← 普鲁塔克

食桌谈话录

§4.2.1-4.2.2

关于雷霆生成松露的讨论

围绕阿格马科斯所上的巨型松露,席间探讨了松露生于雷霆的民间传说,普鲁塔克进而提出了一套自然学解释,认为雷雨中的热量与润泽水分促成了大地的凝结变质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.1

ὕδνα παμμεγέθη δειπνοῦσιν ἡμῖν Ἀγέμαχος παρέθηκεν ἐν Ἤλιδι. θαυμαζόντων δὲ τῶν παρόντων, ἔφη τις ὑπομειδιάσας ἄξιά γε τῶν βροντῶν τῶν ἔναγχος γενομένων1 ὡς δὴ καταγελῶν τῶν λεγόντων τὰ ὕδνα τὴν γένεσιν ἐκ βροντῆς λαμβάνειν. ἦσαν οὖν οἱ φάσκοντες ὑπὸ βροντῆς τὴν γῆν διίστασθαι, καθάπερ ἥλῳ τῷ ἀέρι χρωμένην,2 εἶτα ταῖς ῥωγμαῖς τεκμαίρεσθαι τοὺς τὰ ὕδνα μετιόντας· ἐκ δὲ τούτου δόξαν ἐγγενέσθαι τοῖς πολλοῖς, ὅτι τὸ ὕδνον αἱ βρονταὶ γεννῶσιν οὐ δεικνύουσιν· ὥσπερ εἴ τις οἴοιτο τοὺς κοχλίας ποιεῖν τὸν ὄμβρον, ἀλλὰ μὴ προάγειν μηδʼ ἀναφαίνειν. ὁ δʼ Ἀγέμαχος ἰσχυρίζετο τῇ ἱστορίᾳ καὶ τὸ θαυμαστὸν ἠξίου μὴ ἄπιστον ἡγεῖσθαι. καὶ γὰρ ἄλλα πολλὰ θαυμάσια βροντῆς ἔργα καὶ κεραυνοῦ καὶ τῶν περὶ ταῦτα διοσημιῶν εἶναι, χαλεπὰς καταμαθεῖν ἢ παντελῶς ἀδυνάτους τὰς αἰτίας ἔχοντα. καὶ γὰρ ὁ γελώμενος οὑτοσὶ καὶ παροιμιώδης ἔφη βολβὸς οὐ μικρότητι διαφεύγει τὸν κεραυνὸν, ἀλλʼ ἔχων δύναμιν ἀντιπαθῆ, καθάπερ ἡ συκῆ καὶ τὸ δέρμα τῆς φώκης ὥς φασι καὶ τὸ τῆς ὑαίνης, οἷς τὰ ἄκρα τῶν ἱστίων οἱ ναύκληροι, καταδιφθεροῦσι. τὰ δʼ ἀστραπαῖα τῶν ὑδάτων εὐαλδῆ καλοῦσιν οἱ γεωργοὶ καὶ νομίζουσι. καὶ ὅλως εὔηθές ἐστι ταῦτα θαυμάζειν τὸ πάντων ἀπιστότατον ἐν τοῖς πάθεσι τούτοις καθορῶντας, ἐκ μὲν ὑγρῶν φλόγας, ἐκ δὲ μαλακῶν νεφῶν ψόφους σκληροὺς ἀναδιδομένους. ταῦτα δʼ εἶπεν ἀδολεσχῶ, παρακαλῶν ὑμᾶς ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας, ἵνα μὴ πικρὸς γένωμαι συμβολὰς τῶν ὕδνων πρασσόμενος.

在厄利斯,阿格马科斯在我们用餐时端上了体量巨大的松露。座中诸人正赞叹不已时,有人微微一笑说道:“这可真配得上前不久响起的雷霆啊”,其意显然是在嘲讽那些声称松露生自雷霆之人。于是便有人主张:雷霆将大地劈开,犹如将空气作为楔子,随后寻找松露者借由地面的裂缝察知其所在;因此世人遂产生了一种见解,以为是雷霆生成了松露,而非仅仅揭示了松露——这恰如有人竟以为是雨水创造了蜗牛,而不是将它们引出并显露出来一样。 然而阿格马科斯坚决维护这一传说,主张不可将奇妙之事斥为不可信。因为雷鸣、闪电以及诸如此类天象的奇妙效应尚有很多,其成因极难弄清,甚至完全无法究明。 “事实上,”他说道,“这为人所嘲弄并载于谚语的球茎,逃脱雷击并非因其矮小,而是由于它具备一种抗斥的潜能;正如无花果树,以及人们相传的海豹皮与鬣狗皮一样,船主们常以此包裹帆的尖端。此外,农夫们将伴随闪电的雨水称为且认为是促长丰腴的。总之,在我们于这些天象中目睹最不可信之事——即从湿润之物中迸出烈焰,自柔软之云中发出沉重轰响——的同时,若还对上述事情感到惊异,那就未免太愚钝了。我之所以多费口舌谈论这些,”他说道,“是为了邀请诸位去探究其成因,免得我强行索要松露的餐费分摊而显得刻薄。”

