← 普鲁塔克

食桌谈话录

§4.5.1-4.5.2

犹太人禁食猪肉的缘由与对猪的崇敬

卡利斯特拉托斯与波利克拉特斯讨论犹太人禁食猪肉究竟是出于尊崇还是厌恶,并援引异族动物崇拜的先例,论述了猪在农业耕作中的功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.1

ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν, τὸν ἕτερον λόγον ἐκκρούων1 ὁ Καλλίστρατος ἔφη πῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς τοὺς Ἰουδαίους, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν; ὑπερφυῶς ἔφη ὁ Πολυκράτης, ἐγὼ δὲ καὶ προσδιαπορῶ, πότερον οἱ ἄνδρες τιμῇ τινι τῶν ὑῶν ἢ μυσαττόμενοι τὸ ζῷον ἀπέχονται τῆς βρώσεως αὐτοῦ· τὰ γὰρ παρʼ ἐκείνοις λεγόμενα μύθοις ἔοικεν, εἰ μή τινας ἄρα λόγους σπουδαίους ἔχοντες οὐκ ἐκφέρουσιν.

当这些话讲完后,虽有些人欲展开反驳,卡利斯特拉托斯却挡开了另一论题,说道: “对于向犹太人所说的那句话——他们不吃最符合正义的肉类,诸位以为如何?” “妙极了,”波利克拉特斯说道,“但我进一步疑惑的是,那些人究竟是出于对猪的某种敬重,抑或因为厌恶这种动物而忌食其肉;因为在他们当中流传的说法宛如神话,除非他们怀有某种严肃的道理却不肯公之于众。”

§4.5.2

ἐγὼ μὲν τοίνυν εἶπεν ὁ Καλλίστρατος οἶμαί τινα τιμὴν τὸ ζῷον ἔχειν παρὰ τοῖς ἀνδράσιν· εἰ δὲ δύσμορφον ἡ ὗς καὶ θολερόν, ἀλλʼ οὐ κανθάρου καὶ γυπὸς καὶ κροκοδείλου καὶ αἰλούρου τὴν ὄψιν ἀτοπώτερον ἢ τὴν φύσιν ἀμουσότερον2 οἷς ὡς ἁγιωτάτοις ἱερεῖς Αἰγυπτίων ἄλλοις ἄλλοι προσφέρονται. τὴν δʼ ὗν ἀπὸ χρηστῆς αἰτίας τιμᾶσθαι λέγουσι· πρώτη γὰρ σχίσασα τῷ προύχοντι τῆς ὀρυχῆς, ὥς φασι, τὴν γῆν ἴχνος ἀρόσεως ἔθηκε καὶ τὸ τῆς ὕνεως ὑφηγήσατο ἔργον· ὅθεν καὶ τοὔνομα γενέσθαι τῷ ἐργαλείῳ λέγουσιν ἀπὸ τῆς ὑός. οἱ δὲ τὰ μαλθακὰ καὶ κοῖλα τῆς χώρας Αἰγύπτιοι γεωργοῦντες οὐδʼ ἀρότρου δέονται τὸ παράπαν ἀλλʼ ὅταν ὁ Νεῖλος ἀπορρέῃ καταβρέξας τὰς ἀρούρας, ἐπακολουθοῦντες τὰς ὗς κατέβαλον αἱ δὲ χρησάμεναι πάτῳ καὶ ὀρυχῇ ταχὺ τὴν γῆν ἔστρεψαν ἐκ βάθους καὶ τὸν σπόρον ἀπέκρυψαν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ διὰ τοῦτό τινες ὗς οὐκ ἐσθίουσιν, ἑτέρων ζῴων μείζονας ἐπʼ αἰτίαις γλίσχραις, ἐνίων δὲ καὶ πάνυ γελοίαις, τιμὰς ἐχόντων παρὰ τοῖς βαρβάροις. τὴν μὲν γὰρ μυγαλῆν ἐκτεθειάσθαι λέγουσιν ὑπʼ Αἰγυπτίων τυφλὴν οὖσαν, ὅτι τὸ σκότος τοῦ φωτὸς ἡγοῦντο πρεσβύτερον τίκτεσθαι δʼ αὐτὴν ἐκ μυῶν πέμπτῃ γενεᾷ νουμηνίας οὔσης· ἔτι δὲ μειοῦσθαι τὸ ἧπαρ ἐν τοῖς ἀφανισμοῖς τῆς σελήνης. τὸν δὲ λέοντα τῷ ἡλίῳ συνοικειοῦσιν, ὅτι τῶν γαμψωνύχων τετραπόδων βλέποντα τίκτει μόνος· κοιμᾶται δʼ ἀκαρὲς χρόνου καὶ ὑπολάμπει τὰ ὄμματα καθεύδοντος· κρῆναι δὲ κατὰ χασμάτων λεοντείων ἐξιᾶσι κρουνούς, ὅτι Νεῖλος ἐπάγει νέον ὕδωρ ταῖς Αἰγυπτίων ἀρούραις, ἡλίου τὸν λέοντα παροδεύοντος. τὴν δʼ ἶβίν φασιν ἐκκολαφθεῖσαν εὐθὺς ἕλκειν δύο δραχμάς, ὅσον ἄρτι παιδίου γεγονότος καρδίαν· ποιεῖ δὲ τῇ τῶν ποδῶν ἀποτάσει πρὸς ἀλλήλους καὶ πρὸς τὸ ῥύγχος ἰσόπλευρον τρίγωνον. καὶ τί ἄν τις Αἰγυπτίους αἰτιῷτο τῆς τοσαύτης ἀλογίας, ὅπου καὶ τοὺς Πυθαγορικοὺς ἱστοροῦσι καὶ ἀλεκτρυόνα λευκὸν σέβεσθαι καὶ τῶν θαλαττίων μάλιστα τρίγλης καὶ ἀκαλήφης ἀπέχεσθαι, τοὺς δʼ ἀπὸ Ζωροάστρου μάγους τιμᾶν μὲν ἐν τοῖς μάλιστα τὸν χερσαῖον ἐχῖνον, ἐχθαίρειν δὲ τοὺς ἐνύδρους μῦς καὶ τὸν ἀποκτείνοντα πλείστους θεοφιλῆ καὶ μακάριον νομίζειν; οἶμαι δὲ καὶ τοὺς Ἰουδαίους, εἴπερ ἐβδελύττοντο τὴν ὗν, ἀποκτείνειν ἄν,3 ὥσπερ οἱ μάγοι τοὺς μῦς ἀποκτείνουσι· νῦν δʼ ὁμοίως τῷ φαγεῖν τὸ ἀνελεῖν ἀπόρρητόν ἐστιν αὐτοῖς. καὶ ἴσως ἔχει λόγον, ὡς τὸν ὄνον ἀναφήναντα πηγὴν αὐτοῖς ὕδατος τιμῶσιν, οὕτω καὶ τὴν ὗν σέβεσθαι σπόρου καὶ ἀρότου διδάσκαλον γενομένην εἰ μή, νὴ Δία, καὶ τοῦ λαγωοῦ φήσει τις ἀπέχεσθαι τοὺς ἄνδρας, ὡς μυσαρὸν καὶ ἀκάθαρτον δυσχεραίνοντας τὸ ζῷον.

