- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:4.0.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克向索修斯·塞内基奥指出,在广场结交朋友的忠告同样适用于饮宴,并阐明言谈与葡萄酒相交融才能将友谊镌刻在心灵之上。
ὦ Σόσσιε Σενεκίων, τοῦ Πολυβίου Σκιπίωνι παραινοῦντος1 Ἀφρικανῷ μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ φίλον τινὰ ποιήσασθαι τῶν πολιτῶν· φίλον δὲ δεῖ μὴ πικρῶς μηδὲ σοφιστικῶς ἀκούειν ἐκεῖνον τὸν ἀμετάπτωτον καὶ βέβαιον, ἀλλὰ κοινῶς τὸν εὔνουν· ὥσπερ ᾤετο χρῆναι Δικαίαρχος εὔνους μὲν αὑτῷ παρασκευάζειν ἅπαντας, φίλους δὲ ποιεῖσθαι τοὺς ἀγαθούς;. φιλία γὰρ ἐν χρόνῳ πολλῷ καὶ διʼ ἀρετῆς ἁλώσιμον·2 εὔνοιαν δὲ καὶ χρεία καὶ ὁμιλία καὶ παιδιὰ πολιτικῶν ἀνδρῶν ἐπάγεται, καιρὸν λαβοῦσα πειθοῦς φιλανθρώπου καὶ χάριτος συνεργόν. ἀλλʼ ὅρα τὸ τῆς παραινέσεως, εἰ μὴ μόνον ἔχει δεξιῶς; πρὸς ἀγορὰν ἀλλὰ καὶ πρὸς συμπόσιον· ὥστε δεῖν μὴ πρότερον ἀναλύειν ἢ κτήσασθαί τινα τῶν συγκατακειμένων καὶ παρόντων εὔνουν ἑαυτῷ καὶ φίλον. εἰς ἀγορὰν μὲν γὰρ ἐμβάλλουσι πραγμάτων εἵνεκεν καὶ χρειῶν ἑτέρων, εἰς δὲ συμπόσιον οἵ γε νοῦν ἔχοντες ἀφικνοῦνται κτησόμενοι φίλους οὐχ ἧττον ἢ τοὺς ὄντας εὐφρανοῦντες. διότι τῶν μὲν ἄλλων ζητεῖν ἐκφορὰν κἀνελεύθερον ἂν εἴη καὶ φορτικόν, τὸ δὲ φίλων πλέον ἔχοντας ἀπιέναι καὶ ἡδὺ καὶ σεμνόν ἐστι. καὶ τοὐναντίον ὁ τούτου παραμελῶν ἄχαριν αὑτῷ καὶ ἀτελῆ τὴν συνουσίαν ποιεῖ καὶ ἄπεισι τῇ γαστρὶ σύνδειπνος οὐ τῇ ψυχῇ γεγονώς· ὁ γὰρ σύνδειπνος οὐκ ὄψου καὶ οἴνου καὶ τραγημάτων μόνον, ἀλλὰ καὶ λόγων κοινωνὸς ἥκει καὶ παιδιᾶς καὶ φιλοφροσύνης εἰς εὔνοιαν τελευτώσης. αἱ μὲν γὰρ παλαιόντων ἐπιβολαὶ καὶ ἕλξεις κονιορτοῦ δέονται, ταῖς δὲ φιλικαῖς λαβαῖς ὁ οἶνος ἁφὴν ἐνδίδωσι μιγνύμενος λόγῳ λόγος γὰρ αὐτῷ τὸ φιλάνθρωπον καὶ ἠθοποιὸν ἐπὶ τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐποχετεύει καὶ συνδίδωσιν· εἰ δὲ μή, πλανώμενος ἐν τῷ σώματι πλησμονῆς οὐδὲν σπουδαιότερον παρέσχεν. ὅθεν ὥσπερ ὁ μάρμαρος, τοῦ διαπύρου σιδήρου τῷ καταψύχειν τὴν ἄγαν ὑγρότητα καὶ ῥύσιν ἀφαιρῶν, εὔτονον ποιεῖ τὸ μαλασσόμενον αὐτοῦ καὶ τυπούμενον· οὕτως ὁ συμποτικὸς λόγος οὐκ ἐᾷ διαφορεῖσθαι παντάπασιν ὑπὸ τοῦ οἴνου τοὺς πίνοντας; ἀλλʼ ἐφίστησι καὶ ποιεῖ τῇ ἀνέσει τὸ ἱλαρὸν καὶ φιλάνθρωπον ἐγκέραστον καὶ κεχαρισμένον, ἄν τις ἐμμελῶς ἅπτηται, καθάπερ σφραγῖδι φιλίας εὐτυπώτων καὶ ἁπαλῶν διὰ τὸν οἶνον ὄντων.3
索修斯·塞内基奥啊,波利比乌斯曾告诫阿非利加努斯·西庇阿,在使某位公民成为自己的朋友之前,不可离开广场。在此,人们不当以严苛或诡辩的方式将“朋友”理解为那位不可动摇、坚定不移者,而应从通俗的意义上理解为怀有善意之人;正如迪凯阿尔霍斯所认为的,人应当使众人对自己怀有善意,但只把善人作为朋友。因为友谊唯有历经长久岁月并凭借美德方可获得;而政治之士的实用需要、往来交往和戏谑玩笑,获得良机作为仁慈的说服与魅力的助手,亦可招致善意。但请看看这一劝告,是否不仅适于广场,亦同样精妙地适于饮宴?以至于人们在使同席在场的某人成为善待自己之友以前,不当离席而去。因为人们奔赴广场是为事务和其他需要,但有识之士来到饮宴,则是为了结交朋友,其意图绝不亚于取悦现有的朋友。因为企图带走其余之物乃是鄙陋而粗俗的,但带着更多的朋友离去,则是令人愉悦且高尚的。反之,忽视这一点的人,便使自己的这场相聚变得乏味而不完整,离席而去时仅在腹肚上而非在心灵上成了共餐者。因为共餐者前来的目的,不仅是作为鱼肉珍馐、葡萄酒与茶点的分享者,更是作为言谈、玩笑以及最终归于善意的亲切友情的分享者。摔跤者的扑抓和牵拉需要尘土,而葡萄酒若与言辞融为一体,则为友谊的执持提供着力点;因为言辞将葡萄酒的仁慈与塑造品性的特质从肉体导引并传递给心灵。否则,葡萄酒游荡于肉体之中,除了撑胀饱足外,便提供不了任何庄重的益处。因此,正如大理石粉末通过冷却炙热的铁,除去其过度的湿气和流动性,从而使那正被软化和定型的部分变得坚韧;饮宴间的言谈同样不容饮酒者被葡萄酒彻底消融瓦解,反而适度约束,并在松弛之中融入欢愉与人情之美,只要有人合宜得体地取用它,便宛如给那些因葡萄酒而变得柔软且易于印记的人们盖上友谊的印章一般。
- 1τοῦ Πολυβίου Σκιπίωνι παραινοῦντος
位于开篇的属格独立结构(genitive absolute)。该句并未紧随主句的限定动词,而是充当引出论题的前置说明,在逻辑上与后文由 ἀλλʼ ὅρα 引出的祈使主句相呼应。
- 660aἁλώσιμον
以中性单数形容词用作主语 φιλία(阴性)的表语。这是一种表达格言或普遍真理的常见惯用构词法,将抽象名词概括为中性的事物或属性。
- 660cκαθάπερ σφραγῖδι φιλίας εὐτυπώτων καὶ ἁπαλῶν διὰ τὸν οἶνον ὄντων
句末的属格独立结构(εὐτυπώτων καὶ ἁπαλῶν... ὄντων)。其逻辑主语指代前文出现的饮酒者(τοὺς πίνοντας),因上下文明确而省略。与格 σφραγῖδι 表示工具或手段,由比喻连词 καθάπερ 修饰,意为“宛如借由友谊的印章”。
