← 普鲁塔克

食桌谈话录

§4.1.2

菲利诺斯论单一饮食的益处与杂食之弊

餐毕,菲利诺斯援引费隆本人的论点,阐述了单一单纯之食物的益处,以及多样杂乱之饮食对消化与健康的危害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.2

ἐπεὶ δʼ ἡμεῖς παυσάμενοι τοῦ δειπνεῖν προσεκαλούμεθα τὸν Φιλῖνον ἐπιθέσθαι τῇ κατηγορίᾳ τῆς ποικίλης τροφῆς, οὐκ ἐμός εἶπεν ὁ μῦθος1 ναυξκ. π. 511 ἀλλʼ οὑτοσὶ Φίλων ἑκάστοτε λέγει πρὸς ἡμᾶς, ὅτι πρῶτον μὲν τὰ θηρία τροφαῖς μονοειδέσι καὶ ἁπλαῖς χρώμενα μᾶλλον ὑγιαίνει τῶν ἀνθρώπων· ὅσα δὲ σιτεύουσι καθείρξαντες, ἐπισφαλῆ πρὸς τὰς νόσους ἐστὶ καὶ ῥᾳδίως ταῖς ὠμότησιν ἁλίσκεται διὰ τὸ μικτήν τινα καὶ συνηδυσμένην τροφὴν προσφέρεσθαι. δεύτερον, οὐδεὶς γέγονεν οὕτω τῶν ἰατρῶν παράτολμος ἐν καινοτομίᾳ καὶ ἀνδρεῖος, ὥστε ποικίλην τροφὴν πυρέττοντι προσενεγκεῖν ἀλλὰ τὴν ἁπλῆν καὶ ἄκνισον ὡς ὑπήκοον μάλιστα τῇ πέψει προσφέρουσι. δεῖ γὰρ παθεῖν τὴν τροφὴν καὶ μεταβαλεῖν κρατηθεῖσαν ὑπὸ τῶν ἐν ἡμῖν δυνάμεων. κρατεῖ δὲ καὶ βαφὴ τῶν ἁπλῶν χρωμάτων μᾶλλον, καὶ μυρεψικοῖς φαρμάκοις τρέπεται τάχιστα τὸ ἀωδέστατον ἔλαιον, καὶ τροφῆς εὐπαθέστατον ὑπὸ πέψεως μεταβάλλειν τὸ ἀφελὲς καὶ μονοειδές.2 αἱ δὲ πολλαὶ καὶ ποικίλαι ποιότητες ὑπεναντιώσεις ἔχουσαι καὶ δυσμαχοῦσαι φθείρονται πρότερον προσπίπτουσαι, καθάπερ ἐν πόλει μιγάδων καὶ συγκλύδων ἀνθρώπων πλῆθος, οὐ ῥᾳδίως μίαν οὐδʼ ὁμοπαθοῦσαν ἴσχουσαι κατάστασιν, ἀλλʼ ἑκάστη πρὸς τὸ οἰκεῖον ἀντιτείνουσα καὶ δυσσύμβατος οὖσα πρὸς τὸ ἀλλόφυλον. ἐμφανὲς δὲ τεκμήριον τὸ περὶ τὸν οἶνον· αἱ γὰρ ἀλλοινίαι λεγόμεναι τάχιστα μεθύσκουσιν, ἀπεψίᾳ δʼ οἴνου προσέοικεν ἡ μέθη. διὸ φεύγουσι τὸν μεμιγμένον οἶνον οἱ πίνοντες, οἱ δὲ μιγνύοντες πειρῶνται λανθάνειν ὡς ἐπιβουλεύοντες· ἐκστατικὸν γὰρ ἡ μεταβολὴ καὶ τὸ ἀνώμαλον. ὅθεν που καὶ τὰς πολυχορδίας μετὰ πολλῆς οἱ μουσικοὶ κινοῦσιν εὐλαβείας, αἷς οὐδὲν ἄλλο κακὸν ἢ τὸ μικτόν ἐστι καὶ ποικίλον. ἐγὼ δʼ ἐκεῖνο ἔχω εἰπεῖν, ὅτι μᾶλλον ἂν ἐκ λόγων ὑπεναντίων γένοιτʼ ἂν πίστις καὶ συγκατάθεσις ἢ πέψις ἐκ διαφόρων ποιοτήτων. εἰ δὲ δὴ δοκῶ παίζειν, ταῦτʼ ἐάσας ἐπὶ τὰ Φίλωνος ἄνειμι. πολλάκις γὰρ ἀκούομεν αὐτοῦ λέγοντος, ὡς, ἐπεὶ ποικίλῃ ποιότητι τροφῆς γίγνεται τὸ δύσπεπτον, ἥ τε πολυμιγία βλαβερὸν καὶ γόνιμον ἀλλοκότων ποιοτήτων, δεῖ τὸ σύμφυλον ἐκ πείρας λαβόντα χρῆσθαι καὶ στέργειν· εἰ δὲ φύσει δύσπεπτον οὐδέν, ἀλλὰ πλῆθός ἐστι τὸ ταράσσον καὶ φθεῖρον, ἔτι μᾶλλον οἶμαι τὰ παντοδαπὰ ταῦτα καὶ ποικίλα φευκτέον, οἷς ἀρτίως ἡμᾶς ὁ Φίλωνος ὀψοποιὸς ὥσπερ ἀντίτεχνος αὐτοῦ κατεφάρματτεν, ἐξαλλάττων τῇ καινότητι καὶ μεταβολῇ τὴν ὄρεξιν οὐκ ἀπαγορεύουσαν, ἀλλʼ ἀγομένην ἐπʼ ἄλλα καὶ παρεκβαίνουσαν ἐν τῷ ποικίλῳ τὸ μέτριον καὶ αὔταρκες, ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος νος "ἕτερον ἀφʼ ἑτέρας ἰέμενος ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ, τὸ νήπιον ἄπληστος ἐών3" ἐπὶ πλεῖστον ἐξανθίζεται τοῦ λειμῶνος. ἐνταῦθα δὲ καὶ τοῦ Σωκράτους ἅμα μνημονευτέον, παρακελευομένου φυλάττεσθαι τῶν βρωμάτων, ὅσα τοὺς μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, ὡς οὐδὲν ἀλλʼ ἢ4 τὸ παντοδαπὸν καὶ ποικίλον εὐλαβεῖσθαι καὶ δεδιέναι τῶν σιτίων παραινοῦντος. τοῦτο γὰρ πορρωτέρω ἐξάγει τῆς χρείας τὴν ἀπόλαυσιν ἐν θεάμασιν, ἐν ἀκροάμασιν, ἐν ἀφροδισίοις, ἐν παιδιαῖς ἁπάσαις καὶ διατριβαῖς, ἀναλαμβανομένην ὑπὸ τοῦ περιττοῦ πολλὰς ἀρχὰς ἔχοντος· ἐν δὲ ταῖς ἁπλαῖς καὶ μονοτρόποις ἡδοναῖς οὐ παρεκβαίνει τὴν φύσιν ἡ θέλξις. ὅλως δέ μοι δοκεῖ μᾶλλον ἄν τις ὑπομεῖναι πολυχορδίαν μουσικὸν ἐπαινοῦντα καὶ μυραλοιφίαν ἀλείπτην ἢ πολυοψίαν ἰατρόν· αἱ γὰρ ἐκτροπαὶ καὶ μεταβολαὶ τῆς εἰς ὑγίειαν εὐθείας ἐκβιβάζουσι.

