- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.3.1-4.3.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在奥托布鲁斯的婚礼上,索西乌斯·塞内基奥提出了为何婚宴受邀宾客最多的问题,他反驳了赫卡泰乌斯的观点,指出婚礼具有无法隐蔽的公开性;随后塞翁补充道,两家联姻的互敬以及妇女的广泛参与也是宾客倍增的原因。
ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας ὁ Σόσσιος Σενεκίων· καὶ πολλῶν ἄλλων τε τῇ τόθʼ ἑορτῇ μάλα πρεπόντων παρέσχεν ἀφορμὰς καὶ περὶ τῆς αἰτίας, διʼ ἣν πλεῖστοι τῶν ἄλλων ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε. καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι1 μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπών ἔφη περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος ὁ Ἀβδηρίτης λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρʼ ἐλευθέρων γαμοῦσι.2 τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς γαμοῦντας, ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν· ὡς ὁ Μένανδρος πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν ωπον δεινῶς οὐ πρᾶγμα νύμφης λέγεις.
在吾儿奥托布鲁斯的婚礼上,索西乌斯·塞内基奥从喀罗尼亚赶来与我们共庆佳节;他不仅引出了许多与当时盛会极为相称的话题,而且还提出了一个疑问:究竟因何缘故,参加婚宴的人数要远多于其他任何宴饮。盖因在立法者中,那些竭力打击奢靡之人尤为严格地限制了受邀参加婚礼的人数。 “因为在古代哲学家中,”他说道,“论及这一缘由者,至少依我之见,未曾说过任何令人信服之语。阿布德拉的赫卡泰乌斯称,娶妻者邀请众人赴宴,是为了让众多的人能够明悉并作证他们是自由民身份,且所娶之妻亦出自自由民之家。然而相反,喜剧诗人们却将那些以宴席和筹备之奢华而大肆铺张夸耀成婚者,描绘得仿佛结合得并不牢靠亦缺乏底气;正如米南德对那吩咐用平锅围起之人所说:‘你所说的乃是可怕之事,绝非新娘之礼。’
ἀλλʼ ὅπως μή, τὸ ῥᾷστον, ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι πρῶτος εἶπεν ἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως ἔκδηλον εἶναι καὶ περιβόητον, ὡς τὴν τῶν γαμούντων· καὶ γὰρ θύοντας θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων3 ἡ δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, ἅ φησιν Ὅμηρος καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς παραλαμβάνουσιν.
但为了不显得我们——这是最容易的事——自己一言不发却只知挑剔他人,我首先阐明,”他说道,“没有任何设宴的由头能够像婚嫁那样显豁而众所周知。因为向神祇献祭、为友人送行或款待宾客,尚可不让许多熟人知晓;然而婚宴的餐桌却有一大控告者,那便是高声喧鸣的合婚曲、火炬与长笛,正如荷马所说,连伫立门前的妇女们也会驻足惊叹顾盼。因此,既然无人不知这场款待与邀约,主家耻于遗漏任何人,便将所有的熟人、亲眷以及无论以何种方式与自身沾亲带故者尽皆邀请而来。”
ἀποδεξαμένων δʼ ἡμῶν, ὑπολαβὼν ὁ Θέων καὶ τοῦτʼ ἔφη κείσθω· οὐκ ἀπίθανον γάρ ἐστι· κἀκεῖνο πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ συνιόντων δυεῖν, ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι.
在我们认可之后,塞翁接过话茬: “这一条,”他说道,“也姑且确立下来;因为它颇具说服力。而且若你愿意,还可以加上那一点:此类宴饮不仅关乎友朋,亦关乎同族,因另一重亲族纽带正融入家族之中。而更重于此者,乃是当两家合为一家之际,娶妇之家认为理当礼遇嫁女之家的亲友,嫁女之家亦认为理当款待娶妇之家的亲友,从而使受邀宾客成倍增加。此外,婚礼中许多乃至大部分事务皆由妇人操办;而在妇人出席之处,男子自然亦必受邀参加。”
- 666eτῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι
“对格+不定式”结构。承接前文 διηπόρησε 的语境,作为间接引语引出关于限制婚宴人数的历史常识。不定式 ὁρίσαι 的逻辑主语为对格短语 τοὺς ... πολεμήσαντας(全力斗争之人),属格 τῶν νομοθετῶν 作为部分属格修饰该对格词组。
- 666eἐλευθέροις οὖσι καὶ παρʼ ἐλευθέρων γαμοῦσι
与格分词短语。在句中作为与 συνειδῶσι 和 μαρτυρῶσιν 连用的关系与格(与格宾语),指代主文中的新郎(τοὺς ἀγομένους γυναῖκας),表述语性补足:“为他们身为自由民且娶自由民之女作证”。
- 666eκαὶ γὰρ θύοντας θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων
无人称动词 ἔστι(可以、可能)句式。对格分词 θύοντας、προπέμποντας 与 ξενίζοντας 作为不定式 διαλαθεῖν 的主语(“献祭者、送行者、宴请者瞒过……”),而 πολλοὺς τῶν ἐπιτηδείων 则是 διαλαθεῖν 的对格宾语。
