← 普鲁塔克

食桌谈话录

§5.0.1

宴席上的知性谈论与灵魂固有的快乐

普鲁塔克致信索西乌斯·塞内基奥,驳斥了认为灵魂之乐仅为肉体情状之附庸的观点,论证宴席上的知性谈论与戏剧观赏才是灵魂摆脱肉体劳役后所特有的真正快乐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0.1

περὶ τῶν τῆς ψυχῆς καὶ σώματος ἡδονῶν, ὦ Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην,1 ἐμοὶ γοῦν ἄδηλόν ἐστιν, "ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·" πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μηδʼ ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους2 τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον ἢ κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γιγνομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοις τε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔν τε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν ἢ βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι, καὶ ταύτας ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δʼ ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς ὅταν δʼ ἐκεῖνα κορέσωσι καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθʼ ἑαυτὰς γιγνόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν· οὕτως ἡ ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει, ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας ὅταν δʼ ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς ἡδονὰς τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καί τί ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφʼ ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς ὑποσύμβολα προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μενάνδρῳ ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν ἀλγηδόνα τοῦ σώματος ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι3 τὸ φύσει φιλοθέαμον ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν.

关于灵魂与肉体的快乐,索西乌斯·塞内基奥啊,你如今持有怎样的看法,对我而言至少是不甚明了的, “因为在这当中隔着极多的 幽暗群山与轰鸣大海;”然而在从前,你似乎绝不同意、也不赞许那些人的看法——他们认为灵魂没有任何属于自身的欢愉、喜乐或可取之物,而纯粹只是伴随着肉体苟活,顺应肉体的情状时而陪笑、时而转为愁眉苦脸,如同一块印模或一面镜子,被动接收着肉躯中所产生的种种感觉的肖像与幻影。 事实上,这种学说的不通风雅不仅在许多其他方面被证明是荒谬的,而且在饮宴之中,文雅俊逸之士在正餐之后便立即转向高谈阔论,视其为筵席的第二道甜点,通过言论彼此取悦——在这当中肉体毫无分润,或者说分润极其微小——这便证明了有一座独特的良善情操的宝库专为灵魂而存留,而唯有这些才是灵魂真正的快乐,肉体的快乐则是异己的,不过是沾染了肉体的色彩而已。 正如哺育婴儿的乳母自己只分享到微少的乐趣,唯有当她们使婴儿吃饱、止啼入睡之后,这时方得独处,方能享用并品尝适口的酒食;灵魂参与饮食的快乐亦是如此,它如乳母一般服侍肉体的食欲,迁就其所需,抚慰其欲望;然而一旦肉体适度并安歇下来,灵魂解脱了劳顿与侍奉,从此便转向自身固有的快乐,以言论、学识、历史纪事以及探求听闻非凡之事来大摆筵席。 对此又有何多说的必要呢?因为人们看到,即便粗鄙不通文墨之人,在餐后也会把心思引向距离肉体最遥远的其他快乐之中,互相提出谜语、隐语以及基于字母数值的密码符号;饮宴之所以给滑稽戏、摹态剧演员、米南德以及演绎米南德剧作的人留下一席之地,也正是出于这个缘故——绝非因为他们能除去肉体的任何痛苦,或在血肉中激起平滑温和的运动,而是因为每个人心中天然爱好观照与哲思的灵魂要素,在我们从伺候肉体的烦琐中解脱出来时,都在探求其独有的恩惠与欢悦。

语法注3 条
  1. 1ἣν σὺ νῦν ἔχεις γνώμην

    先行词 γνώμην 被吸收到关系从句 ἣν ... ἔχεις γνώμην 之中并前置于主句谓语 ἄδηλόν ἐστιν 之前(先行词内嵌与前置结构),在功能上相当于由 ἄδηλον 引出的间接疑问从句(“你持有何种看法”)。

  2. 672eτοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδʼ αἱρετὸν ὅλως ἀλλʼ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους

    由 συμφέρεσθαι 与 ἐπαινεῖν 所支配的分词短语 τοὺς ... οἰομένους 的内部骨架。οἰομένους 支配带有不定式 συνεπιμειδιᾶν 和 συνεπισκυθρωπάζειν 的宾格主语 αὐτήν(即灵魂 ψυχή),分词 παραζῶσαν 与后文的 ἀναδεχομένην 与 αὐτήν 保持同格。前半句 οὐδὲν ἴδιον ... ὅλως 省略了存在不定词 εἶναι,τῇ ψυχῇ 为所有与格。

  3. 673bοὐδεμίαν ἀλγηδόνα τοῦ σώματος ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλʼ ὅτι

    原因表达中的句式转换(异形并列)。前方的否定原因通过与前述人物(μίμοις 等)一致的与格分词 ὑπεξαιρουμένοις 和 ποιοῦσι 来表达(“非因他们除去了……或造成了……”),而在转向肯定的对比项时,结构直接转换为由连接词 ἀλλʼ ὅτι(“而是因为……”)引导的从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:5.0.1