← 普鲁塔克

食桌谈话录

§5.1.1-5.1.2

苦难的现实与模仿给人不同感受的原因

在雅典的一场宴席上,众人就为何真实的苦难令人厌烦而艺术模仿却带来快乐展开辩论;伊壁鸠鲁派认为原因在于模仿者未曾亲历苦难,讲述者则以人的理性与爱艺本性反驳,并援引帕尔梅农母猪的逸话证明快乐源于理智对机巧的鉴赏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.1

περὶ ὧν ἐγένοντο λόγοι καὶ σοῦ παρόντος ἐν Ἀθήναις ἡμῖν, ὅτε Στράτων ὁ κωμῳδὸς εὐημέρησεν ἦν γὰρ αὐτοῦ πολὺς λόγος, ἑστιωμένων ἡμῶν παρὰ Βοήθῳ τῷ Ἐπικουρείῳ συνεδείπνουν δʼ οὐκ ὀλίγοι τῶν ἀπὸ τῆς αἱρέσεως. εἶθʼ οἱονεὶ φιλολόγοις περιέστησεν ἡ τῆς κωμῳδίας μνήμη τὸν λόγον εἰς ζήτησιν αἰτίας, διʼ ἣν ὀργιζομένων ἢ λυπουμένων ἢ δεδιότων φωνὰς ἀκούοντες ἀχθόμεθα. καὶ δυσκολαίνομεν, οἱ δʼ ὑποκρινόμενοι ταῦτα τὰ πάθη καὶ μιμούμενοι τὰς φωνὰς αὐτῶν καὶ τὰς διαθέσεις εὐφραίνουσιν ἡμᾶς. ἐκείνων μὲν οὖν ἁπάντων σχεδὸν εἷς ἦν λόγος· ἔφασαν γάρ, ἐπειδὴ κρείττων ὁ μιμούμενός ἐστι τοῦ πάσχοντος ἀληθῶς καὶ τῷ μὴ πεπονθέναι διαφέρει, συνιέντας ἡμᾶς τούτου τέρπεσθαι καὶ χαίρειν.

关于这些事情,当你也在雅典与我们在一起时,在喜剧演员斯特拉同大获成功之际,我们之间就曾有过讨论。因为在我们于伊壁鸠鲁派学者波埃托斯家中做客时,人们极多地谈论起他,席间还有不少该学派的人同桌共餐。随后,仿佛面对着一群风雅之士,对喜剧的回忆将谈话引向了探究原因的思考:为何我们听到愤怒、悲伤或恐惧之人的声音时会感到不快和烦闷,而那些扮演这些情感、模仿他们的声音和情态的人却能令我们愉悦?他们所有人的说法几乎完全一致:他们说,因为模仿者胜过真正遭受苦难的人,且因自身未曾受苦而与之不同,我们正是由于领会了这一点而感到欢畅和快乐。

