- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.6.1-4.6.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对叙马库斯对将犹太人之神等同于狄俄倪索斯的惊异,雅典人莫埃拉戈涅斯通过援引住棚节习俗、安息日传统、大祭司的服饰及礼仪乐器等证据,论证二者实为同一神祇。
θαυμάσας δὲ τὸ ἐπιρρηθὲν ὁ Σύμμαχος ἆρʼ ἔφη σὺ τὸν πατριώτην θεόν, ὦ Λαμπρία εὔιον, ὀρσιγύναικα, μαινομέναις ἀνθέοντα τιμαῖσι Διόνυσον ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις;1 ἢ τῷ ὄντι λόγος ἔστι τις ὁ τοῦτον ἐκείνῳ τὸν αὐτὸν ἀποφαίνων; ὁ δὲ Μοιραγένης ὑπολαβών ἔα τοῦτον εἶπεν· ἐγὼ γὰρ Ἀθηναῖος ὢν ἀποκρίνομαί σοι καὶ λέγω μηδένʼ ἄλλον εἶναι· καὶ τὰ μὲν πολλὰ τῶν εἰς τοῦτο τεκμηρίων μόνοις ἐστὶ ῥητὰ καὶ διδακτὰ τοῖς μυουμένοις παρʼ ἡμῖν εἰς τὴν τριετηρικὴν παντέλειαν· ἃ δὲ λόγῳ διελθεῖν οὐ κεκώλυται πρὸς φίλους ἄνδρας, ἄλλως τε καὶ παρʼ οἶνον ἐπὶ τοῖς τοῦ θεοῦ δώροις, ἂν οὗτοι κελεύωσι, λέγειν ἕτοιμος.
叙马库斯对所言之事深感惊异,说道:“兰普里亚斯,你难道真要把同乡的神明——那受呼赞为厄维俄斯、驱使狂放妇人、在迷狂尊荣中盛享荣光的狄俄倪索斯——载入并暗中植入希伯来人的秘仪之中吗?还是说,确有某种讲论能论证此神与彼神实属同一?” 莫埃拉戈涅斯接过话头说道:“由他去吧;我作为雅典人来回答你,并明言绝无他人。关于此事的多数证据,唯有对在我们这里受秘仪启蒙加入三年一度全德仪式之人方能言说与传授;但那些并不禁止在友人面前诉诸言谈之事,尤其是在神赐佳酿伴随之下把酒长谈之事,若诸君有所吩咐,我自乐于相告。”
πάντων οὖν κελευόντων καὶ δεομένων πρῶτον μέν ἔφη τῆς μεγίστης καὶ τελειοτάτης ἑορτῆς παρʼ αὐτοῖς ὁ καιρός ἐστι καὶ ὁ τρόπος Διονύσῳ προσήκων. τὴν γὰρ λεγομένην νηστείαν ἄγοντες ἀκμάζοντι τρυγητῷ τραπέζας τε προτίθενται παντοδαπῆς ὀπώρας ὑπὸ σκηναῖς καὶ καλιάσιν ἐκ κλημάτων μάλιστα καὶ κιττοῦ διαπεπλεγμέναις· καὶ τὴν προτέραν τῆς ἑορτῆς σκηνὴν ὀνομάζουσιν. ὀλίγαις δʼ ὕστερον ἡμέραις ἄλλην ἑορτήν, οὐκ ἂν διʼ αἰνιγμάτων ἀλλʼ ἄντικρυς Βάκχου καλουμένην,2 τελοῦσιν. ἔστι δὲ καὶ κραδηφορία τις ἑορτὴ καὶ θυρσοφορία παρʼ αὐτοῖς, ἐν ᾗ θύρσους ἔχοντες εἰς τὸ ἱερὸν εἰσίασιν. εἰσελθόντες δέ, ὅ τι δρῶσιν, οὐκ ἴσμεν· εἰκὸς δὲ βακχείαν εἶναι τὰ ποιούμενα· καὶ γὰρ σάλπιγξι μικραῖς, ὥσπερ Ἀργεῖοι τοῖς Διονυσίοις, ἀνακαλούμενοι τὸν θεὸν χρῶνται· καὶ κιθαρίζοντες