- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.10.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者提出不仅要看热力的多寡更要看质的差异,通过自然与身体的诸多现象对比了月光的湿润作用与日光的干燥作用,并从收敛效力或体液聚集的角度解释了铜钉防腐的原因。
λεχθέντων δὲ τούτων, ἐγὼ τἄλλα μέν ἔφην εἴρηται καλῶς· τῇ δὲ ποσότητι καὶ τῷ μᾶλλον καὶ ἧττον τῆς θερμασίας κρίνειν τὸ σύμπαν οὐ δεῖ· καὶ γὰρ ἥλιον ὁρῶμεν ἧττον ἐν τῷ χειμῶνι θάλποντα καὶ μᾶλλον ἐν τῷ θέρει σήποντα τὰ σώματα· τοὐναντίον δʼ ὤφειλε ποιεῖν, εἰ μαλακότητι τῆς θερμασίας αἱ σήψεις ἐγίνοντο· νυνὶ δέ, ὅτε μᾶλλον ἐντείνει τὸ καῦμα, θᾶσσον διαφθείρει τὰς σάρκας. οὐκοῦν οὐδʼ ἡ σελήνη διʼ ἔνδειαν ἀλέας καὶ ἀσθένειαν εἰς σῆψιν ἄγει τὰ νεκρὰ τῶν σωμάτων, ἀλλʼ ἰδιότητα μᾶλλον αἰτιατέον τοῦ φερομένου ῥεύματος ἀπʼ αὐτῆς.1 ὅτι γὰρ οὐ μίαν ἔχει ποιότητα πᾶν τὸ θερμόν, αὐτῷ μόνῳ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαν, ἀλλʼ εἰσὶ πάμπολλαι τοῦ πυρὸς δυνάμεις οὐδὲν ἀλλήλαις ἐοικυῖαι, δῆλον ἀπὸ τῶν προχειροτάτων. οἱ μὲν γὰρ χρυσοχόοι διὰ τῆς ἀχυρίνης φλογὸς ἐργάζονται τὸν χρυσόν, οἱ δʼ ἰατροὶ μάλιστα τῇ κληματίνῃ τὰ συνεψόμενα τῶν φαρμάκων ὑποχλιαίνουσι· πρὸς δὲ τὴν τοῦ ὑέλου μάλαξιν καὶ τύπωσιν εὐάρμοστον εἶναι δοκεῖ τὸ μυρίκινον· τὸ δʼ ἀπὸ τῆς ἐλαίας τὰ μὲν σώματα ταῖς πυρίαις εὖ διατίθησι, τοῖς δὲ βαλανείοις πολέμιόν ἐστι καὶ λυμαίνεται τὴν πινάκωσιν αὐτῶν καὶ τοὺς θεμελίους ὑποκαόμενον. ὅθεν οἱ χαρίεντες ἀγορανόμοι τοὺς ἐργολαβοῦντας οὐκ ἐῶσιν ἐλαΐνοις ξύλοις χρῆσθαι, καθάπερ οὐδʼ αἴρας ἐμβαλεῖν εἰς τὴν ὑπόκαυσιν· αἱ γὰρ ἀπὸ τούτων ἀναθυμιάσεις καρηβαρίας καὶ σκοτώματα τοῖς λουομένοις ἐμποιοῦσιν. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὴν σελήνην τοῦ ἡλίου διαφέρειν, τοῦ μὲν ξηραντικὰ τῆς δὲ χαλαστικὰ καὶ κινητικὰ τῶν ἐν τοῖς σώμασιν ὑγρῶν ἀφιείσης ῥεύματα. διὸ τὰ μὲν νήπια παντάπασιν αἱ τίτθαι δεικνύναι πρὸς τὴν σελήνην φυλάττονται· πλήρη γὰρ ὑγρότητος ὄντα, καθάπερ τὰ χλωρὰ τῶν ξύλων, σπᾶται καὶ διαστρέφεται. τοὺς δὲ κατακοιμηθέντας ἐν αὐγῇ σελήνης μόλις ἐξανισταμένους οἷον ἐμπλήκτους ταῖς αἰσθήσεσι καὶ ναρκώδεις ὁρῶμεν ἡ γὰρ ὑγρότης ὑπὸ τῆς σελήνης διαχεομένη βαρύνει τὰ σώματα. λέγεται δὲ καὶ πρὸς εὐτοκίαν συνεργεῖν, ὅταν ᾖ διχόμηνος, ἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας.2 ὅθεν οἶμαι καὶ τὴν Ἄρτεμινλοχείαν καὶ Εἰλείθυιαν, οὐκ οὖσαν ἑτέραν ἢ τὴν σελήνην, ὠνομάσθαι. Τιμόθεος δʼ ἄντικρυς "διὰ κυάνεον πόλον ἄστρων, διὰ τʼ ὠκυτόκοιο σελάνας." γίγνεται δὲ καὶ περὶ τὰ ἄψυχα τῶν σωμάτων ἐπίδηλος ἡ τῆς σελήνης δύναμις· τῶν τε γὰρ ξύλων τὰ τεμνόμενα ταῖς πανσελήνοις ἀποβάλλουσιν οἱ τέκτονες ὡς ἁπαλὰ καὶ μυδῶντα ταχέως διʼ ὑγρότητα· τοὺς δὲ πυροὺς οἱ γεωργοῦντες σπεύδουσι φθίνοντος τοῦ μηνὸς ἐκ τῆς ἅλω συναίρειν, ἵνα παγέντες τῇ ξηρότητι μᾶλλον πρὸς τὸν χρόνον ἀντέχωσιν· οἱ δʼ ἀκμῇ τῆς σελήνης διακομιζόμενοι κόπτονται μάλιστα· διὰ τὴν ὑγρότητα μαλακώτεροι γιγνόμενοι. λέγουσι δὲ καὶ τἄλευρον ἐν ταῖς πανσελήνοις ζυμοῦσθαι βέλτιον· ἡ γὰρ ζύμωσις ὀλίγον ἀποδεῖ σῆψις εἶναι· κἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν.3 αἱ δὲ σηπόμεναι σάρκες οὐδὲν ἄλλο πάσχουσιν, ἢ, τοῦ συνεκτικοῦ πνεύματος μεταβάλλοντος εἰς ὑγρόν, ἐξαραιοῦνται καὶ ῥέουσι. τοῦτο δὲ καὶ τὸν ἀέρα πάσχοντα θεωροῦμεν δροσοβολεῖ γὰρ ταῖς πανσελήνοις μάλιστα διατηκόμενος, ὥς που καὶ Ἀλκμὰν ὁ μελοποιὸς αἰνιττόμενος τὴν δρόσον ἀέρος θυγατέρα καὶ σελήνης "οἷα φησί Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας σελάνας." οὕτω πανταχόθεν μαρτυρεῖται τὸ τῆς σελήνης φῶς ἄγαν ὑγραντικὴν ἔχον καὶ μαλακτικὴν δύναμιν. ὁ δὲ χαλκοῦς ἧλος, εἴ γε διελαυνόμενος, ὥς φασιν, ἀσηπτότερα διατηρεῖ τὰ κρέα, φαίνεται μὲν ἔχων τι στυπτικὸν ἐν αὑτῷ· τῷ γὰρ ἰῷ πρὸς τὰ τοιαῦτα χρῶνται τῶν φαρμάκων ἰατροί, καὶ τούς γε διατρίβοντας ἐν τοῖς χαλκωρυχείοις ἱστοροῦσιν ὠφελεῖσθαι τὰ ὄμματα καὶ βλεφαρίδας ἐκφύειν τοὺς ἀποβεβληκότας· ἡ γὰρ ἀπιοῦσα τῆς χαλκίτιδος ἄχνη καὶ προσπίπτουσα τοῖς βλεφάροις ἀδήλως ἀναστέλλει τὰ ῥεύματα καὶ περιστύφει τὸ δάκρυον. διὸ καί φασιν εὐήνορα καὶ νώροπα χαλκὸν ὑπὸ τοῦ ποιητοῦ προσαγορεύεσθαι. Ἀριστοτέλης δὲ καὶ τὰ τραύματά φησι τἀπὸ τῶν χαλκῶν ἐπιδορατίδων καὶ μαχαιρῶν ἧττον εἶναι δυσαλγῆ καὶ ῥᾴονʼ ἰᾶσθαι τῶν ἀπὸ τοῦ σιδήρου διὰ τὸ φαρμακῶδες ἔχειν τι τὸν χαλκὸν ἐν ἑαυτῷ καὶ τοῦτο ταῖς πληγαῖς εὐθὺς ἐναπολείπειν. ὅτι δὲ καὶ τῷ σήποντι τὸ στῦφον καὶ τὸ θεραπεῦον τῷ φθείροντι τὴν ἐναντίαν ἔχει δύναμιν, οὐκ ἄδηλον· εἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφʼ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν,4 ἐπιφορᾶς ἀεὶ γιγνομένης πρὸς τὸ πάσχον. διὸ καὶ περὶ αὐτὸν ἐκεῖνον τὸν τόπον οἷόν τινα μώλωπα καὶ σπῖλον ὁρᾶσθαί φασι· καὶ λόγον ἔχει τὴν ἄλλην σάρκα διαμένειν ἀπαθῆ, τῆς φθορᾶς ἐκεῖ συντρεχούσης.