§5.1.2

ἐγὼ δέ, καίπερ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθείς, εἶπον ὅτι φύσει λογικοὶ καὶ φιλότεχνοι γεγονότες πρὸς τὸ λογικῶς καὶ τεχνικῶς πραττόμενον οἰκείως διακείμεθα καὶ θαυμάζομεν, ἂν ἐπιτυγχάνηται. καθάπερ γὰρ ἡ μέλιττα τῷ φιλόγλυκυς εἶναι πᾶσαν ὕλην, ᾗ τι μελιτῶδες ἐγκέκραται, περιέπει καὶ διώκει· οὕτως ὁ ἄνθρωπος, γεγονὼς φιλότεχνος καὶ φιλόκαλος, πᾶν ἀποτέλεσμα καὶ πρᾶγμα νοῦ καὶ λόγου μετέχον ἀσπάζεσθαι καὶ ἀγαπᾶν πέφυκεν. εἰ γοῦν παιδίῳ μικρῷ προθείη τις ὁμοῦ μικρὸν μὲν ἄρτον, ὁμοῦ δὲ πεπλασμένον ἐκ τῶν αὐτῶν ἀλεύρων κυνίδιον ἢ βοΐδιον, ἐπὶ τοῦτʼ ἂν ἴδοις φερόμενον καὶ ὁμοίως εἴ τις ἀργύριον ἄσημον, ἕτερος δὲ ζῴδιον ἀργυροῦν ἢ ἔκπωμα παρασταίη διδούς, τοῦτʼ ἂν λάβοι μᾶλλον, ᾧ τὸ τεχνικὸν καὶ λογικὸν ἐνορᾷ καταμεμιγμένον. ὅθεν καὶ τῶν λόγων τοῖς ᾐνιγμένοις χαίρουσι μᾶλλον οἱ τηλικοῦτοι καὶ τῶν παιδιῶν ταῖς περιπλοκήν τινα καὶ δυσκολίαν ἐχούσαις ἕλκει γὰρ ὡς οἰκεῖον ἀδιδάκτως τὴν φύσιν τὸ γλαφυρὸν καὶ πανοῦργον. ἐπεὶ τοίνυν ὁ μὲν ἀληθῶς ὀργιζόμενος ἢ λυπούμενος ἔν τισι κοινοῖς πάθεσι καὶ κινήμασιν ὁρᾶται, τῇ δὲ μιμήσει πανουργία τις ἐμφαίνεται καὶ πιθανότης ἄνπερ ἐπιτυγχάνηται, τούτοις μὲν ἥδεσθαι πεφύκαμεν ἐκείνοις δʼ ἀχθόμεθα. καὶ γὰρ ἐπὶ τῶν θεαμάτων ὅμοια πεπόνθαμεν ἀνθρώπους μὲν γὰρ ἀποθνήσκοντας. καὶ νοσοῦντας ἀνιαρῶς ὁρῶμεν· τὸν δὲ γεγραμμένον Φιλοκτήτην καὶ τὴν πεπλασμένην Ἰοκάστην, ἧς φασιν εἰς τὸ πρόσωπον ἀργύρου τι συμμῖξαι τὸν τεχνίτην, ὅπως ἐκλείποντος ἀνθρώπου καὶ μαραινομένου λάβῃ περιφάνειαν ὁ χαλκός, ἡδόμεθα καὶ θαυμάζομεν. τοῦτο δʼ εἶπον ἄνδρες Ἐπικούρειοι, καὶ τεκμήριόν ἐστι μέγα τοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μηδὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸ ἡδόμενον1 ἐπὶ τοῖς ἀκούσμασι καὶ θεάμασιν. ἀλεκτορὶς γὰρ βοῶσα συνεχῶς καὶ κορώνη λυπηρὸν ἄκουσμα καὶ ἀηδές ἐστιν, ὁ δὲ μιμούμενος ἀλεκτορίδα βοῶσαν καὶ κορώνην εὐφραίνει. καὶ φθισικοὺς μὲν ὁρῶντες δυσχεραίνομεν, ἀνδριάντας δὲ καὶ γραφὰς φθισικῶν ἡδέως θεώμεθα τῷ τὴν διάνοιαν ὑπὸ τῶν μιμημάτων ἄγεσθαι κατὰ τὸ οἰκεῖον. ἐπεὶ τί πάσχοντες ἢ τίνος ἔξωθεν γενομένου πάθους τὴν ὗν τὴν Παρμένοντος οὕτως ἐθαύμασαν, ὥστε παροιμιώδη γενέσθαι; καίτοι φασὶ τοῦ Παρμένοντος εὐδοκιμοῦντος ἐπὶ τῇ μιμήσει, ζηλοῦντας ἑτέρους ἀντεπιδείκνυσθαι· προκατειλημμένων δὲ τῶν ἀνθρώπων καὶ λεγόντων εὖ μὲν ἀλλʼ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν, ἕνα λαβόντα δελφάκιον ὑπὸ μάλης, προελθεῖν· ἐπεὶ δὲ καὶ τῆς ἀληθινῆς φωνῆς ἀκούοντες ὑπεφθέγγοντο τί οὖν αὕτη πρὸς τὴν Παρμένοντος ὗν; ἀφεῖναι τὸ δελφάκιον εἰς τὸ μέσον, ἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν.2 ᾧ μάλιστα δῆλόν ἐστιν,3 ὅτι ταὐτὸ τῆς αἰσθήσεως πάθος οὐχ ὁμοίως διατίθησι τὴν ψυχήν, ὅταν μὴ προσῇ δόξα τοῦ λογικῶς ἢ φιλοτίμως περαίνεσθαι τὸ γενόμενον.

