- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.1.3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔基翁反驳菲利诺斯,主张快感非但不妨碍健康反而有助于疗愈,并以野生动物食性的杂多与易病为例,论证多品类的食物更契合人体复合体质的需求。
τοῦ δὲ Φιλίνου ταῦτʼ εἰπόντος, ὁ Μαρκίων ἔφη δοκεῖν αὐτῷ τῇ Σωκράτους ἐνέχεσθαι κατάρᾳ1 μὴ μόνον τοὺς τὸ λυσιτελὲς ἀπὸ τοῦ καλοῦ χωρίζοντας, ἀλλὰ καὶ τοὺς ἡδονὴν διιστάντας ἀπὸ τῆς ὑγιείας, ὡς ἀντιταττομένην αὐτῇ καὶ πολεμοῦσαν οὐχὶ μᾶλλον συνεργοῦσαν σμικρὰ γάρ ἔφη καὶ ἄκοντες ὡς βιαιοτάτῳ τῶν ὀργάνων ἀλγηδόνι προσχρώμεθα· τῶν δʼ ἄλλων οὐδεὶς ἂν οὐδὲ βουλόμενος ἀπώσαιτο τὴν ἡδονήν· ἀλλὰ καὶ τροφαῖς καὶ ὕπνοις καὶ περὶ λουτρὰ καὶ ἀλείμματα καὶ κατακλίσεις ἀεὶ πάρεστι καὶ συνεκδέχεται καὶ συνεκτιθηνεῖται τὸν κάμνοντα, πολλῷ τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐξαμαυροῦσα τἀλλότριον. ποία γὰρ ἀλγηδών, τίς ἔνδεια, ποῖον δηλητήριον οὕτω ῥᾳδίως καὶ ἀφελῶς νόσον ἔλυσεν, ὡς λουτρὸν ἐν καιρῷ γενόμενον καὶ οἶνος δοθεὶς δεομένοις; καὶ τροφὴ παρελθοῦσα μεθʼ ἡδονῆς εὐθὺς ἔλυσε τὰ δυσχερῆ πάντα καὶ κατέστησεν εἰς τὸ οἰκεῖον τὴν φύσιν, ὥσπερ εὐδίας καὶ γαλήνης γενομένης. αἱ δὲ διὰ τῶν ἐπιπόνων βοήθειαι μόγις καὶ κατὰ μικρὸν ἀνύουσι, χαλεπῶς ἐκμοχλεύουσαι καὶ προσβιαζόμεναι τὴν φύσιν. οὐκ ἂν οὖν ἡμᾶς διαβάλλοι Φιλῖνος, εἰ μὴ τὰ ἱστία ἑκάτερα δἐπαράμενοι2 τὴν ἡδονὴν φεύγοιμεν, ἀλλὰ πειρῴμεθα τὸ ἡδέως καὶ ὑγιεινῶς ἐμμελέστερον, ἢ ὡς ἔνιοι φιλόσοφοι τὸ ἡδέως καὶ καλῶς, συνοικειοῦν. εὐθὺς οὖν περὶ τὸ πρῶτον, ὦ Φιλῖνε, τῶν ἐπιχειρημάτων δοκεῖς μοι διεψεῦσθαι, τὰ θηρία τῶν ἀνθρώπων ἁπλουστέραις τροφαῖς χρῆσθαι καὶ μᾶλλον ὑγιαίνειν ὑποτιθέμενος. οὐδέτερον γὰρ ἀληθές ἐστιν· ἀλλὰ τῷ μὲν αἱ παρʼ Εὐπόλιδος αἶγες ἀντιμαρτυροῦσιν, ὑμνοῦσαι τὴν τροφὴν ὡς παμμιγῆ καὶ ποικίλην οὖσαν, οὕτω πως λέγουσαι "βοσκόμεθʼ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου, κομάρου τε πτόρθους ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτʼ ἄλλα κύτισὸν τʼ ἠδὲ σφάκον εὐώδη καὶ σμίλακα τὴν πολύφυλλον, κότινον, σχῖνον, μελίαν, λεύκην, ἀρίαν, δρῦν, κιττόν, ἐρίκην, πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, κισθόν, φηγόν, θύμα, θύμβραν." τὰ γὰρ κατηριθμημένα μυρίας δήπου διαφορὰς ἔχει χυμῶν καὶ ὀδμῶν καὶ δυνάμεων· πλείονα δὲ τῶν εἰρημένων παραλέλειπται. τὸ δὲ δεύτερον Ὅμηρος ἀθετεῖ μᾶλλον ἐμπείρως, τὰ λοιμικὰ πάθη πρῶτον ἅπτεσθαι τῶν ἀλόγων ἀποφαινόμενος. κατηγορεῖ δʼ αὐτῶν καὶ ἡ βραχύτης τοῦ βίου τὸ ἐπίκηρον καὶ νοσῶδες οὐδὲν γὰρ ὡς εἰπεῖν πολυχρόνιόν ἐστι, πλὴν εἰ φαίη τις κόρακα καὶ κορώνην, ἃ δὴ παμφάγα τʼ ὄντα καὶ πάσης ἁπτόμενα τροφῆς ὁρῶμεν. καὶ μὴν καὶ τῇ τῶν νοσούντων διαίτῃ καλῶς; ἐποίεις τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος·3 καὶ γὰρ πόνος καὶ γυμνάσια καὶ τὸ διαιρεῖν τὴν τροφὴν εὔπεπτα μέν ἐστιν, οὐχ ἁρμόζει δὲ τοῖς πυρέττουσι. τὴν δὲ μάχην καὶ τὴν διαφορὰν τῆς ποικίλης τροφῆς ἀλόγως ἐδεδίεις· εἴτε γὰρ ἐξ ὁμοίων ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις εἰς τὸν ὄγκον αὐτόθεν, ἡ ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστῳ μέρει τὸ πρόσφορον ἀναδίδωσιν· ὥστε γίγνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους "ὡς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δʼ ἐπὶ πικρὸν ὄρουσεν, ὀξὺ δʼ ἐπʼ ὀξύ, δαλερὸν δαλεροῦ λαβέτω" δὲ καὶ ἄλλου ἐπὶ πρόσφορον μένοντος τῇ θερμότητι ἐν τῷ πνεύματι τοῦ μίγματος σκεδασθέντος, τὰ οἰκεῖα τοῖς συγγενέσιν ἕπεται· τὸ γὰρ οὕτω παμμιγὲς σῶμα καὶ πανηγυρικόν, ὡς τὸ ἡμέτερον, ἐκ ποικίλης ὕλης λόγον ἔχει μᾶλλον ἢ ἁπλῆς συνερανίζεσθαι καὶ ἀναπληροῦν τὴν κρᾶσιν.
