- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.4.3-4.4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙玛科斯从哲学角度论辩,提出盐是维系食欲与助消化的至上美味,海产轻清有益健康;兰普里亚斯则补充道,水生动物与人完全殊异且无情理关联,食用水产乃是最合乎正义之事。
ἐγὼ δʼ ὁ Σύμμαχος ἔφη τῷ πράγματι μετὰ σπουδῆς πρόσειμι καὶ διαλεκτικώτερον. εἰ γὰρ ὄψον ἐστὶ τὸ τὴν τροφὴν ἐφηδῦνον, ἄριστον ἂν ὄψον εἴη τὸ μάλιστα τὴν ὄρεξιν ἐπὶ τῷ σίτῳ κατασχεῖν δυνάμενον. ὥσπερ οὖν οἱ προσαγορευθέντες Ἐλπιστικοὶ φιλόσοφοι συνεκτικώτατον εἶναι τοῦ βίου τὸ ἐλπίζειν ἀποφαίνονται τῷ ἀπούσης ἐλπίδος οὐδʼ ἡδυνούσης οὐκ ἀνεκτὸν εἶναι τὸν βίον,1 οὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον, οὗ μὴ παρόντος ἄχαρις γίγνεται τροφὴ πᾶσα2 καὶ δυσπρόσοιστος. τῶν μὲν οὖν ἐκ γῆς τοιοῦτον οὐδὲν εὑρήσεις, τῶν δὲ θαλαττίων τὸν ἅλα πρῶτον, οὗ χωρὶς οὐδὲν ὡς ἔπος εἰπεῖν ἐστιν ἐδώδιμον· ἀλλὰ καὶ τὸν ἄρτον οὗτος ἐμμιγνύμενος συνηδύνει· διὸ καὶ Δήμητρος σύνναος ὁ Ποσειδῶν, καὶ τῶν ἄλλων ὄψων οἱ ἅλες ἥδιστον ὄψον εἰσίν. οἱ γοῦν ἥρωες εὐτελοῦς καὶ λιτῆς ἐθάδες ὥσπερ ἀσκηταὶ διαίτης ὄντες καὶ τῆς τροφῆς πᾶσαν ἡδονὴν ἐπίθετον καὶ περίεργον ἀφελόντες, ὡς μηδʼ ἰχθύσι χρῆσθαι παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντες, οὐχ ὑπέμενον τὰ κρέα χωρὶς ἁλῶν προσφέρεσθαι, μαρτυροῦντες ὅτι τοῦτο τῶν ὄψων μόνον ἀπαραίτητόν ἐστιν. ὡς γὰρ τὰ χρώματα τοῦ φωτός, οὕτως οἱ χυμοὶ τοῦ ἁλὸς δέονται πρὸς τὸ κινῆσαι τὴν αἴσθησιν εἰ δὲ μή, βαρεῖς τῇ γεύσει προσπίπτουσι καὶ ναυτιώδεις. νέκυες γὰρ κοπρίων ἐκβλητότεροι καθʼ Ἡράκλειτον, κρέας δὲ πᾶν νεκρόν ἐστι καὶ νεκροῦ μέρος· ἡ δὲ τῶν ἁλῶν δύναμις, ὥσπερ ψυχὴ παραγενομένη, χάριν αὐτῷ καὶ ἡδονὴν προστίθησι. διὸ καὶ προλαμβάνουσι τῆς ἄλλης τροφῆς τὰ δριμέα καὶ τὰ ἁλμυρά, καὶ ὅλως ὅσα μάλιστα τῶν ἁλῶν μετέσχηκε· γίγνεται γὰρ φίλτρα ταῦτα τῇ ὀρέξει πρὸς τἄλλα ὄψα, καὶ δελεασθεῖσα διὰ τούτων ἐπʼ ἐκεῖνα πρόσεισι νεαλὴς καὶ πρόθυμος· ἐὰν δʼ ἀπʼ ἐκείνων ἄρξηται, ταχέως ἀπαγορεύει. οὐ μόνον τοίνυν πρὸς τὴν τροφὴν ἀλλὰ καὶ πρὸς ποτὸν ὄψον εἰσὶν οἱ ἅλες. τὸ μὲν γὰρ Ὁμηρικὸν ἐκεῖνο κρόμυον ποτῷ ὄψον ναύταις καὶ κωπηλάταις μᾶλλον ἢ βασιλεῦσιν ἐπιτήδειον ἦν· τὰ δʼ ὑφαλμυρίζοντα μετρίως τῶν σιτίων διʼ εὐστομίαν πᾶν μὲν οἴνου γένος ἡδὺ τῇ γεύσει καὶ λεῖον ἐπάγει, πᾶν δʼ ὕδωρ προσφιλὲς παρέχεσθαι ἄλκιμον· ἀηδίας δὲ καὶ δυσχερείας, ἣν ἐμποιεῖ τὸ κρόμμυον, οὐδʼ ὀλίγον μετέσχηκεν ἀλλὰ καὶ διαφορεῖ τὴν ἄλλην τροφὴν καὶ παραδίδωσιν εὐπειθῆ καὶ μαλακωτέραν τῇ πέψει, εὔχαριν μὲν χάριν ὄψου δύναμιν δὲ φαρμάκου τῷ σώματι τῶν ἁλῶν προσφερομένων. καὶ μὴν τὰ γʼ ἄλλα θαλάττης ὄψα πρὸς τῷ ἡδίστῳ καὶ τὸ ἀβλαβέστατον ἔχει· κρεώδη μὲν γάρ ἐστιν οὐ βαρύνει δʼ ὁμοίως, ἀλλὰ καταπέττεται καὶ διαφορεῖται ῥᾳδίως. μαρτυρήσει δʼ οὑτοσὶ Ζήνων καὶ νὴ Δία Κράτων, οἳ τοὺς ἀσθενοῦντας πρὸ τῶν ἄλλων ἁπάντων ἐπὶ τὸν ἰχθὺν ἄγουσιν ὡς κουφότατον ὄψων. καὶ λόγον ἔχει τὴν θάλατταν ὑγιεινὰ καὶ διαπεπονημένα τοῖς σώμασιν ἐκτρέφειν, εἴ γε καὶ ἡμῖν ἀέρα λεπτότητι καὶ καθαρότητι πρόσφορον ἀναδίδωσιν.
“至于我,”叙玛科斯说道,“我将更严肃、更具辩证性地来探讨此事。盖因如果美味乃是使食物增添甘美之物,那么最佳的美味便应当是最能够维持对食物之食欲者。因此,正如那些被称为‘希望派’的哲学家断言,抱有希望乃是生命最根本的支柱,因为若无希望且希望不使之甘美,生命便不堪忍受;同样,我们也必须把那种一旦缺失、一切食物便变得乏味且难以下咽之物,确立为对食物食欲的根本支柱。在陆产之中,你决计找不到这样的事物,但在海产之中,首先便是盐,可以说若没有盐,便没有任何东西堪以食用;相反,哪怕是面包,混入盐后也变得甘美。因此波塞冬与德墨忒尔同处一庙,而在其余一切佳肴中,盐乃是最甘美的美味。无论如何,古代英雄们虽习惯于如苦行者般粗陋简朴的饮食,剔除了食物中一切外加与繁复的享乐,以至于在赫勒斯滂扎营时连游鱼也不享用,却绝无法忍受不蘸盐而进食肉类,这正证明了在诸多佳肴中唯有盐是不可或缺的。因为正如色彩需要光线一样,滋味亦需要盐来激发感觉;否则,它们落在味觉上便显得滞重且令人作呕。盖因依照赫拉克利特所言, ‘尸体比粪堆更该被抛弃’, 而一切肉类皆是死物,是尸体的一部分;但盐的效能犹如灵魂介入一般,为其赋予了美味与愉悦。因此人们在其他食物之前,先吃些辛辣与咸涩之物,总之一切最富盐分的东西;因为这些东西成了食欲通往其他佳肴的引诱剂,食欲藉由它们被诱发后,便新鲜而热烈地扑向那些菜肴;但若直接从那些菜肴开始,食欲便很快厌倦。因此,盐不仅是食物的佳肴,亦是饮品的佳肴。荷马笔下那句 ‘洋葱,饮酒之佐味’, 适宜于水手和桨手,却不适于君王;而那些微带咸味的食物由于爽口,使各色葡萄酒入口皆变得甘美顺滑,使一切清水皆显得可口而令人精神振作;且丝毫没有洋葱所引起的那种恶心与不快,反倒能消解其他食物,使其顺从且更加柔软地适于消化,盐之引入,既赋予了身体佳肴的宜人享受,又赋予了药物的效能。再者,大海的其他美味除了至为甘美之外,更兼具极不易致害的品性;盖因它们虽有肉质,却不像兽肉那般沉滞胃腹,而是极易被消化与散解。在座的芝诺,指着宙斯起誓还有克拉同,皆可作证,他们引导病患在所有其他食物之前首先食用游鱼,视其为佳肴中最轻清者。大海为我们的身躯滋养出健康且精练之物,这本是合乎情理的,倘若它凭借微细与纯净,亦为我们散发适宜的空气的话。”