然而我——尽管这是涉足了他人的阵营——却说道,既然我们天生具有理性并爱好技艺,对于以理性且合乎技艺的方式行事之物,我们自然抱有亲近之感,若其成功达致目的,我们便会赞叹。正如蜜蜂由于嗜甜而悉心照料并追逐一切掺有蜂蜜成分的材料,人也是如此,既然天生爱好技艺与美好,便自然会欣然接纳并喜爱一切分润着心智与理性的造物与事迹。假若有人摆在一个幼儿面前一块小面包,同时又摆上用同样的生面捏制而成的小狗或小牛,你会看到他必定冲向后者;同样,若一人递来未经铸印的银块,另一人则上前递上一件银制小雕像或酒杯,他定会更乐于拿取那件让人看出交融着技艺与理性的物品。因此,这个年纪的孩子也更喜欢带有谜意的话语,喜欢带有某种曲折与难度的游戏;因为精巧与机智之物无需教导,自会如契合本性之物一般吸引人的天性。既然真正愤怒或悲伤的人所表现出的只是一些寻常的情感和动作,而模仿中若能取得成功,便显露出某种机巧与说服力,所以我们天生乐于观赏后者,而对前者感到厌烦。其实对于肉眼所见的景象,我们也有同样的体验:看到垂死和患病的人,我们会觉得痛苦;但对于画中的菲洛克忒忒斯和塑成的约卡斯塔——据说工匠在她面部掺入了一些白银,以便青铜能呈现出垂危衰竭之人的苍白面色——我们却感到愉悦并由衷赞赏。 “这”,我说道,“伊壁鸠鲁派的诸位,也是昔兰尼派用来反驳你们的一大有力证据,证明在听闻与观看之物上获得快乐的并非我们的视力或听觉,而是我们的理智。因为一只母鸡持续啼叫或乌鸦呱呱乱叫是令人烦躁不悦的声响,但模仿啼叫的母鸡与乌鸦的人却能令人开怀;我们亲眼看到痨病患者会心生反感,但观看痨病患者的雕像和图画时却心怀惬意,这是因为理智被这些摹造物依其固有的契合性所引导。否则的话,由于承受了何种感受、抑或由于外界产生的何种情状,人们会如此叹赏帕尔梅农的母猪,乃至使其成为一句谚语?相传帕尔梅农因善于模仿而声名卓著时,其他人心怀嫉妒也相继表演;但人们由于成见在先,纷纷说道:‘演得虽好,但根本比不上帕尔梅农的母猪。’于是有一人腋下夹着一只乳猪走上前来;及至人们听到真正的猪叫声,仍咕哝道:‘这怎能比得上帕尔梅农的母猪?’他便把乳猪扔在众人当中,揭露了他们的评判是出于成见而非出于实情。由此极显而易见:当未曾伴随着关于所行之事乃是以理性或苦心孤诣完成的判断时,完全相同的感官刺激并不会对灵魂产生同样的影响。”

语法注3 条
  1. 674aτοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μηδὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸ ἡδόμενον

    依附于名词 τεκμήριον 的多重修饰结构。τοῖς Κυρηναϊκοῖς 为利益或关系与格(“对昔兰尼派而言”),πρὸς ὑμᾶς 表示论辩对手(“用来反驳你们[伊壁鸠鲁派]”)。由中性属格冠词 τοῦ 引出的不定式短语(τοῦ μὴ ... εἶναι)作解释性属格(同位语属格),具体阐明 τεκμήριον 的内容,即“在视听之物中感受快乐的主体(τὸ ἡδόμενον)不在于视觉或听觉,而在于我们的理智(διάνοια)”。

  2. 674cἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν

    分词 ἐξελέγχοντα 的直接宾语是由中性冠词名词化的介词短语 τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν(“基于成见/名声而非基于真理的属性”)。属格 τῆς κρίσεως 则是限定或部分属格,依附于该名词化短语,意即“揭露了他们的评判中立足于成见而非实情的那一面”。这种语序突显了所揭露的对象是其判断所依凭的偏向性,而非判断行为本身。

  3. 674cᾧ μάλιστα δῆλόν ἐστιν

    关系代词 ᾧ 为中性单数与格,指代前文所述的整个帕尔梅农逸事,充当手段或依据(判定标准)的与格,意为“由此(借此)最为显明的是……”。它作为句首的连接性关系词,概括前文的事实,作为引出后文 ὅτι 从句的论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.1.1-5.1.2