当我们结束用餐并请菲利诺斯对多品类的食物提出控诉时,他说道: “‘这话并非出自于我’,而是眼前这位费隆平日里屡屡向我们讲起的:首先,野兽享用单一且纯朴的食物,因而比人类更为健康;至于那些被人圈禁起来育肥的禽兽,则容易罹患疾病,且由于被喂以驳杂而调味的饲料,极易发生消化不良。其次,医者中从未有人在标新立异上如此大胆勇武,竟敢给发热的病患进献多样化的食物,他们无不提供朴素且不带油腥的食物,因其最顺从消化。盖食物必须受到我们体内力量的制服而承受转化。正如染料更容易制伏单纯的色泽,毫无气味的油最容易被香料师的药料所改变,在食物之中,质朴而单一之物也最容易在消化的作用下发生转变。然而多重而繁杂的性质彼此对立、相互交战,甫一相遇便先行腐败,正如城邦中杂处而流合的人群,难以保持单一且协调一致的秩序,反倒各自偏向其同党,与异类格格不入。关于葡萄酒的情形正是一个明证:所谓的混杂之酒最能迅速致人沉醉,而沉醉正类似于葡萄酒的未消化。因此饮酒者避开混杂之酒,而调酒者则极力隐匿其事,宛如暗中算计他人;盖转变与不匀最能使人神魂颠倒。乐师们之所以极其审慎地拨动多弦乐器,大概也正是此理,多弦之害无非在于驳杂与繁复。而我倒想说,从互相对立的言论中产生确信与赞同,恐怕比从各异的品质中产生消化还要容易得多。 倘若诸位以为我是在说笑,那我就撇开这些,回到费隆自己的论点上来。盖我们常常听他说起:既然消化不良乃是由食物性质的多样所引起,且过度混杂是有害的并滋生怪异的性质,那么人就应当根据经验选取适合自身本性之物加以享用并安于其中;然而,若本性上并无难消之物,而扰乱与败坏人体的仅是过多的分量,那么我认为人们就更当避开这些繁杂多样的膳食了——方才费隆的厨师正宛如他的死对头一般,用这些菜肴迷乱我们,以新奇与变化转换食欲,使其非但不致罢休,反倒被引向别样之物,并在纷繁复杂中逾越适度与自足,正像许普西皮勒的养子, ‘一心逐取这一朵又那一朵, 怀着欢喜的心情采摘鲜花, 像孩童般贪得无厌,’ 几乎采尽了草地上所有的繁花。此时也当记起苏格拉底的话,他告诫人们防备那些诱使不饥者进食的食物,这无异于劝告人们对繁杂多样的食品保持警惕与畏惧。因为多样性在观瞻、听闻、情欲以及一切游戏与消遣中,都会将享乐引向远远超出需要的境地,盖其受到拥有繁多起因的冗余所牵引;然而在朴素而单一的快乐中,诱惑绝不会违背自然。总而言之,在我看来,容忍乐师称赞多弦琴、容忍体能教练称赞涂抹香膏,也比容忍医师称赞丰盛多样的膳食容易得多;因为偏离与变迁总会将人带离通向健康的笔直坦途。”