§4.2.2

αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον· οὐδὲν γὰρ ἒν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, ἢ ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δʼ ἡ τῆς θερμότητος ἀνάμιξις· τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δʼ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ τὴν ψυχρότητα καὶ συνεκπονεῖ τὸ ὑγρόν· ὥστε μάλιστα τὸ προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ τὰ τοιαῦτα τοῖς ἀρδομένοις· ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰ τὴν ἶριν ἐξανθοῦντα νέφη, καθʼ ὧν ἂν ἐπερείσῃ ξύλων, εὐωδίας ἀναπίμπλησι· καὶ ταύτῃ γνωρίζοντες οἱ παρʼ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν ὑπολαμβάνοντες ἐπισκήπτειν πολλῷ μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες αἱματώδεις ἐνδημιουργοῦσιν. οὐ γὰρ ἔοικε φυτῷ τὸ ὕδνον οὐδʼ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλʼ ἄρριζον καὶ ἀβλαστές ἐστι καὶ ἀπολελυμένον, τῷ καθʼ ἑαυτὸ σύστασιν ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης.3 εἰ δέ γε γλίσχρος ἔφην ὁ λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων· διὸ καὶ μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος πρόσεστι.

于是我便发言道:阿格马科斯自己的论说其实已经在某种意义上提供了助力。因为在眼下看来,没有什么比‘常有蕴含孕育之力的雨水伴随雷鸣倾泻而下’这一说法更加合乎情理的了。其原因在于热的混合:盖火焰中敏锐而纯净的部分化为闪电离去,而沉重且充斥风气的部分卷缠于云层中,与其一同转变,驱除了寒意并参与蒸育水分;结果,极度温和的成分便渗透入生发之物中,并使其迅速丰满。既然诸如此类的现象会给受其浇灌之物带来独特的混和态与汁液的差异——正如甘露使牧草对牲畜而言更加甘美,绽放彩虹的云彩落于何种林木之上便使其充盈芬芳(我们乡间之人借此加以辨认,认为这是彩虹击中了它们,遂称之为‘虹击木’)——那么,伴随雷电的雨水、风气以及被驱入深处的热气使大地发生翻转,并形成这等结节与多孔结构,便显得更为合理了;这就如同在人体之中,某些热气与带有血性的体液会塑造出瘰疬与腺肿一般。盖松露既不类似植物,亦非无水而成,而是无根、无芽且自相独立,其独立的凝聚状态乃是源于大地遭受某种作用而发生的转化。 “不过,”我说道,“纵使诸位觉得这番解释有些牵强,但伴随雷鸣与闪电而生的大多数现象本就是这般性质的;正因如此,神圣性的名声才最为牢固地附着于这些自然现象之上。”

语法注3 条
  1. 1ἄξιά γε τῶν βροντῶν τῶν ἔναγχος γενομένων

    省略主语代词与系动词(ἐστί)的评价性谓语短语,意为“这些真配得上前不久发生的雷霆”。形容词 ἄξιος 依规支配属格补足语(τῶν βροντῶν)。

  2. 1καθάπερ ἥλῳ τῷ ἀέρι χρωμένην

    分词 χρωμένην 修饰 τὴν γῆν。与格 ἥλῳ 用作 χράομαι 的与格补足语 τῷ ἀέρι 的谓词性同位语(谓述与格),意为“将空气作为楔子使用”。

  3. 665aτῷ καθʼ ἑαυτὸ σύστασιν ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης

    带冠词的不定式(τῷ ... ἔχειν)处于与格,表示原因或方式(“因具有……”)。分词 παθούσης τι καὶ μεταβαλούσης 修饰属格名词 τῆς γῆς,全句意为“因其自足的凝结形态乃是源于经受了某种作用并发生改变的大地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.2.1-4.2.2