚了那些企图变动现有体制、指责竞技会宛如乐器一般弦数过多、声部过杂的人。在晚餐席间,当竞技会主持人佩特拉尤斯款待我们时,由于又遇到了类似的议论,我们便为音乐与诗艺辩护;我们指出,诗艺并非很晚或近期才进入神圣竞技会,而是自古以来就赢得了胜利的桂冠。当时,有些人料想我会端出些陈腐陈旧的材料,诸如色萨利人奥伊吕科斯的葬礼,以及卡尔基斯人安菲达马斯的葬礼——相传荷马与赫西俄德曾在那里以诗篇竞逐。但我摒弃了这些,因为它们已被文法学者谈得过于熟烂;我也略过了某些人在帕特洛克罗斯葬礼竞技中所读作的并非“射手”而是“演说家”的说法——仿佛阿基琉斯也曾为言辞设立奖品似的——而是说道:阿卡斯托斯为父亲珀利阿斯举行葬礼时,也举办了诗歌竞赛,并且西比尔获得了胜利。众人纷纷反驳,要求为这则难以置信且反乎常理的掌故指出担保者;我侥幸忆起,指出阿凯桑德罗斯在《利比亚志》中记载了此事。“这一读物”,我说道,“固然不是世人熟知的书卷;但我认为,研读雅典人波勒蒙关于德尔斐宝库的著作,却是你们许多人所挂心的,而且理当如此,因为他是一位博学且在希腊事务上毫不懈怠的学者。那么你们将在那里读到:在息居翁人的宝库中,陈列着一卷金书,乃是厄律特赖的阿里斯托玛刻的奉献物,她曾以史诗两次在伊斯特米亚竞技会上获胜。不仅如此”,我说道,“对于奥林匹亚,我们也不该将其视作竞技项目中不可动摇、不可更改的宿命而惊叹敬畏。因为皮提亚竞技会只是在音乐项目中增加了三四个插曲般的项目,而体育竞技从一开始就大体上是〔如今〕这样确立的;但在奥林匹亚竞技会中,除短跑之外的一切全都是后加的。而且他们设立了许多项目后,随后又予以废除,例如母马走马赛和骡车赛;为少年设立的五项全能桂冠也遭到了废止;总而言之,围绕这一盛会所进行的革新数不胜数。我甚至不敢说古时在皮萨一带曾举行过殊死角斗,乃至致人死命、屠戮那些战败屈服之人,生怕你们又向我索要这一历史掌故的证实者,而若是在酒席间这名字从我记忆中溜走,我便要沦为笑柄了。”
- 1ὡς ἀναιρετέα
连词 ὡς 后接动形容词 ἀναιρετέα(中性复数),用以间接引出前面 λόγοι(议论)的具体内容,意为“认为应当废除”。它与主语 ἐπίθετα ἀγωνίσματα 保持一致,省略了系动词 ἐστί(ν)。
- 1παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον
主句动词 οὐκ ἀντέσχον(无法抵挡)的主语(赛事管理者们)与前置的分词 παραδεξάμενοι 一致。介词 ἐπί 接与格表示“在……之外/加上”,三个同格成分具体说明 τρισὶ τοῖς καθεστῶσιν,而 τὸν τραγῳδόν 则是 παραδεξάμενοι 的直接宾语。中间插入了比喻性的属格独立结构 ὥσπερ πύλης ἀνοιχθείσης。
- 675aοὐχ ἥμονας ἀλλὰ ῥήμονας
涉及对荷马《伊利亚特》卷二十三中帕特洛克罗斯葬礼竞技文本的改读。某些人将原本指“射手/投掷者”的 ἥμονας 改读为字形相近的 ῥήμονας(“演说家/说客”)。紧随其后的带 ὡς 的属格独立结构(ὡς δὴ καὶ λόγων ἆθλα τοῦ Ἀχιλλέως προθέντος)说明了这一读法的意图(“仿佛阿基琉斯也为言辞设立了奖品”)。
- 675cδέδια δʼ εἰπεῖν ... μή με πάλιν ἀπαιτῆτε ... καταγέλαστος γένωμαι
在主句 δέδια εἰπεῖν(我不敢说/对说出……感到顾虑)之后,由 μή 引导表达担忧的从属从句,支配虚拟式动词 ἀπαιτῆτε 与 γένωμαι。中间嵌套了条件从句 κἂν(= καὶ ἐάν)διαφύγῃ ... τοὔνομα(“而若是那名字滑出我的记忆”)。
