- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.4.1-4.4.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在优卑亚的艾德普索斯,宾客们面对丰盛的餐席,探讨陆产与海产何者更为优胜。波吕克拉忒斯援引日常语言习惯以及先贤名人的轶事,力主海味向来被视为无可匹敌的真正佳肴。
τῆς Εὐβοίας ὁ Αἰδηψός, οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυὲς πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον.,οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον ἀποδέδεικται τῆς Ἑλλάδος· πολλῶν δὲ καὶ πτηνῶν καὶ χερσαίων ἁλισκομένων, οὐχ ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν καὶ πολὺν ἐκτρέφουσα. μάλιστα δʼ ἀνθεῖ τὸ χωρίον ἀκμάζοντος ἔαρος· πολλοὶ γὰρ ἀφικνοῦνται τὴν ὥραν αὐτόθι καὶ συνουσίας ποιοῦνται μετʼ ἀλλήλων ἐν ἀφθόνοις πᾶσι, καὶ πλείστας περὶ λόγους ὑπὸ σχολῆς διατριβὰς ἔχουσι. Καλλιστράτου δὲ τοῦ σοφιστοῦ παρόντος, ἔργον ἦν ἀλλαχόθι δειπνεῖν·1 ἄμαχος γὰρ ἡ φιλοφροσύνη, καὶ τὸ πάντας εἰς ταὐτὸ συνάγειν ἐπιεικῶς τοὺς χαρίεντας ἥδιστον παρεῖχε πολλάκις μὲν γὰρ ἐμιμεῖτο τῶν παλαιῶν τὸν Κίμωνα, πολλοὺς καὶ παντοδαποὺς ἑστιῶν ἡδέως· ἀεὶ δʼ ὡς ἔπος εἰπεῖν τὸν Κελεόν, ὃν πρῶτον ἱστοροῦσιν εὐδοκίμων καὶ ἀγαθῶν ἀνδρῶν κατασκευάσαντα σύνοδον καθημερινὴν ὀνομάσαι πρυτανεῖον.
优卑亚的艾德普索斯乃是一处天然胜地,其温泉拥有许多适于自由民享乐的事物,且建有宅邸与起居之所,已被公认为全希腊共同的居留疗养地。虽然当地亦捕获许多飞禽与陆兽,但大海亦同样使市场上的食桌极尽丰盛,在洁净且近岸即深的水域中滋养出大量优质游鱼。该地在春光极盛之际尤为繁荣,因众人皆乘此时节前往彼处,在诸物充裕之中彼此聚会,并在悠闲之余以辩难清谈打发大半时光。当智者卡利斯特拉托斯在场时,人们便很难在别处用餐;因其盛情款待令人无可推拒,而将所有文雅之士适如其分地聚于一堂亦带来了极大的愉悦。盖因他屡屡效法古人中的客蒙,欣然款待形形色色的众多宾客;且可以说几乎时刻效仿刻勒俄斯——据记载,此人最早创立了知名贤达之士的每日聚会并名之以“市政厅”。
ἐγίγνοντο δὴ λόγοι τοιαύτῃ συνουσίᾳ πρέποντες ἑκάστοτε· καί ποτε παρέσχον αἱ τράπεζαι, ποικιλώταται γενόμεναι, ζήτησιν ὑπὲρ ὄψων, πότερον τὰ ἐκ γῆς ἢ τὰ ἐκ θαλάττης ἐπιτηδειότερα καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ὑμνούντων τὰ ἐκ γῆς πολλὰ καὶ παντοδαπὰ καὶ δυσεξαρίθμητα τοῖς γένεσι καὶ ταῖς διαφοραῖς, τὸν Σύμμαχον ὁ Πολυκράτης προσαγορεύσας σὺ δʼ εἶπεν ἀμφίαλον ὢν ζῷον καὶ τοσαύταις ἐντεθραμμένος θαλάτταις, αἳ τὴν ἱερὰν πέριξ ὑμῶν ἑλίττουσι Νικόπολιν, οὐκ ἀμύνεις τῷ Ποσειδῶνι; βούλομαί γε νὴ Δίʼ ὁ Σύμμαχος εἶπε, καὶ σὲ παραλαμβάνω καὶ παρακαλῶ, τὰ ἥδιστα τῆς Ἀχαϊκῆς καρπούμενον θαλάττης. οὐκοῦν ἔφη πρῶτον ὁ Πολυκράτης ἴωμεν ἐπὶ τὴν συνήθειαν. ὡς γὰρ πολλῶν ὄντων ποιητῶν ἕνα τὸν κράτιστον ἐξαιρέτως