语法注4 条
  1. 2οὐκ ἐμὸς ... ὁ μῦθος

    出自欧里庇得斯残卷(《美拉尼珀》)的成语性名句。用作谦辞或引言,表明说话者陈述的主张并非出自自己独创,而是源于他人。主语 ὁ μῦθος 与表语形容词 ἐμός 之间省略了系动词 ἐστί。

  2. 661cτροφῆς εὐπαθέστατον ὑπὸ πέψεως μεταβάλλειν τὸ ἀφελὲς καὶ μονοειδές

    主语为 τὸ ἀφελὲς καὶ μονοειδές(质朴而单一之物)。表语形容词 εὐπαθέστατον 带有表示范围的部分属格 τροφῆς(在食物之中最容易顺服/受转变的),不定词 μεταβάλλειν 为说明性(外延性)不定词,表示“在发生转化方面”。介词短语 ὑπὸ πέψεως 则表示促使转化的动力因(消化作用)。

  3. 661eτὸ νήπιον ἄπληστος ἐών

    引自欧里庇得斯的悲剧《许普西皮勒》。τὸ νήπιον 用作副词性宾格(内宾格),意为“像幼童一般”,修饰形容词 ἄπληστος(贪得无厌的)或分词 ἐών(作为……)。

  4. 661eοὐδὲν ἀλλʼ ἢ

    οὐδὲν ἄλλο ἤ 的紧缩惯用表达,意为“无非是”、“正是”。此处统摄随后的不定词短语 εὐλαβεῖσθαι καὶ δεδιέναι,意为苏格拉底的告诫“无非是在劝告人们警惕并惧怕”复杂多样的食物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.1.2