ὀρθῶς ἔφη λέγεις ὁ Λαμπρίας, ἀλλʼ ἔτι τῷ λόγῳ προσφιλοσοφήσωμεν. ὁ γὰρ ἐμὸς πάππος εἰώθει λέγειν ἑκάστοτε τοὺς Ἰουδαίους ἐπισκώπτων, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν· ἡμεῖς δὲ φήσομεν δικαιότατον ὄψον εἶναι τὸ ἐκ θαλάττης· πρὸς μὲν γὰρ ταυτὶ τὰ χερσαῖα κἂν ἄλλο μηδὲν ἡμῖν δίκαιον,3 ἀλλὰ τρέφεταί γε τοῖς αὐτοῖς καὶ λαμβάνει τὸν αὐτὸν ἀέρα, καὶ λουτρὰ καὶ ποτὸν αὐτοῖς ἅπερ ἡμῖν ἔστιν· καὶ σφάττοντες ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη4 καὶ σύντροφα ταῖς διαίταις. τὸ δὲ τῶν ἐναλίων γένος ἔκφυλον ὅλως καὶ ἄποικον ἡμῶν, ὥσπερ ἐν ἄλλῳ τινὶ κόσμῳ γεγονότων καὶ ζώντων, οὔτʼ ὄψις οὔτε φωνή τις οὔθʼ ὑπουργία παραιτεῖται τῆς προσφορᾶς, οὐδὲν γὰρ ἄν τις ἔχοι χρήσασθαι ζῶσιν, ἃ μηδʼ ὅλως ζῇ παρʼ ἡμῖν· οὐδὲ δεῖ τινος ἐπʼ αὐτὰ στοργῆς, ἀλλʼ ὥσπερ Ἅιδης αὐτοῖς ἐστιν οὗτος ὁ παρʼ ἡμῖν τόπος· ἐλθόντα γὰρ εἰς αὐτὸν εὐθέως τέθνηκεν.
“你说得极是,”兰普里亚斯说道,“但让我们在此论点上再作进一步的哲学探讨。我的祖父每每取笑犹太人,常说他们不吃最符合正义的肉类;而我们则当断言,最符合正义的美味乃是来自大海之物。因为对于这些陆生动物,即便我们在其他方面毫无正义可言,但它们至少与我们吃着同样的粮食,吸着同样的空气,有着与我们相同的洗浴和饮水;人们屠宰它们时,因它们发出哀鸣,且在日常生活中已使绝大多数动物成为熟稔而共处的伙伴,亦心生羞愧。然而海中生物则完全是异类,与我们疏离,犹如在另一世界中生成与活着一般,其容貌、声音或任何役劳都无法为免于沦为盘中餐而求情;因为任何人皆无法利用活着的海物,盖因它们在我们这里根本无法存活;对它们亦无须动任何恻隐温情,我们这里的场所对它们而言犹如冥府;因为一旦来到此处,它们便立刻死去了。”
- 668eτῷ ἀπούσης ἐλπίδος οὐδʼ ἡδυνούσης οὐκ ἀνεκτὸν εἶναι τὸν βίον
带有与格定冠词的实质化不定式短语 τῷ... οὐκ ἀνεκτὸν εἶναι τὸν βίον 表示原因(“因……生命便不堪忍受”)。其内部嵌套了属格绝对结构 ἀπούσης ἐλπίδος οὐδʼ ἡδυνούσης(“若无希望且希望不使之甘美”)。
- 668eοὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον, οὗ μὴ παρόντος ἄχαρις γίγνεται τροφὴ πᾶσα
形容词 συνεκτικόν 与动词性形容词 θετέον 连用作谓语补足成分,关系代词 οὗ 的先行词(省去的宾格代词 [τοῦτο])被省略。整句骨架为:“我们也必须把[那]一旦缺失所有食物便变得乏味之物,确立为食欲的支柱”。
- 669dκἂν ἄλλο μηδὲν ἡμῖν δίκαιον
由 κἂν (= καὶ ἐάν) 引导的让步从句,省略了虚拟式系动词 ᾖ;ἡμῖν 为表示关联或所属的与格(“在我们之间 / 对我们而言”),意为“即便在我们之间并无其他正义可言”。
- 669dκαὶ σφάττοντες ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη
分词 σφάττοντες(“屠宰时”)与 πεποιημένοι(“视作……”)为阳性复数主格,修饰动词 ἐδυσωποῦντο 的泛指人类主语(“人们感到羞愧/不忍”)。而中性复数宾格短语 φωνὴν ἀφιέντα γοεράν 与 τὰ πλεῖστα 则指代前文的陆生动物(ταυτὶ τὰ χερσαῖα)。