ποιητὴν καλοῦμεν, οὕτω πολλῶν ὄντων ὄψων ἐκνενίκηκεν ὁ ἰχθὺς μόνος ἢ μάλιστά γʼ ὄψον καλεῖσθαι2 διὰ τὸ πολὺ πάντων ἀρετῇ κρατεῖν. καὶ γὰρ ὀψοφάγους καὶ φιλόψους λέγομεν οὐχὶ τοὺς βοείοις χαίροντας, ὥσπερ Ἡρακλῆς ὃς τοῖς κρέασι χλωρὰ σῦκʼ ἐπήσθιεν οὐδὲ τὸν φιλόσυκον οἷος ἦν Πλάτων, οὐ φιλόβοτρυν οἷος Ἀρκεσίλαος· ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναδιδόντας ἑκάστοτε καὶ τοῦ κώδωνος ὀξέως ἀκούοντας. καὶ ὁ Δημοσθένης τὸν Φιλοκράτην φησὶν ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἀγοράζειν, ἐπʼ ὀψοφαγίᾳ καὶ ἀσελγείᾳ τὸν ἄνδρα λοιδορῶν. ὁ δὲ Κτησιφῶν οὐ κακῶς, ὀψοφάγου τινὸς ἐν τῇ βουλῇ βοῶντος ῥαγήσεσθαι, μηδαμῶς εἶπεν ὦ ἄνθρωπε ποιήσῃς ἡμᾶς ἰχθυοβρώτους. ὁ δὲ τὸ στιχίδιον τοῦτο ποιήσας "πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν" τί ποτε βούλεται; τί δʼ οἱ πολλοὶ βούλονται, πρὸς θεῶν, ὅταν ἡδέως γενέσθαι παρακαλοῦντες ἀλλήλους λέγωσι σήμερον ἀκτάσωμεν3 οὐχὶ τὸ παρʼ ἀκτῇ δεῖπνον ἥδιστον ἀποφαίνουσιν ὥσπερ ἔστιν; οὐ διὰ τὰ κύματα καὶ τὰς ψηφῖδας τί γάρ; ἐπʼ ἀκτῆς τις λέκυθον ὀψᾶται καὶ κάππαριν;ʼ ἀλλʼ ὡς ἰχθύος ἀφθόνου καὶ νεαροῦ τὴν παράλιον τράπεζαν εὐποροῦσαν. καὶ μέντοι καὶ πιπράσκεται παρὰ λόγον ἁπάντων τιμιώτατον τὸ θαλάττιον ὄψον· ὁ γοῦν Κάτων οὐχ ὑπερβολικῶς ἀλλʼ ἀληθῶς πρὸς τὴν τρυφὴν καὶ πολυτέλειαν τῆς πόλεως δημηγορῶν εἶπεν, ὅτι πλείονος πιπράσκεται ἐν Ῥώμῃ ἰχθὺς ἢ βοῦς. κεράμιόν τε γὰρ πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα.4 καίτοι φαρμάκων δυνάμεως ὁ ἰατρικώτατος ἄριστος κριτὴς καὶ μελῶν ἀρετῆς ὁ φιλομουσότατος, οὐκοῦν καὶ ἀρετῆς ὄψων ὁ φιλοψότατος· οὐ γὰρ Πυθαγόρᾳ γε τούτων οὐδὲ Ξενοκράτει διαιτητῇ χρηστέον, Ἀνταγόρᾳ δὲ τῷ ποιητῇ καὶ Φιλοξένῳ τῷ Ἐρύξιδος καὶ τῷ ζωγράφῳ Ἀνδροκύδει, ὅν φασι τὴν Σκύλλαν ζωγραφοῦντα τοὺς περὶ αὐτὴν ἰχθῦς ἐμπαθέστατα καὶ ζωτικώτατα διʼ ὀψοφαγίαν ἐξεργάσασθαι. Ἀνταγόρᾳ δʼ ὁ βασιλεὺς Ἀντίγονος ἐν τῷ στρατοπέδῳ λοπάδα γόγγρων ἕψοντι περιεζωσμένῳ παραστὰς ἆρά γʼ εἶπε τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράφειν γόγγρους ἕψοντα; κἀκεῖνος οὐ φαύλως σὺ δʼ οἴει ἔφησε τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει; ταῦτʼ εἶπεν ὁ Πολυκράτης ἔγωγε συμβάλλομαι καὶ ὑμῖν καὶ νὴ Δία τοῖς ἰχθυοπώλαις ἀπὸ τῶν μαρτύρων καὶ τῆς συνηθείας.
