- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.1.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在许安波利斯的一场宴席上,医师费隆因见一儿童仅食面包而打趣调侃,由此引出了菲利诺斯与马尔基翁关于多样食物与单一食物何者更易消化的论辩。
τῆς οὖν τετάρτης τῶν συμποτικῶν ζητημάτων δεκάδος ἡμῖν πρῶτον ἔσται τὸ περὶ τῆς ποικίλης τροφῆς ζητηθέν. Ἐλαφηβολίων γὰρ ὄντων, εἰς Ὑάμπολιν ἐπὶ τὴν ἑορτὴν ἀφικνουμένους ἡμᾶς εἱστία Φίλων ὁ ἰατρὸς ἐκ παρασκευῆς τινος, ὡς ἐφαίνετο, νεανικῆς. ἰδὼν δὲ τῶν παιδίων τῶν ἅμα τῷ Φιλίνῳ τὸ νέον ἄρτῳ χρώμενον ἄλλου δὲ μηδενὸς δεόμενον, ὦ Ἡράκλεις ἔφη τοῦτʼ ἄρʼ ἦν τὸ λεγόμενον "ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δʼ οὐκ ἦν ἀνελέσθαι·" καὶ ἀνεπήδησεν οἰσόμενός τι τῶν χρησίμων ἐκείνοις, εἶθʼ ἧκε μετὰ χρόνον συχνὸν ἰσχάδας αὐτοῖς τινας καὶ τυρὸν κομίζων. ἐμοῦ δʼ εἰπόντος, ὅτι τοῦτο συμβαίνει τοῖς τὰ περιττὰ καὶ πολυτελῆ παρασκευαζομένοις ἀμελεῖν καὶ σπανίζειν τῶν ἀναγκαίων καὶ χρησίμων1 οὐ γὰρ ἐμεμνήμην εἶπεν ὁ Φίλων ὅτι Σώσαστρον ἡμῖν ὑποτρέφει ὁ Φιλῖνος, ὅν φασι μήτε ποτῷ χρησάμενον ἄλλῳ μήτʼ ἐδέσματι πλὴν γάλακτος διαβιῶσαι πάντα τὸν βίον· ἀλλʼ ἐκείνῳ μὲν ἐκ μεταβολῆς ἀρχὴν γενέσθαι τῆς τοιαύτης διαίτης εἰκός· τὸν δʼ ἡμέτερον ἀντιστρόφως τῷ Ἀχιλλεῖ τρέφων ὁ Χείρων οὗτος, εὐθὺς ἀπὸ τῆς γενέσεως ἀναιμάκτοις καὶ ἀψύχοις τροφαῖς, οὐκ ἂν εἰς μακρὰν ἀποδείξειεν ἀέρι καὶ δρόσῳ, ὡς λέγουσι, καθάπερ οἱ τέττιγες σιτούμενον.2 ἡμεῖς μὲν οὖν ὁ Φιλῖνος εἶπεν ἠγνοοῦμεν Ἑκατομφόνια δειπνήσοντες, ὥσπερ ἐπʼ Ἀριστομένους· ἐπεὶ παρῆμεν ἂν ὄψα τῶν λιτῶν καὶ ὑγιαινόντων, ὥσπερ ἀλεξιφάρμακα, πρὸς οὕτω πολυτελεῖς καὶ φλεγμαινούσας τραπέζας περιαψάμενοι,3 καὶ ταῦτα, σοῦ πολλάκις ἀκηκοότες ὅτι τῶν ποικίλων τὰ ἁπλᾶ μᾶλλον εὔπεπτʼ ἐστὶ καὶ εὐπόριστα καὶ ὁ Μαρκίων πρὸς τὸν Φίλωνα διαφθείρει σου Φιλῖνος ἔφη τὴν παρασκευήν, ἀποτρέπων καὶ δεδιττόμενος τοὺς δαιτυμόνας· ἀλλʼ ἂν ἐμοῦ δεηθῇς, ἐγγυήσομαι πρὸς αὐτοὺς ὑπέρ σοῦ τὴν ποικίλην τροφὴν εὐπεπτοτέραν εἶναι τῆς ἁπλῆς, ὥστε θαρροῦντας ἀπολαύειν τῶν παρακειμένων. ὁ μὲν οὖν Φίλων ἐδεῖτο τοῦ Μαρκίωνος οὕτω ποιεῖν.
