- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.2.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
修辞学家多罗泰乌斯列举了与雷击相关的诸般奇特现象(如酒散而瓮存、带中钱币熔化、雷击尸身不腐等),随后将成因探究交托给宴席主人。
παρὼν δʼ ὁ ῥήτωρ Δωρόθεος ὀρθῶς ἔφη λέγεις· οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρʼ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτʼ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμα πᾶν καὶ συνέχεε· φιλοσόφῳ δὲ παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον· τὸν δʼ ἀφοσιωσάμενον1 καὶ κελεύσαντα τὰ καθʼ ἑαυτὸν δρᾶν καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι· καὶ κυλιχνίων ἀργυρῶν ξυλίνοις ἐγκειμένων ἐλύτροις τὸν μὲν ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή· πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει· πολλοὶ γὰρ οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλʼ ἐῶσι περιφράξαντες, ὥσθʼ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί· τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν "φίλος δέ μοι ἄλουτος ἐν φάραγξι σήπεται νέκυς." ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι2 τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφʼ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω·3 τὰ δὲ λοιπὰ τοῦτον ἔφη παρακαλῶμεν, ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους. ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα καὶ κάλλιστα τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃ κεχρῆσθαι· φύσει γὰρ ἦν φίλοψος· οὕτω φήσει τις καὶ ἡμᾶς ὑφʼ ἡδονῆς φιλοσοφήσαντας περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν προδήλῳ τῷ εἶναι πειθούσης.
在座的修辞学家多罗泰乌斯说道: “你说的很对;因为不仅大众和外行会有这种感受,连哲学家中的一些人也是如此。至少我就知道,在我们当地,曾有一道霹雳落入一户人家,做出了许多奇妙之举:它将瓮中的美酒耗散一空,陶瓮却丝毫无损;它掠过一个沉睡之人,既未伤害其肉身,也未触及他的衣裳,却将他所系皮带中装着的全部青铜钱币彻底熔化凝合在一起。当那人前去向一位客居当地的毕达哥拉斯派哲学家请教时,这位哲学家施行了祓除之礼,并命他谨守本分、向诸神祈祷。我还听说,在罗马看守神庙的一名士兵身旁曾有霹雳落下,烧断了他鞋上的皮带,却未造成任何其他伤害;又有几只银制小杯放置在木盒之中,银子熔化凝缩,木头却被发现完好无损、未受丝毫影响。 这些传闻人们固然可以信,也可以不信;但在所有事情中最令人称奇、且可以说我们大家都知晓的,是遭雷击而亡者其尸体竟能久存不腐。事实上,许多人既不焚化也不埋葬他们,而是修筑围栏将其圈护起来任其放置,以致人们可以常常看见那些尸体永不腐朽;这便驳倒了欧里庇得斯的克吕墨涅谈及法厄同时所说的那句话: ‘然而我亲爱的人 未受洗濯,在峡谷中化为尸骸而腐烂。’ 由此我想,硫磺(theion)之所以得名,大概也是由于它的气味与雷击之物经摩擦释放出的那种辛辣似火的气味相似;在我看来,正是因为这种气味,连狗和飞鸟也会远离被神雷击中的尸身。对我而言,对成因的探讨至此为止权且当做稍尝月桂叶即可;至于其余的事情,”他说道,“我们还是请这位来谈吧,既然他在松露的问题上已经大获成功,免得我们落得和安德洛库得斯一样的下场。因为那位画家在他创作的一切作品中,将围绕斯库拉的鱼类描摹得最为逼真优美,人们便认为他这是出于嗜好而非技艺,盖因他天性是个嗜鱼之徒;同理,人们也会说我们是出于贪图口腹之欲,才对起源尚存争议的松露进行哲学探讨的——而在眼下这些现象中,正如你所见,论说本就具备易于信服的底蕴,并且凭借成因的显而易见而令人信服。”
- 665bφιλοσόφῳ δὲ παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον· τὸν δʼ ἀφοσιωσάμενον
此处承接前文 ἐγὼ γοῦν οἶδα 所统辖的宾格与分词结构。雷击房屋的主人作为逻辑主语以隐伏的宾格由分词 προσελθόντα 和 διαπυνθανόμενον 修饰,而接见的毕达哥拉斯派哲学家则由 τὸν δʼ 以及分词 ἀφοσιωσάμενον 和 κελεύσαντα 引出。句式上构成了破格语法(anacoluthon),需理解为“(当该人)前去向毕达哥拉斯派哲学家请教时,该哲学家则施行了祓除并命令……”。
- 665cτὸ θεῖον ὠνομάσθαι
名词 τὸ θεῖον 意为“硫磺”,同时在词形上与形容词 θεῖος(神性的)的中性名词化完全同形。此处反映了古代的一种民间词源构想:由于雷电被视为神兆,且雷击留下的刺鼻气味与硫磺相似,古人遂推测“硫磺(θεῖον)”之名是由“神性的事物”引申而得。
- 665dὥσπερ δάφνης παρατετρώχθω
παρατετρώχθω 是动词 παρατρώγω(啃咬边缘、略微品尝)的完成时被动第三人称单数命令式,作无人称用法,统辖属格 τῆς αἰτίας 并连用比喻 ὥσπερ δάφνης。此处化用了古代巫覡或诗者咀嚼月桂叶以获灵感的习俗,或指“浅尝辄止地咬咬边角”,意指“对于成因的探讨,我便权当稍微咬了咬月桂叶的边缘而就此打住”。