“至于我,”卡利斯特拉托斯说道,“我认为这种动物在那些人当中是享有一番尊崇的。纵然母猪形体丑陋、身满泥淖,但比起金龟子、秃鹰、鳄鱼和猫来,其外表并不更加怪异,其天性亦不更加野蛮,而埃及的祭司们却各自将这些东西视作最神圣者予以事奉。人们说尊崇母猪是出于有益的缘由:盖因据说正是母猪首先用其突出的吻鼻刨开泥土,留下了耕作的痕迹,并示范了犁铧的功用;人们说该农具的名称亦由此从猪而来。再者,那些在埃及境内耕种松软低洼土地的农人,根本无需犁具,而是在尼罗河浸润农田退水之后,跟在后面把猪赶入田地,而猪凭借踏踩与刨掘,迅速将深处的泥土翻起并掩埋了种子。因此,若有人因这一缘故不食猪肉,亦不足为奇,因为在异族人当中,其他动物因微不足道乃至全然荒谬的理由而享有更大尊崇的屡见不鲜。事实上,人们说鼩鼱因其目盲,被埃及人奉为神明,盖因他们认为黑暗先于光明,且鼩鼱在新月时自普通鼠类繁衍至第五代而生;更有甚者,其肝脏在残月隐没之际亦随之缩小。他们将狮子归属于太阳,乃因在利爪四足兽中,唯有狮子产下能视物之幼崽;且它睡眠极短,熟睡时双目亦微放光芒;喷泉从狮口中喷涌流水,亦因太阳行经狮子座时,尼罗河便为埃及的田亩带来新水。据说鹮鸟甫一出壳便重达两德拉克马,恰如刚出生的婴儿心脏之重;它双足互伸并连向长喙,恰成一等边三角形。既然连毕达哥拉斯派都被记载崇奉白公鸡,且在海产中尤忌食红鲻与海葵,而源自琐罗亚斯德的波斯僧侣最敬重陆生刺猬,却仇视水鼠并认为诛杀最多者乃蒙神眷顾的大福之人,那么谁又当指责埃及人如此不可理喻呢?我认为犹太人亦然,若他们当真憎恶猪,便当如波斯僧侣诛杀水鼠一般将其杀死;但如今对他们而言,杀死猪与食用猪同样是被严令禁止的。这或许合乎情理:正如他们敬重曾为他们寻出水泉的毛驴一样,他们崇奉猪亦因其成为了播种与耕作的导师;除非凭宙斯起誓,有人会说那些人忌食野兔,亦是将其视作污秽不洁之物而加以嫌恶。”

语法注3 条
  1. 1τὸν ἕτερον λόγον ἐκκρούων

    现在分词 ἐκκρούων 意为“打断”、“挡开”或“使偏离”,支配宾语 τὸν ἕτερον λόγον。语境表明卡利斯特拉托斯阻断了其他人企图延续关于海产正义性的辩论(βουλομένων τινῶν ἀντικατατείνειν),从而转向兰普里亚斯此前提及的犹太人避食猪肉这一论题。

  2. 670aἀλλʼ οὐ κανθάρου καὶ γυπὸς καὶ κροκοδείλου καὶ αἰλούρου τὴν ὄψιν ἀτοπώτερον ἢ τὴν φύσιν ἀμουσότερον

    接续在让步条件从句(εἰ δὲ δύσμορφον...)之后的 ἀλλά 引导主句,起强烈转折对比作用(归结从句中的 ἀλλά)。比较级中性单数谓语 ἀτοπώτερον 与 ἀμουσότερον 后接属格(κανθάρου 等)作为比较从属成分,而 τὴν ὄψιν 与 τὴν φύσιν 则为表方面(限制)的宾格。

  3. 670cεἴπερ ἐβδελύττοντο τὴν ὗν, ἀποκτείνειν ἄν

    依赖于动词 οἶμαι 的间接引语非真实条件句。条件从句使用未完成过去时直陈式(εἴπερ ἐβδελύττοντο),归结从句在直接引语中本为未完成过去时加 ἄν(ἀπέκτεινον ἄν),在此转换为现在时不定词加 ἄν(ἀποκτείνειν ἄν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.5.1-4.5.2