- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.5.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
兰普里亚斯认为,犹太人禁食野兔是因其肖似受崇拜的毛驴或感官敏锐,忌食猪肉则是因厌恶病患、污秽习性、无法仰望天空的视觉缺陷以及阿多尼斯神话。
οὐ δῆτʼ ἔφη ὁ Λαμπρίας ὑπολαβών ἀλλὰ τοῦ μὲν λαγωοῦ φείδονται διὰ τὴν πρὸς τὸν μένον ὑπʼ αὐτῶν μυ στα θηρίον ἐμφερέστατον.1 ὁ γὰρ λαγὼς μεγέθους ἔοικε καὶ πάχους ἐνδεὴς ὄνος εἶναι· καὶ γὰρ ἡ χρόα καὶ τὰ ὦτα καὶ τῶν ὀμμάτων ἡ λιπαρότης καὶ τὸ λαμυρὸν ἔοικε θαυμασίως· ὥστε μηδὲν οὕτω μηδὲ μικρὸν μεγάλῳ τὴν μορφὴν ὅμοιον γεγονέναι.2 εἰ μὴ νὴ Δία, καὶ πρὸς τὰς ὁμοιότητας αἰγυπτιάζοντες τὴν ὠκύτητα τοῦ ζῴου θεῖον ἡγοῦνται καὶ τὴν ἀκρίβειαν τῶν αἰσθητηρίων· ὅ τε γὰρ ὀφθαλμὸς ἄτρυτός ἐστιν αὐτῶν, ὥστε καὶ καθεύδειν ἀναπεπταμένοις τοῖς ὄμμασιν ὀξυηκοΐᾳ δὲ δοκεῖ διαφέρειν, ἣν Αἰγύπτιοι θαυμάσαντες ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκοὴν σημαίνουσιν οὖς λαγωοῦ γράφοντες. τὸ δʼ ὕειον κρέας οἱ ἄνδρες ἀφοσιοῦσθαι δοκοῦσιν, ὅτι μάλιστα οἱ βάρβαροι τὰς ἐπιλευκίας καὶ λέπρας δυσχεραίνουσι, καὶ τῇ προσβολῇ τὰ τοιαῦτα καταβόσκεσθαι πάθη τοὺς ἀνθρώπους οἴονται. πᾶσαν δʼ ὗν ὑπὸ τὴν γαστέρα λέπρας ἀνάπλεων καὶ ψωρικῶν ἐξανθημάτων ὁρῶμεν· ἃ δή, καχεξίας τινὸς ἐγγενομένης τῷ σώματι καὶ φθορᾶς, ἐπιτρέχειν δοκεῖ τοῖς σώμασιν. οὐ μὴν ἀλλὰ καὶ τὸ θολερὸν περὶ τὴν δίαιταν τοῦ θρέμματος ἔχει τινὰ πονηρίαν οὐδὲν γὰρ ἄλλο βορβόρῳ χαῖρον οὕτω καὶ τόποις ῥυπαροῖς καὶ ἀκαθάρτοις ὁρῶμεν, ἔξω λόγου τιθέμενοι τὰ τὴν γένεσιν καὶ τὴν φύσιν ἐν αὐτοῖς ἔχοντα τούτοις. λέγουσι δὲ καὶ τὰ ὄμματα τῶν ὑῶν οὕτως ἐγκεκλάσθαι καὶ κατεσπάσθαι ταῖς ὄψεσιν, ὥστε μηδενὸς ἀντιλαμβάνεσθαι μηδέποτε τῶν ἄνω μηδὲ προσορᾶν τὸν οὐρανόν, ἂν μὴ φερομένων ὑπτίων ἀναστροφήν τινα παρὰ φύσιν αἱ κόραι λάβωσι· διὸ καὶ μάλιστα κραυγῇ χρώμενον τὸ ζῷον ἡσυχάζειν, ὅταν οὕτω φέρηται, καὶ σιωπᾶν κατατεθαμβημένον ἀηθίᾳ τὰ οὐράνια καὶ κρείττονι,3 φόβῳ τοῦ βοᾶν συνεχόμενον. εἰ δὲ δεῖ καὶ τὰ μυθικὰ προσλαβεῖν, λέγεται μὲν ὁ Ἄδωνις ὑπὸ τοῦ συὸς διαφθαρῆναι· τὸν δʼ Ἄδωνιν οὐχ ἕτερον ἀλλὰ Διόνυσον εἶναι νομίζουσι, καὶ πολλὰ τῶν τελουμένων ἑκατέρῳ περὶ τὰς ἑορτὰς βεβαιοῖ τὸν λόγον. οἱ δὲ παιδικὰ τοῦ Διονύσου γεγονέναι·4 καὶ Φανοκλῆς, ἐρωτικὸς ἀνήρ, ὧδέ που πεποίηκεν "εἰδὼς θεῖον Ἄδωνιν ὀρειφοίτης Διόνυσος ἥρπασεν, ἠγαθέην Κύπρον ἐποιχόμενος."