ἕτεροι προΐασιν, οὓς αὐτοὶ Λευίτας προσονομάζουσιν, εἴτε παρὰ τὸν Λύσιον εἴτε μᾶλλον παρὰ τὸν Εὔιον τῆς ἐπικλήσεως γεγενημένης.3 οἶμαι δὲ καὶ τὴν τῶν σαββάτων ἑορτὴν μὴ παντάπασιν ἀπροσδιόνυσον εἶναι. Σάβους γὰρ καὶ νῦν ἔτι πολλοὶ τοὺς Βάκχους καλοῦσι καὶ ταύτην ἀφιᾶσι τὴν φωνὴν ὅταν ὀργιάζωσι τῷ θεῷ· βεβαίωσιν δʼ ἔστι δήπου καὶ παρὰ Δημοσθένους λαβεῖν καὶ παρὰ Μενάνδρου. καὶ οὐκ ἀπὸ τρόπου τις ἂν φαίη τοὔνομα πεποιῆσθαι πρός τινα σόβησιν, ἣ κατέχει τοὺς βακχεύοντας. αὐτοὶ δὲ τῷ λόγῳ μαρτυροῦσιν, ὅταν σάββατον τιμῶσι, μάλιστα μὲν πίνειν καὶ οἰνοῦσθαι παρακαλοῦντες ἀλλήλους· ὅταν δὲ κωλύῃ τι μεῖζον, ἀπογεύεσθαί γε πάντως ἀκράτου νομίζοντες. καὶ ταῦτα μὲν εἰκότα φαίη τις ἂν εἶναι· κατὰ κράτος δὲ τοὺς ἐναντίους πρῶτον μὲν ὁ ἀρχιερεὺς ἐλέγχει,4 μιτρηφόρος τε προϊὼν ἐν ταῖς ἑορταῖς καὶ νεβρίδα χρυσόπαστον ἐνημμένος, χιτῶνα δὲ ποδήρη φορῶν καὶ κοθόρνους· κώδωνες δὲ πολλοὶ κατακρέμανται τῆς ἐσθῆτος, ὑποκομποῦντες ἐν τῷ βαδίζειν, ὡς καὶ παρʼ ἡμῖν· ψόφοις δὲ χρῶνται περὶ τὰ νυκτέλια, καὶ χαλκοκρότους τὰς τοῦ θεοῦ τιθήνας προσαγορεύουσι· καὶ ὁ δεικνύμενος ἐν τοῖς ἐναντίοις τοῦ νεὼ θύρσος ἐντετυπωμένος καὶ τύμπανα· ταῦτα γὰρ οὐδενὶ δήπουθεν ἄλλῳ θεῶν ἢ Διονύσῳ προσήκει. ἔτι τοίνυν μέλι μὲν οὐ προσφέρουσι ταῖς ἱερουργίαις, ὅτι δοκεῖ φθείρειν τὸν οἶνον κεραννύμενον, καὶ τοῦτʼ ἦν σπονδὴ καὶ μέθυ, πρὶν ἄμπελον φανῆναι. καὶ μέχρι νῦν τῶν τε βαρβάρων οἱ μὴ ποιοῦντες οἶνον μελίτειον πίνουσιν, ὑποφαρμάσσοντες τὴν γλυκύτητα οἰνώδεσι ῥίζαις καὶ αὐστηραῖς Ἕλληνές τε νηφάλια ταὐτὰ καὶ μελίσπονδα θύουσιν, ὡς ἀντίθετον φύσιν μάλιστα τοῦ μέλιτος πρὸς τὸν οἶνον ἔχοντος, ὅτι δὲ τοῦτο νομίζουσι, κἀκεῖνο σημεῖον οὐ μικρόν ἐστι, τὸ πολλῶν τιμωριῶν οὐσῶν παρʼ αὐτοῖς μίαν εἶναι μάλιστα διαβεβλημένην, τὴν οἴνου τοὺς κολαζομένους ἀπείργουσαν, ὅσον ἂν τάξῃ χρόνον ὁ κύριος τῆς κολάσεως· τοὺς δʼ οὕτω κολα "λείπει τὰ λοιπὰ τοῦ τετάρτου."
于是众皆敦请延命,他便说道:“首先,他们当中至大至完满的节日,其时节与仪轨皆极切合于狄俄倪索斯。他们于葡萄采收极盛之时举行所谓‘禁食’之仪,并在主要由葡萄藤与常春藤编织的幕棚与小屋下,陈设摆满各式鲜果的几案;他们将该节期的前段称为‘棚屋’。数日之后,他们又举行另一节日,此节非凭隐语而是径直冠以巴克科斯之名。他们那里亦有一种负枝节与持杖节,人们持酒神杖进入圣所。入门之后所行何事,我们不得而知;但所行之礼很可能是巴克科斯式的迷狂祭仪。盖因他们呼唤神明时使用小号角,正如阿尔戈斯人在狄俄倪索斯节所为;另有鼓琴之人先行,他们自称其人为利未人,此称号或本于吕西俄斯,或更本于厄维俄斯之名而产生。我亦认为安息日之节绝非与狄俄倪索斯毫无干系。盖因至今仍有多人将狂欢巴克科斯信徒称为‘萨博伊’,并在向神献祭狂欢时发出此呼号;此点在狄摩西尼与米南德处皆可得到确证。若有人谓此名乃就袭夺狂欢信众之某种颤动激荡而言,亦非无稽之谈。他们自身在守安息日时亦为该论点作证:他们彼此力劝痛饮沉醉;若遇更大变故有所阻碍,亦必当稍尝纯酒。人们或谓此等皆属近情合理;然而彻底驳倒异议者的,首先在于大祭司:他在节庆中头戴冠冕、身披缀金鹿皮、身着长及脚踝的宽袍与高统靴缓步前行;衣袍下悬垂众多小铃,行进时于其下丁当作响,一如我们这里所为;他们在夜祭中使用响器,并将神之养育女仙唤作‘击铜女’;更有殿宇正门所浮雕显现之酒神杖与手鼓;凡此种种,除狄俄倪索斯外断不属任何其他神明。此外,他们在圣祭中不奉献蜜,盖因蜜经搀和被认为会破坏葡萄酒,且在葡萄藤显现之前蜜正是奠酒与醉醇。至今异族中不产葡萄酒者仍饮蜜酒,以具酒味而酸涩之根草调和其甜腻;希腊人亦奉献相同的无酒祭与蜜奠,因蜜之本性与葡萄酒最为相背。而他们确持有此等见解,亦有一非小之明证:在他们诸多刑罚中,尤受嫌恶的一项乃是责令受刑者在刑罚主宰者裁定的期限内禁绝饮酒;而如此受罚之人……(第四卷余文佚失)”
- 1ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις
两个动词均带与格短语 τοῖς Ἑβραίων ἀπορρήτοις 作间接宾语。ἐγγράφω 原指“登记在册”,ὑποποιέω 意为“暗中置入、冒名混入”,二者在此以借喻笔法讽刺性地指责将希腊传统神祇强行附会引入希伯来人秘仪的做法。
- 671eοὐκ ἂν διʼ αἰνιγμάτων ἀλλʼ ἄντικρυς Βάκχου καλουμένην
小词 ἄν 与分词 καλουμένην 结合,构成表推测或潜在判断的分词短语(即“可以说是毫不隐晦、直呼为巴克科斯之节的”),充当直接宾语 ἄλλην ἑορτήν 的定语。
- 671eεἴτε παρὰ τὸν Λύσιον εἴτε μᾶλλον παρὰ τὸν Εὔιον τῆς ἐπικλήσεως γεγενημένης
由主语名词短语 τῆς ἐπικλήσεως 与完成时分词 γεγενημένης 构成的属格独立结构。介词 παρά 加宾格表示词源出处(“源于……”),在此提出了一种将希伯来语的“利未人”附会为希腊酒神尊号“吕西俄斯”或“厄维俄斯”的民间词源假说。
- 672aκατὰ κράτος δὲ τοὺς ἐναντίους πρῶτον μὲν ὁ ἀρχιερεὺς ἐλέγχει
固定习语 κατὰ κράτος(“彻底地、有力地”)修饰主动词 ἐλέγχει(“驳倒、驳斥”)。宾格实体化形容词 τοὺς ἐναντίους 意指“反对者、持有异议之人”,强调大祭司服饰的狄俄倪索斯式特征构成了驳倒怀疑论的最确凿证据。