因此,在《会饮丛谈》的第四个十篇中,我们首先探讨的将是关于多品类食物的问题。在厄拉斐博利亚节期间,当我们来到许安波利斯参加节日时,医师费隆以看来相当丰盛且热诚的排场款待了我们。然而,当他看到随同菲利诺斯前来的孩子们中,年纪最小的一位只吃面包而别无所求时,便说道: “赫拉克勒斯啊!这正如俗话所言:‘他们在乱石间打仗,却找不到一块石头可抓。’” 于是他跳起身去为他们拿取有用的食物,过了好一阵子,他才端着一些干无花果和奶酪回来。我便说道,凡是筹措冗余奢华之物的人,往往会疏忽并缺少必需且合用的东西;费隆答道: “因为我竟忘记了,菲利诺斯正在为我们抚养一个索萨斯特罗斯——据说那人一生未曾享用过除乳汁之外的任何饮食。不过,那个人大概是由于身体某种转变才开始采取那样的饮食习惯;而眼前这位喀戎抚育我们的孩子却与阿喀琉斯相反,从一生下来就用不带血气与没有生命的食物喂养,恐怕不久便会证明他是像蝉一样,如传说中所说靠空气与露水维生的了。” 菲利诺斯接着说: “那么,我们倒真不知道竟要来享用一场宛如阿里斯托墨涅斯时代的‘百人祭宴’了;否则,我们本该佩带上质朴而健康的食物作为辟毒解药,来面对如此奢侈而易致上火发炎的餐席,更何况我们屡次听你说过,单纯的食物比多样的食物更容易消化且更易获取。” 马尔基翁对费隆说道: “菲利诺斯正在劝阻并恐吓宾客,以此败坏你的一番筹备;但如果你请我帮忙,我愿意为你向他们保证:多样的食物比单纯的食物更容易消化,好让他们安心享用席前的美味。” 于是费隆便请求马尔基翁这样做。
- 660eὅτι τοῦτο συμβαίνει τοῖς τὰ περιττὰ καὶ πολυτελῆ παρασκευαζομένοις ἀμελεῖν καὶ σπανίζειν τῶν ἀναγκαίων καὶ χρησίμων
此处为非人称动词 συμβαίνει 搭配与格(τοῖς παρασκευαζομένοις,“对于筹备者来说”),后接不定式短语 ἀμελεῖν καὶ σπανίζειν(“忽视且缺乏”)作为主语。代词 τοῦτο 在此起先行预告(prolepsis)不定式短语的作用。
- 660eοὐκ ἂν εἰς μακρὰν ἀποδείξειεν ἀέρι καὶ δρόσῳ, ὡς λέγουσι, καθάπερ οἱ τέττιγες σιτούμενον
此处为 ἄν 搭配祈愿语气(ἂν ... ἀποδείξειεν)构成的潜在语气,动词 ἀποδείκνυμι 支配宾格宾语(τὸν ἡμέτερον)与宾语补足分词 σιτούμενον(“证明/使他成为靠……为生者”)。短语 οὐκ εἰς μακράν(中间插入了 ἄν)为副词性习语,意为“不久”。
- 660eἐπεὶ παρῆμεν ἂν ὄψα τῶν λιτῶν καὶ ὑγιαινόντων, ὥσπερ ἀλεξιφάρμακα, πρὸς οὕτω πολυτελεῖς καὶ φλεγμαινούσας τραπέζας περιαψάμενοι
连词 ἐπεί 承接暗含的未实现条件(“若我们早知如此”),引导非现实条件句的归结从句(未完成过去式直陈式 παρῆμεν + ἄν,意为“否则我们就会……”)。分词 περιαψάμενοι 与主语 ἡμεῖς 一致,作方式或伴随状语,形象地借用佩带护身符/解毒剂的动作。
