← 普鲁塔克

食桌谈话录

§4.2.4

沉睡者免遭雷击之害的原因

讲话者就沉睡者为何免遭雷击之害进行了解释,将其归因于雷火极其精微的特质、睡眠时肉身弛缓多孔的生理状态,以及因毫无知觉而免受恐惧震慑的保护作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.4

ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντας παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν,1 τὰ μὲν ἄλλα παρίεσαν συνομολογοῦντες, περὶ δὲ τῶν ἐν τοῖς καθεύδουσι μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν. ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον·2 ὅμως δʼ οὖν ἔφην ὡς τὸ κεραύνιον πῦρ ἀκριβείᾳ καὶ λεπτότητι θαυμαστὸν ἐστιν, αὐτόθεν περὶ τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας, καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν κίνησιν ὀξύτητος ἀποσειομένης καὶ διακαθαιρούσης. διόβλητον μὲν οὐδέν ὥς φησι Δημόκριτος παρʼ αἰθρίης στέγειν σέλας. τὰ μὲν οὖν πυκνὰ τῶν σωμάτων, σίδηρος, χαλκός, ἄργυρος, χρυσός, ἀποστέγει καὶ φθείρεται καὶ τήκεται, πάσχοντα τῷ προσμάχεσθαι καὶ ἀντερείδειν τῶν δʼ ἀραιῶν καὶ πολυπόρων καὶ χαλώντων ὑπὸ μανότητος ἀψαυστὶ διεκθεῖ, καθάπερ ἱματίων καὶ ξύλων αὔων· τὰ δὲ χλωρὰ κάει, τῆς ὑγρότητος ἀντιλαμβανομένης καὶ συνεξαπτομένης. εἴπερ οὖν τὸ τοὺς καθεύδοντας μὴ ἀποθνήσκειν ὑπὸ κεραυνῶν ἀληθές ἐστιν, ἐνταῦθα δεῖ ζητεῖν οὐκ ἀλλαχόθι τὴν αἰτίαν. μᾶλλον γὰρ ἔρρωται καὶ συνέστηκε καὶ ἀντερείδει τὰ σώματα τῶν ἐγρηγορότων, ἅτε δὴ πᾶσι τοῖς μέρεσι πεπληρωμένα πνεύματος· ὑφʼ οὗ καὶ τὰς αἰσθήσεις ἐπιστρέφοντος ὥσπερ ἐν ὀργάνῳ καὶ σφίγγοντος εὔτονον γέγονε καὶ συνεχὲς αὑτῷ καὶ πυκνὸν τὸ ζῷον. ἐν δὲ τοῖς ὕπνοις ἐξανεῖται, καὶ μανὸν καὶ ἀνώμαλον καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος καὶ ἀπολείποντος, διʼ ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσι μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι. τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἥκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ ὁ κεραυνὸς διιπταμένοις. τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις ἡ φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας· ὧν δʼ ἄμαχος ἡ δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων. πρόσλαβε δὲ τούτοις ἔφην οὔτι μικρὰν ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφʼ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖν ἀπέθανον.3 καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ συννεύειν· τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλʼ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἔοικεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος "πολλοὺς γάρ ὡς ὁ Εὐριπίδης φησὶ βροντῆς πνεῦμʼ ἄναιμον ὤλεσε" καὶ γὰρ ἄλλως τῶν αἰσθητηρίων ἡ ἀκοὴ παθητικώτατὸν ἐστι, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν. οἱ δʼ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν.