当菲利诺斯说完这番话后,马尔基翁表示,在他看来,不仅将利与善割裂开来的人要招致苏格拉底的诅咒,那些将快感与健康分离开来、视其为与健康敌对抗争而非同工合谋的人,也同样难逃此咒。 “盖我们极少使用痛苦,”他说道,“而且是在迫不得已时才将其作为最暴烈的工具来使唤;至于其他事物,即便有人想要推开快感,也是断然做不到的。相反,快感在饮食、睡眠,以及在沐浴、涂膏和安卧中无处不在,随时共同接纳并抚育病弱者,以其充盈的亲近与顺应自然之质,掩盖那异质之物。究竟有什么痛苦、什么匮乏、什么毒剂,能像及时的一场沐浴或适时赐予渴求者的葡萄酒那样,如此轻易且简单地驱除病魔呢?当食物伴随着愉悦入腹,立刻就能消除一切不适,使身体机能复归于本固之位,宛如风和日丽的晴空乍现。然而经由痛苦途径所施行的救治,不仅收效缓慢艰难,而且粗暴地撬动并强逼着自然。因此,如果我们并非扬起双帆逃离快感,而是努力以更合宜的调协去使‘适意且健康’相谐,胜过某些哲学家之使‘适意且美好’相合,菲利诺斯便不应归咎于我们。 因而,菲利诺斯啊,在你的首要论据上,你似乎立刻就陷入了谬误,盖你假定野兽享用比人类更纯朴的食物且比人类更为健康。这两者皆非属实。针对前者,欧波利斯剧中的山羊便作出了相反的见证,它们赞颂自己的食料是包罗万象且品类繁多的,大抵这般说道: ‘我们在各色树木丛中觅食,啃噬着 冷杉、红栎与草莓树的嫩芽,此外更有其他: 金雀花、芳香的鼠尾草与多叶的拔葜, 野橄榄、乳香黄连木、白蜡、白杨、冬青栎、橡木、常春藤、石楠、 早花柳、鼠李、毛蕊花、日光兰、岩蔷薇、山毛榉、百里香、风轮草。’ 盖上述列举之物在汁液、气味与效能上无疑存在着千万种差异,未曾道及的甚至比说出的还要多。至于第二点,荷马则凭着更为深厚的经验予以驳斥,他表明疫疾之苦最先缠上的是无理性的生灵。它们的寿算短促,亦揭露了其易受伤害且多病的本质;盖禽兽中几乎无一长寿者,除非有人提起渡鸦与乌鸦,而正如我们所见,它们本是无所不食、沾染一切食物的杂食之鸟。 再者,你借由患病之人的饮食去判定何为易消化与难消化,难道做得很恰当吗?盖劳苦、锻炼以及分次进食固然有助于消化,但并不适合发热之人。至于你对多样化食物的交战与分歧所怀的恐惧,也是全无道理的。盖倘若自然本性是从相似之物中直接摄取同类成分以充实形体,多样的食物通过自身释放出繁多的特质,便会向各个部位输送各自合适之需,正如恩培多克勒所言: ‘正如甘甜攫取甘甜,苦涩奔向苦涩, 酸涩投向酸涩,炎热当取炎热……’ 当混合物在热力的作用下随气息散开时,各自依附其合适之物,亲同者顺应其同属。盖像我们这般繁杂且集百家之成的躯体,比起从单纯的物质中,显然更有理由从多样的质料中汲取滋养,从而调和完备其体质。”
- 662bτῇ Σωκράτους ἐνέχεσθαι κατάρᾳ
动词 ἐνέχεσθαι(落入、受制于、罹受)支配与格 τῇ κατάρᾳ(诅咒)。此处化用了关于苏格拉底诅咒割裂功利与善美之人的典故,将分离快感与健康的人亦置于相同的谴责与诅咒之下。
- 662dτὰ ἱστία ἑκάτερα δἐπαράμενοι
传抄异文 δἐπαράμενοι 通常校订为 δὴ ἀράμενοι(或 δὴ ἐπάραντες)。“扬起双帆”(τὰ ἱστία ἑκάτερα)是希腊语常见的航海习语,意为“全力航行”或“全速退避”,此处形象地比喻对快感采取彻底避之唯恐不及的极端态度。
- 662eκαλῶς; ἐποίεις τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος
在 καλῶς 后的标点体现出反诘或讽刺的语气。分词短语 τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος(“通过判断何为易消化与难消化”)作方式或手段状语修饰未完成过去时主动词 ἐποίεις,构成对菲利诺斯推论逻辑的反问:“依据病人的食谱来判定食物是否易于消化,你这样做难道算得上恰当吗?”
