← 普鲁塔克

食桌谈话录

§3.9.1-3.9.2

依音程比例调配酒水与饮酒节制

阿里斯同戏谑地将音程比例(五度、八度、四度)比作酒水的调配比例,阐述了不同比例对醉酒状态的影响;随后父亲援引神话中狄奥尼索斯拥有众多水仙(乳母)的典故,补充了适度节制的重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.1

ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, Ἀρίστων ἀναβοήσας ὥσπερ εἰώθει πέφανται εἶπεν εἰς τὰ συμπόσια τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ1 πολὺν χρόνον. καθάπερ γὰρ οἱ περὶ λύραν κανονικοὶ τῶν λόγων φασὶ τὸν μὲν ἡμιόλιον τὴν διὰ πέντε συμφωνίαν παρασχεῖν τὸν δὲ διπλάσιον τὴν διὰ πασῶν, τὴν δὲ διὰ τεσσάρων ἀμυδροτάτην οὖσαν ἐν ἐπιτρίτῳ συνίστασθαι· οὕτως οἱ περὶ τὸν Διόνυσον ἁρμονικοὶ τρεῖς κατεῖδον οἴνου2 συμφωνίας πρὸς ὕδωρ, διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾄδοντες "ἢ πέντε πίνειν ἢ τρίʼ ἢ μὴ τέσσαρα." πέντε γὰρ ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων πρὸς δύʼ οἴνου· τρία δʼ ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένων δυεῖν· τέσσαρα δʼ, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος λόγος, ἀρχόντων τινῶν ἐν πρυτανείῳ νοῦν ἐχόντων ἢ διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσι, νηφάλιος καὶ ἀδρανὴς κρᾶσις. ἐκείνων δὲ τῶν ἄλλων ἡ μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον "κινοῦντα χορδὰς τὰς ἀκινήτους φρενῶν" οὔτε γὰρ ἐᾷ νήφειν οὔτε καταδύειν παντάπασι τὸ ἀνόητον εἰς τὸν ἄκρατον· ἡ δὲ δυεῖν πρὸς τρία μουσικωτάτη, πᾶσʼ ὑπνοφόρος; καὶ λαθικηδὴς καὶ κατὰ τὴν Ἡσιόδειον ἐκείνην ἀλεξιάρην παίδων εὐκηλήτειραν τῶν ἐν ἡμῖν ἀγερώχων καὶ ἀκόσμων παθῶν διὰ βάθους ποιοῦσα γαλήνην καὶ ἡσυχίαν;

我说完这些后,阿里斯同照常大声喊道:“通往宴席的归途已向那最为公正、最为民主的量度敞开——它此前如同被某种清醒的权宜专制者流放了许久一般。正如研究竖琴音律的理论家所言,三比二的比例产生五度协和音,倍比产生八度协和音,而最微弱的四度协和音则形成于四比三的比例;侍奉狄奥尼索斯的和声家们同样发现了酒对水的三种协和比例:通过五、通过三以及通过四,他们如此吟唱道: ‘或饮五,或饮三,切勿饮四。’ 因为‘五’处于三比二的比例中,由三份水混合两份酒;‘三’处于倍比之中,由两份水掺和一份酒;而‘四’则是把三份水浇入一份酒中,这便是四比三的比例,是某些在市政厅中保持理智的行政官、或是当考察论辩演变时紧蹙双眉的辩证学者所享用的清醒而无力的调配。至于其余两种调配,二比一的那种会引发醉酒中那种令人骚乱且微醺的张力, ‘拨动心灵那沉寂的琴弦’, 因为它既不容人清醒,也不容将愚昧之态彻底沉没于纯酒之中;而二比三的那种则是最具音乐性的,通体催人入眠且忘忧,恰似赫西俄德笔下那位 ‘攘除灾厄、抚慰孩童的柔和使者’, 在深处使我们体内傲慢而无序的激情归于风平浪静与宁谧。”

§3.9.2

πρὸς ταῦτα τῷ Ἀρίστωνι ἀντεῖπε μὲν οὐδείς· δῆλος γὰρ ἦν παίζων· ἐγὼ δʼ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπήχει τὴν ἄκρατον· ὁ δʼ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν.3 ὁ μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας, τὴν Ἴτην καὶ τὴν Ἀδράστειαν, τῆς δʼ Ἥρας μίαν, τὴν Εὔβοιαν ἀμέλει δὲ καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον.

对此没有人反驳阿里斯同,因为显然他是在开玩笑。但我吩咐他如抱竖琴般拿起酒杯,去调准那备受赞美的调配与和谐;当僮仆走上前去暗中注入纯酒时,阿里斯同却退缩了,笑着说自己属于音乐理论家,而非器乐演奏家。然而父亲对上述话语只补充了这么多:古人似乎为宙斯安排了两位乳母,即伊达与阿德剌斯忒亚;为赫拉安排了一位,即欧玻亚;当然也为阿波罗安排了两位,即阿勒忒亚与科律塔勒亚;唯独给狄奥尼索斯安排了更多乳母,这正是因为这位神祇需要借由更多份量的水仙(水)来加以驯化和教导,从而变得更为温和与明智。

语法注3 条
  1. 1πέφανται... τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ

    完成时被动语态动词 πέφανται 的主语为名词 κάθοδος(流亡后的归来)。τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων 为利益与格,与其相一致的是完成时被动分词 πεφυγαδευμένῳ(阳性/中性与格单数)。此处将调配的“量度”比作被“清醒权宜之僭主”长期流放后得以归政的城邦公民。

  2. 657bπέντε γὰρ ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων πρὸς δύʼ οἴνου

    对酒席谚语的阐释:πέντε(“五”)指总份数,由三份水加两份酒构成(即 3:2 的比例,ἡμιόλιος,音乐上对应五度音程 διὰ πέντε)。属格独立结构 τριῶν ὕδατος κεραννυμένων πρὸς δύʼ οἴνου 具体阐明了该比例的组成要素。

  3. 657eτῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν

    表从属或范畴的表语属格,不定式 εἶναι 的主语(即阿里斯同自身)被省略。他戏称自己属于“乐理学者(λογικοί)”而非“器乐演奏家(ὀργανικοί)”,借用音乐学术分类来推托实际端杯饮酒的实践。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.9.1-3.9.2