在这些话说完之后,我说道: “其余的话都说得很好;但我们决不能单凭热力的数量以及‘或多或少’来断定整个问题。因为我们看到,太阳在冬天温热较弱,而在夏天却更使肉体腐烂;然而,如果腐败真是由于热力的柔和引起的,太阳本该表现出相反的情形才是。而事实上,当炎热加剧时,它反而更快地败坏肉体。因此,月亮并非因缺乏温热和微弱而使死尸腐败,倒是更应归咎于从它所流散出的射流特有的性质。因为并非所有的热都只有一种性质、仅在多寡上有所差异,而是存在着许许多多互不相似的火的效力,这一点从最显而易见的例子中即可明了。金匠用麦秸的火焰来熔炼金子,医者尤其用葡萄嫩枝的火来微温煎煮药物;柽柳之火被认为极适宜于玻璃的软化与定型;橄榄木的火虽在熏蒸浴中使人体舒适,对公共浴场却是有害的,若在底部燃烧,会毁坏浴场的板壁和地基。因此,精明的市监官不准承包商使用橄榄木,正如他们禁止将毒麦投入炉中一样;因为从这些物质散发的烟气会使洗浴者头痛和眩晕。那么,月亮与太阳各异,太阳散发使之干燥的射流,而月亮散发使体内水分松弛与流动的射流,也就不足为奇了。正因如此,乳母们极力防范将婴儿暴露在月光下;因为婴儿充满水分,宛如鲜木一般,容易抽搐并发生畸变。而那些在月光下睡熟的人,我们见他们醒来时极其吃力,仿佛神智昏迷、四肢麻木;因为月亮所散布的湿气压沉了身体。人们还说,当月满之时,月亮有助于顺产,因为通过松弛体液使得分娩的阵痛变得更为温和。因此我想,阿耳忒弥斯之所以被称为产育女神和厄勒梯亚,盖因她不是别的,正是月亮。蒂莫塞奥斯更是径直说道: ‘穿过群星苍碧的天极, 穿过催生顺产的明月。’ 此外,月亮的力量在无生命的物体上也显现分明。匠人们弃置在满月时砍伐的木料,认为它们质软且因湿气而迅速霉烂;农人们则赶在月末从打谷场上收拢小麦,以便小麦因干燥而结实,更能长久贮存;而在月圆鼎盛时运送的麦子受损最甚,因湿气而变得较为柔软。人们还说面粉在满月时发酵得更好;因为发酵与腐败仅有一步之差,若失去节制,便会使面团疏松变稀,从而导向同样的败坏。腐败的肌肉所经历的无非是:当其维系的元气转化为液体时,便变得松散并流散。我们观察到空气也是如此:在满月时空气融化得最为厉害,降下甘露,正如抒情诗人阿尔克曼在某处暗示露水是空气与月亮的女儿时所说: ‘宙斯与皎月之女甘露所哺育的种种事物。’ 由此从各方面证明,月亮的光芒具有极强的润湿和软化之力。至于铜钉,如果像人们所说的那样,穿刺进去确实能使肉不易腐烂,那它本身似乎具有某种收敛的性质。因为医生们将铜绿用于此类药物,并且据说那些在铜矿中劳作的人视力受益,失落睫毛的人还能重新生长;因为从铜矿石中散发并落于眼睑上的微尘,在不知不觉中阻遏了流液并收敛了泪水。因此人们说,诗人称青铜为‘健壮人心的’和‘闪烁的’。亚里士多德也说,由青铜枪尖和刀刃所致的伤口,比铁器造成的伤口更少痛苦、更容易愈合,因为青铜本身含有一种药性,并在打击时立即留存于伤口中。收敛之物与腐败之物、医治之物与败坏之物具有相反的效力,这是不言而喻的;除非有人会说,由于穿透,钉子将体液吸引到自身周围,因为体液总是不断向受损之处涌流。因此人们说,在那个部位周围可以看到某种淤伤和斑点;当败坏汇聚于该处时,其余的肉完好无损,也是合乎情理的。”
- 658dἰδιότητα μᾶλλον αἰτιατέον τοῦ φερομένου ῥεύματος ἀπʼ αὐτῆς
动形容词 αἰτιατέον 用于无人称结构,意为“应当归因于/归咎于”,支配宾格 ἰδιότητα 作为其直接宾语,并附带属格短语 τοῦ φερομένου ῥεύματος ἀπʼ αὐτῆς(“从它散发出的流出物”)。
- 658eἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας
分词 παρέχουσα 支配双重宾格,以 τὰς ὠδῖνας(“分娩阵痛”)为直接宾语,μαλακωτέρας(“更温和的”)为宾语补足语。无介词的与格 ἀνέσει 表手段或原因(“通过体液的松弛”)。
- 659bκἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν
此处是由 κἂν (= καὶ ἄν) 搭配虚拟式(ἀποβάλῃ)构成的普遍条件句。主句的不定过去时直陈式 προήγαγεν 并非指过去的具体行为,而是表示普遍规律的格言不定过去时(gnomic aorist),在意义上等同于现在时(“引向……”)。
- 659dεἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφʼ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν
从句 εἰ μή ... φαίη 使用希求式提出另一种假说(“除非有人会说……”)。与格 τῇ διελάσει 表手段(“通过贯穿”),后接带不定式的宾格结构(τὸν ἧλον ... συνάγειν)作为 φαίη 的宾语从句。