“绝非如此,”兰普里亚斯接过话头说道, “相反,他们放过野兔,乃因它与他们最为尊崇的兽类极度相似。实际上,野兔仿佛是缩减了体型与厚度的毛驴;其毛色、双耳、双目的明亮与机敏的神态,皆惊人地相似,以至于没有任何细小之物在形体上生得与庞大之物如此相似。除非凭宙斯起誓,他们效仿埃及人对相似性的关注,将该动物的迅捷及其感觉器官的灵敏视作神圣;盖因其双目不知疲倦,以致于睡眠时双眼亦大睁着,且被认为具有卓越的敏锐听觉,埃及人对此深感赞叹,因而在神圣文字中以描摹野兔之耳来代表听闻。另一方面,那些人之所以似乎决绝忌食猪肉,乃因异族人尤为嫌恶白斑与麻风病,且认为这类病患会借由接触而侵蚀人类。我们看到每头猪的腹下皆布满了麻风病斑与疥癣疹块;当体内产生某种恶液质与溃败时,这些病灶便被认为会漫延至身躯之上。不仅如此,该牲畜在饮食习性上的浊秽亦有某种恶劣之处:盖因除却那些在此类物质中获取生成与本性者不计之外,我们未见有任何其他动物如此偏好烂泥与污浊不洁之地。人们还说,猪的双目在其视线中如此内折并下倾,以致于若非被四蹄朝天反向倒提、瞳孔产生某种反自然的倒转,它们便绝不能察知上方之物,亦无法仰视苍穹;因此,这种极嗜嚎叫的动物在此般倒提时反而平静下来,对生疏而凌驾其上的天穹景象目瞪口呆,受出声之惧所制而陷入沉默。若还须引入神话传说,据说阿多尼斯乃是被野猪所害;而人们认为阿多尼斯非是旁人,正是狄俄倪索斯,且在节日期间为二者举行的诸多密仪亦证实了这一论调。另有人则说他是狄俄倪索斯所钟爱的少年玩伴;赋写艳情诗篇的法诺克利斯大约曾如此作诗: ‘山行巡游的狄俄倪索斯既识得神圣的阿多尼斯, 便趁探访神圣的塞浦路斯之际将他掳去。’”
- 3ἀλλὰ τοῦ μὲν λαγωοῦ φείδονται διὰ τὴν πρὸς τὸν μένον ὑπʼ αὐτῶν μυ στα θηρίον ἐμφερέστατον.
抄本流传中的讹误破损处。定冠词 τὸν 之后的残文 μένον ... μυ στα θηρίον ἐμφερέστατον 通常被校勘复原为指代“受他们最尊崇的兽类”(τιμώμενον ... μάλιστα)以及极度相似(ἐμφέρειαν / ἐμφερέστατον εἶναι),承接上一语段中提到的因指引水源而受崇拜的驴(ὄνος)。
- 3ὥστε μηδὲν οὕτω μηδὲ μικρὸν μεγάλῳ τὴν μορφὴν ὅμοιον γεγονέναι
由 ὥστε 引导的结果从句。双重否定 μηδὲν ... μηδέ 统辖不定式 γεγονέναι,构成强烈的比较否定结构,意为“绝无任何微小之物被造得与大物如此形貌相似”。τὴν μορφήν 为关系/限制宾格(“在形体上”)。
- 671bκατατεθαμβημένον ἀηθίᾳ τὰ οὐράνια καὶ κρείττονι
完成时分词 κατατεθαμβημένον 支配宾格 τὰ οὐράνια(“天象/天界之物”)作为惊愕情绪的对象,并伴随表原因/手段的与格 ἀηθίᾳ ... καὶ κρείττονι(“因生疏和更强大/凌驾其上的特质”)。
- 671bοἱ δὲ παιδικὰ τοῦ Διονύσου γεγονέναι
对格不定式结构的承前省略用法,承接前文未指明的陈述动词(如 λέγουσι 或 νομίζουσι)。逻辑主语(阿多尼斯)被省略,意为“另有人则说(阿多尼斯)曾是狄俄倪索斯钟爱的少年(παιδικά)”。
