← 普鲁塔克

食桌谈话录

§3.10.1-3.10.2

月光腐蚀肉类的原因及与日光之异

欧堤得摩斯对月光致使肉类腐败一事深感困惑,萨堤罗斯提及猎人用铜钉防腐的习俗,随后欧堤得摩斯引用医者莫斯基翁之说,根据日月热力的性质差异阐明了这一现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10.1

Εὐθύδημος ὁ Σουνιεὺς ἑστιῶν ἡμᾶς σῦν ἄγριον εὐμεγέθη παρέθηκεν ἐπιθαυμασάντων δὲ τῶν παρόντων, ἄλλον ἔφη πολὺ μείζονα κομιζόμενον ὑπὸ τῆς σελήνης διαφθαρῆναι καὶ σφόδρα γε περὶ τῆς αἰτίας διαπορεῖν οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν1 θερμότερον ὄντα τῆς σελήνης. ὁ δὲ Σάτυρος οὐ τοῦτʼ ἔφη μάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γιγνόμενον· ὅταν γὰρ ἢ σῦν ἢ ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν.2

苏尼翁人欧堤得摩斯款待我们时,端上了一头硕大的野猪;在座众人无不称奇,他便说道,另一头大得多的野猪在运送途中因月光而腐坏了,而他对其中原因深感困惑:因为太阳比月亮更加温热,若说太阳反而不如月亮更容易使肉腐烂,这似乎是不合情理的。萨堤罗斯则说道: “人们最该诧异的并非此事,反倒是猎人们的做法;因为每当他们捕获野猪或鹿从远方送往城里时,都会钉入一枚铜钉,以此作为防止腐败的手段。”

§3.10.2

ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες, καὶ πάλιν ὁ Εὐθύδημος ἐπιμνησθεὶς τοῦ διαπορηθέντος Μοσχίων ἔφη φησὶν ὁ ἰατρὸς τὴν σῆψιν τῆξιν καὶ ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα· θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν· ἂν δʼ ᾖ πυρώδης, τοὐναντίον ἀπισχναίνειν τὰς σάρκας. ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δʼ ἥλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν πρὸς ὃ καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶς "ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ ὀξὺς ἐλλάμπων·" ἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτορος, ᾧ κειμένῳ3 νεφέλην τινὰ σκιερὰν ὁ Ἀπόλλων ἐπήγαγε, "μὴ πρὶν μένος ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν·" τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς "μέλας γὰρ αὐταῖς οὐ πεπαίνεται βότρυς" κατὰ τὸν Ἴωνα.

当我们结束进餐后,欧堤得摩斯再次提及这一疑难,说道: “医者莫斯基翁说,腐败乃是肌肉在败坏中化为液体而产生的消融与流溢,大凡腐败之物都会变得湿润;而一切热力若是柔和温顺的,就会搅动湿气并发挥作用;若是烈火般的,反而会使肌肉干瘪。由此看来,所探求的问题便很清楚了:因为月亮以微温使肉体湿润,而太阳则因其炎热更将湿气从肉体中夺走。对此阿耳基罗科斯亦符合自然哲理地吟道: ‘我料想,天狼星灼热地照耀, 必将烤干他们中的许多人;’ 而荷马在谈及赫克托耳时说得更为明白——阿波罗向横卧的他降下一团蔽日的阴云, ‘免得烈日之力过早地 将他肌腱与四肢周围的皮肉烤焦;’ 然而月亮散发的则是更为微弱的光线; 正如伊翁所说: ‘紫黑的葡萄无法因它成熟。’”

语法注3 条
  1. 1οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν

    属于间接引语(ἔφη)中的不定式句。在非人称表达 εἰκός ἐστι 之后使用否定词 μή,表示对预期常理的否定,意为“太阳反而不如月亮更容易使肉腐烂是绝无可能的(按常理当是更热的太阳致腐才对)”。

  2. 658aβοηθοῦντα πρὸς τὴν σῆψιν

    动词 βοηθέω 与介词短语 πρὸς 加宾格连用,在医学和博物学语境中习用于表示“防治某事”、“针对……起到补救/防护作用”,在此指青铜钉被用来防止肉类腐烂。

  3. 658bᾧ κειμένῳ

    关系代词 ᾧ 与现在分词 κειμένῳ 皆为与格,作为关系分句中动词 ἐπήγαγε 的间接宾语,意为“向倒卧在地的他(赫克托耳)身上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.10.1-3.10.2