当时在每一次适于此类聚会的清谈中,皆有论题生发;有一回,餐桌上的菜肴极尽繁多,遂引出了关于美味的探究:究竟是陆产还是海味更为有益合宜。在其余几乎所有人都赞颂陆产繁盛多类、品类与差别不可胜数之际,波吕克拉忒斯向着叙玛科斯开口道: “而你,”他说道,“身为两面环海之物,又受育于环绕着你们神圣尼科波利斯的浩瀚海域,难道不出面为波塞冬辩护吗?” “指着宙斯起誓,我当然愿意,”叙玛科斯说道,“而且我要拉上你并央求你相助,你正享受着阿开亚之海最甜美的果实呢。” “那么,”波吕克拉忒斯说道, “我们首先便从语言习惯谈起。正如尽管诗人众多,我们却特选最卓越的一位径称为‘诗人’一样,美味佳肴虽多,唯独游鱼——或主要是游鱼——赢得了被称为‘佳肴’的专名,皆因其在品质上远胜一切。因为我们称之为‘贪饕佳肴者’与‘嗜美味者’的,绝非那些喜食牛肉之人,犹如赫拉克勒斯 在肉食之上兼啖青无花果, 亦非柏拉图那般的嗜无花果者,或阿尔克西拉乌斯那般的嗜葡萄者;而是那些时刻在鱼市流连忘返、一闻鱼市铜铃便迅疾赶赴之人。德摩斯梯尼亦称,菲洛克拉忒斯用出卖城邦所得的金子 购买娼妓与游鱼, 以此痛斥该人的贪馋与放荡。克忒西丰亦说得极妙,当议事会中某位饕餮之徒大呼肚胀欲裂之际: ‘绝不可啊,’ 他说道, ‘先生,莫要让我们沦为鱼食!’ 而作此短诗之人: ‘本能食得花鲈鱼,奈何守着刺山柑’, 究竟是何意图?看在诸神的份上,众人互邀享乐之际说道: ‘今日且去海滩欢聚’, 这究竟又是何意?难道不是正如实情那样,表明海滨之宴最为甘美么?这绝非因着波涛与卵石——何苦呢,难道有人在海滩上把豆粥和刺山柑当佳肴享用吗?——而是因为临海的餐桌充溢着丰饶而新鲜的游鱼。况且,海中佳品卖得极不合情理地昂贵,冠绝万物;至少加图抨击罗马城的奢靡放纵时,并非夸大而是如实说道,在罗马一条鱼售价竟贵于一头牛。因为他们售卖一罐鱼的价格,竟是一百头公牛的祭祀被屠宰后所换不来的。然而,良药之效力以至良之医者为最佳裁判,乐曲之高下以深谙音乐者为最佳裁判;是以佳肴之优劣,亦必以至嗜美味者为裁判。在这些事上切不可求助于毕达哥拉斯或克塞诺克拉底作为公断人,而当求助于诗人安塔哥拉斯、厄律克西斯之子菲洛克塞诺斯以及画家安德洛库得斯——据说此人绘制斯库拉时,出于嗜鱼之癖,将环绕其身的游鱼描绘得极尽生动传神。又有一回,安塔哥拉斯在军营中束起衣裳煮一锅康吉鳗,安提柯国王伫立其旁说道: ‘你难道认为,’ 国王说道, ‘荷马是在煮着康吉鳗时记叙阿伽门农的丰功伟绩吗?’ 那人亦毫不逊色地回答: ‘那么你认为,’ 他说道, ‘阿伽门农成就那些功勋,是靠在军营里到处打听谁在煮康吉鳗吗?’ 这些,”波吕克拉忒斯说道,“便是我援引诸般见证与语言习惯,向你们、亦指着宙斯起誓向鱼贩们所奉上的论据。”
- 667dἔργον ἦν ἀλλαχόθι δειπνεῖν
短语 ἔργον ἦν 乃是习惯用法,意为“是一件难事/苦事”(相当于 χαλεπὸν ἦν),不定式 ἀλλαχόθι δειπνεῖν 充当其实质主语。此处生动地表现了卡利斯特拉托斯的热情款待令人难以推拒,以至于根本无法在别处用餐。
- 667eἐκνενίκηκεν ὁ ἰχθὺς μόνος ἢ μάλιστὰ γʼ ὄψον καλεῖσθαι
完成时动词 ἐκνενίκηκεν 与被动不定式 καλεῖσθαι 连用,构成人称句式,意为鱼“战胜其他诸物而赢得了被独称为‘佳肴’的资格”。ὁ ἰχθὺς 为主语,ὄψον 则是与被动不定式连用的主格表语。
- 668bσήμερον ἀκτάσωμεν
动词 ἀκτάζω 是由名词 ἀκτή(海滩、海滨)派生而来的动词,意为“在海滩消磨时光”或“在海边设宴作乐”。此处用作第一人称复数劝诱虚拟语气('今日且去海滨欢宴'),引用了民间口语中互相邀约的俗谚。
- 668cκεράμιόν τε γὰρ πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα
τιμῆς 为表示价格的属格,后接由 ὅσην 引导的关系从句修饰。从句中的 ἄλφοι 与 ἄν 构成潜在希求法('本无法换得的'),分词 κατακοπεῖσα 含有条件意味('若被屠宰割开')。βούπρῳρος('牛首的/公牛的')是形容盛大牛祭的诗性修饰语。
