- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.1.3#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔基翁反驳菲利诺斯,指出多样化的饮食比单一食物和匮乏更能促进消化并唤起衰退的食欲,并援引医学配方与柏拉图的著述证明适度多样的合理性。
εἴτε μὴ τοῦτʼ ἐστίν, ἀλλʼ ἡ καλουμένη πέψις ἀλλοιοῦν πέφυκε καὶ μεταβάλλειν τὴν τροφήν, ἐν τῷ ποικίλῳ τοῦτο συμβήσεται θᾶττον καὶ κάλλιον· ἀπαθὲς γὰρ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον,1 ἡ δʼ ἀντίταξις καὶ διαφορὰ μᾶλλον ἐξίστησι τῇ πρὸς τοὐναντίον μίξει τὰς ποιότητας ἀπομαραινομένας. εἰ δʼ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ Φιλῖνε, μὴ δειπνίζοντα μηδʼ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς θεῶν χεῖρας ὠνόμαζεν Ἐρασίστρατος, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τἀπὸ γῆς καὶ θαλάττης εἰς ταὐτὸ συγκεραννύντος καλὸν γὰρ ταῦτʼ ἐάσαντας ἐν πτισάνῃ καὶ σικύᾳ καὶ ἐν ὑδρελαίῳ τὴν ἰατρικὴν ἀπολιπεῖν. ἀλλὰ νὴ Δία τὸ ποικίλον ἐξάγει καὶ γοητεύει τὴν ὄρεξιν οὐ κρατοῦσαν ἑαυτῆς καὶ γὰρ τὸ καθάριον, ὦ δαιμόνιε, καὶ τὸ εὐστόμαχον καὶ τὸ εὐῶδες καὶ ὅλως τὸ ἥδιον ἐφέλκεται καὶ ποιεῖ βρωτικωτέρους ἡμᾶς καὶ ποτικωτέρους. τί οὖν οὐχὶ κρίμνον μὲν ἡμεῖς ἀντὶ πόλτου μάττομεν ἀντὶ δʼ ἀσπαράγου γήτεια καὶ σκολύμους παρασκευάζομεν, τὸν δʼ ἀνθοσμίαν ἀπωσάμενοι τουτονὶ καὶ ἡμερίδην ἀγριώτερον πίνομεν ἐκ πίθου, κωνώπων χορῷ περιᾳδόμενον; ὅτι φαίης ἂν οὐ φυγὴν οὐδʼ ἀπόδρασιν ἡδονῆς εἶναι τὴν ὑγιεινὴν δίαιταν, ἀλλὰ περὶ ἡδονὰς μετριότητα καὶ τάξιν ὑπηκόῳ χρωμένην ὀρέξει τοῦ συμφέροντος. ὡς δὲ λάβρον πνεῦμα κυβερνῆται πολλαῖς μηχαναῖς ὑποφεύγουσι, παυσάμενον δὲ καὶ μαρανθὲν οὐδεὶς πάλιν ἐκριπίσαι καὶ διασεῖσαι δυνατός ἐστιν· οὕτω πρὸς ὄρεξιν ἐνστῆναι μὲν καὶ κολάσαι τὸ πλεονάζον αὐτῆς οὐ μέγʼ ἔργον, ἤδη δὲ κάμνουσαν πρὸ καιροῦ καὶ μαλθακιζομένην καὶ ἀπολείπουσαν τὸ οἰκεῖον ἐντεῖναι καὶ ἀναζωπυρῆσαι παγχάλεπον, ὦ ἑταῖρε, καὶ δύσεργον. ὅθεν ἡ ποικίλη τροφὴ βελτίων τῆς ἁπλῆς καὶ τὸ μονοειδὲς ἐχούσης πλήσμιον, ὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν.2 καὶ μήν, ὅ γε λέγουσὶ τινες ὡς πλησμονὴ φευκτότερον ἐνδείας, οὐκ ἀληθὲς ἐστιν ἀλλὰ τοὐναντίον· εἴ γε πλησμονὴ μέν, ὅταν εἰς φθοράν τινα τελευτήσῃ καὶ νόσον, ἔβλαψεν·· ἔνδεια δέ, κἂν ἄλλο μηδὲν ἐξεργάσηται κακόν, αὐτὴ καθʼ αὑτὴν παρὰ φύσιν ἐστί. καὶ ταῦτα μὲν ὡς ἀντίχορδα κείσθω τοῖς ὑπὸ σοῦ πεφιλοσοφημένοις. ἐκεῖνο δέ πως ὑμᾶς λέληθε τοὺς περὶ ἅλα καὶ κύαμον,3 ὅτι τὸ μὲν ποικίλον ἥδιόν ἐστι, τὸ δʼ ἣδιον εὐορεκτότερον ἂν τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς·; ης· προσφύεται γὰρ ὀργῶντι καὶ δεχομένῳ τῷ σώματι τῆς ὄψεως προοδοποιούσης τὸ δʼ ἀνόρεκτον πλανώμενον καὶ ῥεμβόμενον ἢ παντάπασιν ἐξέβαλεν ἡ φύσις ἢ μόλις ὑπʼ ἐνδείας ἔστερξεν. ἐκεῖνό μοι μόνον φύλαττε καὶ μέμνησο, τὸ ποικίλον ὡς οὐκ ἐν ἀβυρτάκαις καὶ κανδύλοις καὶ καρύκαις ἐστίν· ἀλλὰ ταῦτα μὲν περίεργα καὶ σπερμολογικά· ποικιλίαν δὲ καὶ Πλάτων παρέχει τοῖς καλοῖς καὶ γενναίοις ἐκείνοις πολίταις, παρατιθεὶς βολβούς, ἐλαίας, λάχανα, τυρόν, ἑψήματα παντοδαπά· πρὸς δὲ τούτοις οὐδὲ τραγημάτων ἀμοίρους περιορᾷ δειπνοῦντας.