当我催促并说道,正是像在喜剧中吊起舞台机关、轰鸣雷声那样在饮宴之际谈论雷电的好时机,大家便一致同意搁置其他事情,却执意要听听关于沉睡之人不遭雷击的道理。对我而言,触碰一个具有普遍理路的成因并未带来什么新进展;尽管如此,我还是说道:霹雳之火在精细与微密上令人叹为观止,它从生成之初便源自纯粹而洁净的本体,任何混杂于其中的湿润或泥土之物,都因其运动的迅猛而被震落并荡涤殆尽。 正如德谟克利特所言: “没有任何事物,能抵挡宙斯自晴空投下的光辉。” 因此,致密之物——如铁、青铜、白银、黄金——阻遏它,便因抗拒相抵而受损、坏败并熔化;而对于那些因松散而稀疏、多孔且弛缓之物,雷火穿行其间却秋毫无犯,就像穿过衣物和干柴一样。然而湿木却会被焚烧,因为其湿气攫住了火,并随之共同燃烧。由此可见,如果沉睡者不被雷电击毙之说是真实的,那么就应当在此处而非他处寻求原因。因为清醒者的肉身更为强固、凝合而具抵御力,因其全身各部位都充盈着精气(pneuma);精气将感官如乐器般调校紧绷,使活物变得张弛有度、周身浑然一体而致密。然而在睡眠之中,肉身得以舒解,变得稀疏、不均、疲软而涣散,且由于精气的收敛与退隐而具备许多孔隙,声音与气味穿透其间而不产生任何知觉。盖因那抵御并因抵御而受作用之物并未与迫近之物相遇,尤其是像霹雳这般以极度的微细与迅捷穿飞而过者。大自然固然借由坚韧来防御较弱的力量,以硬度和致密作为屏障;但面对所向披靡的力量时,顺从退让者受到的伤害反倒比顽强抗拒者为少。 “此外你还要加上,”我说道,“对此类现象所怀有的绝非微小的惊骇、恐惧与震悚,在这些情绪的影响下,许多人未受任何其他损伤,仅仅因为害怕死亡就死去了。牧羊人也教导牲畜在雷声大作时聚拢低头依偎;因为那些散落离群的牲畜会因恐惧而流产。人们时常能见到无数被雷声震毙之人,身上既无打击之痕,亦无灼伤之迹,但其灵魂显然正如飞鸟一般因恐惧而脱壳飞去; 正如欧里庇得斯所言: ‘盖因雷声不流血的气息,毁灭了许多凡人。’ 况且在诸感官之中,听觉本就是最易受动者,因巨响带来的惊扰与恐慌会引发极大的动荡,而对睡眠者来说,无知觉便是一道天然的屏障。相反,清醒者甚至会因前置的情绪而耗竭自身,恐惧真真切切地紧缚、收缩并使肉身致密,从而因抵御相抗而使得雷击之势变得猛烈沉重。”

语法注3 条
  1. 4ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντας παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν

    ἐμοῦ παρακελευομένου καὶ λέγοντος 为属格绝对结构。在随后 καιρὸν εἶναι 引出的间接引语中,不定式 διαλέγεσθαι 的逻辑主语被设想为泛指的宾格(“人们/饮宴者”),因而分词 αἴροντα 与 ἐμβάλλοντας 亦作宾格与其一致。此处以古希腊戏剧引入雷声机械的舞台机关作为酒宴议论的生动比喻。

  2. 4ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον

    πλέον οὐδὲν ἐγίγνετο 为固定短语,意为“(对某人而言)未得任何益处/未有任何进展”,与与格代词 ἐμοί 一致的分词是 ἁψαμένῳ。属格短语 τῆς αἰτίας ... τὸν λόγον 作 ἁψαμένῳ 的补足语;其中 κοινόν 处于表语位置,修饰 τὸν λόγον,意指“具备普遍/共有理路的(成因)”。

  3. 666cαὐτῷ τῷ δεῖσαι ἀποθανεῖν ἀπέθανον

    τῷ δεῖσαι 为带有中性单数与格定冠词的不定式,表示原因或手段(“由于害怕”),受集聚性代词 αὐτῷ 修饰(“正因……这一件事本身”)。ἀποθανεῖν 则作为 δεῖσαι 的宾语补足不定式(“害怕死”)。ἀποθανεῖν 与限定动词 ἀπέθανον 的同源并置(同根词呼应)构成了极具修辞张力的表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.2.4