或者即使并非如此,而是所谓消化按其本性乃是对食物的改质与转化,这一过程在多样化的食物中也会发生得更快且更佳。盖同类之物不受同类之物的作用,唯有对立与差异,才能通过与相反者的混合而使诸种特质逐渐衰退,从而更容易发生变化。菲利诺斯啊,如果你全然否定混合与多样之物,那么不仅当这位斐隆设宴或备办珍馐时你应该斥责他,更当他在调配那些被埃拉西斯特拉托斯称为‘诸神之手’的宫廷药方与解毒特效之剂时,你尤当彻底反驳他的乖谬与繁琐——盖他竟将矿物、植物、动物性的成分以及陆地与海洋的出产融于一体。因为倘若弃绝这些,而将医道仅仅局限于大麦粥、拔罐与油水混合剂中,那可真是太美妙了。 ‘然而凭着宙斯起誓,’有人会说,‘食物的多样化会引诱并迷惑那不能自持的食欲。’可是,老兄啊,洁净、合胃、芳香以及一切令人愉悦的事物,同样会吸引我们,让我们吃得更多、喝得更多。那么,我们为何不揉制粗麦粒代替麦粥,用野韭菜和金蓟代替芦笋,又为何不推开这芳香温醇的美酒,转而去饮用那由蚊蚋之群在旁鸣唱、自瓮中舀出的粗烈村酿呢?盖你会说,健康的养生之道并非逃避或躲闪快感,而是在快感上保持节制与秩序,使食欲顺从于有益之事。 正如舵手们可以用诸多手段避开狂暴的劲风,但狂风一旦平息衰退,便无人能重新将其煽起吹动;同样,抵制食欲并惩抑其过剩之态并非难事,但要使那已然过早衰惫、软弱瘫痪、失去固有本能的食欲重新振作、复燃活力,朋友啊,却是极其困难且费力的。因此,多样化的食物优于单纯且具有单调滞腻之感的食物,正如遏止奔突的自然,远比推动力竭的自然要容易得多。 再者,某些人所谓的‘过饱比匮乏更应规避’,实非真理,反倒是相反的。盖过饱只有在最终导致某种腐败与疾病时才造成伤害;而匮乏哪怕不曾酿成其他祸害,其本身就是违背自然的。就让这些论点作为对你所发之哲理的抗辩之声吧。 然而,你们这群常伴盐与豆子的人,却不知怎地忽略了这一点:若除去过度与极端的成分,多样之物更为怡人,而更为怡人之物则更能引发食欲。因为在视觉预先铺路的情形下,食物能够牢固地依附于那渴望且接纳的躯体;至于毫无食欲吃下的东西,漫无归宿地游荡颠簸,自然本性若非将其彻底吐出,便是因饥馁所迫才勉强容忍。对于我,你只需留意并谨记这一点:所谓多样性并不在于那些浓酸酱汁、辛辣面糊以及血酱炖肉之中。那些不过是繁琐且驳杂的奇技淫巧;然而就连柏拉图也为他那些美好而高贵的公民提供了多样性,为他们摆上球根、橄榄、蔬菜、乳酪以及各色熟食,此外,他也绝不听任他们在进餐时缺少茶点果品。
- 3ἀπαθὲς γὰρ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον
体现了古希腊自然哲学中的公理“同类不受同类之作用”。主语为 τὸ ὅμοιον,表语形容词为 ἀπαθές,介词短语 ὑπὸ τοῦ ὁμοίου 表示动作者,作为后文对比分句(ἡ δʼ ἀντίταξις...)的立论前提。
- 663eὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν
度量与差异与格 ὅσῳ 引导比较级 ῥᾷον,并通过 ἤ 将两个不定式短语(ἱστάναι φερομένην τὴν φύσιν 与 κινεῖν [αὐτὴν] ἀπειποῦσαν)并列对比。现在分词 φερομένην 描绘自然疾驰狂奔的状态,不定过去时分词 ἀπειποῦσαν 则表示身体本能力竭放弃的状态。
- 663eτοὺς περὶ ἅλα καὶ κύαμον
作宾格代词 ὑμᾶς 的同格限定成分,字面义为“围绕盐与豆子的人”。这是用以借指奉行极度简朴、禁欲式粗茶淡饭之人(如犬儒派或早期斯多亚派式饮食提倡者)的习惯性讽喻表达。
