- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.8.1-3.8.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
父亲援引亚里士多德关于微醺状态的观点并引发讨论,普鲁塔克则从身体的执行能力以及酒量递增带来的平复作用两方面提出了独到见解。
οὐκοῦν εἶπεν ὁ πατήρ ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν· οὐ γὰρ ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δʼ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δʼ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἤδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα ταῖς φαντασίαις. ἀλλὰ πῶς εἶπεν ὑμῖν δοκεῖ περὶ τούτων;
“那么,”父亲说道,“既然我们提及了亚里士多德,我们也尝试对所谓微醺之人提出一些独到的见解吧;因为在我看来,尽管他在处理此类问题时极其敏锐,却并未将原因阐述得足够详尽。因为我想他说过,清醒者的理性判断准确且符合实情;烂醉之人的感官则陷于瘫痪而受到压制;但微醺之人,其表象能力仍旧强劲,而理性能力却已混乱;因此他依循表象做出判断,并且做出了错误的判断。不过,”他说,“你们对此有何看法?”
ἐμοὶ μέν ἔφην ἐπισκοποῦντι κατʼ ἐμαυτὸν ἀποχρῶν οὗτος ἦν πρὸς τὴν αἰτίαν ὁ λόγος· εἰ δὲ κελεύεις ἴδιόν τι κινεῖν, ὅρα πρῶτον εἰ τὴν εἰρημένην διαφορὰν ἐπὶ τὸ σῶμα μετοιστέον ἐστί. τῶν γὰρ ἀκροθωράκων ἡ διάνοια μόνον τετάρακται, τὸ δὲ σῶμα ταῖς ὁρμαῖς ἐξυπηρετεῖν δύναται, μήπω βεβαπτισμένον· ὅταν δὲ κατασεισθῇ καὶ πιεσθῇ, προδίδωσι τὰς ὁρμὰς καὶ παρεῖται· μέχρι γὰρ ἔργων οὐ πρόεισιν· ἐκεῖνοι δὲ τὸ συνεξαμαρτάνον1 ἔχοντες οὐ τῷ μᾶλλον ἀλογιστεῖν ἀλλὰ τῷ μᾶλλον ἰσχύειν ἐλέγχονται. ἀπʼ ἄλλης δʼ εἶπον ἀρχῆς σκοποῦντι τοῦ οἴνου τὴν δύναμιν, οὐδὲν κωλύει ποικίλην εἶναι καὶ τῇ ποσότητι συμμεταβάλλουσαν. ὥσπερ τὸ πῦρ τὸν κέραμον, ἂν μὲν μέτριον, συγκρατύνει καὶ πήγνυσιν· ἂν δʼ ὑπερβολῇ πλήξῃ, συνέτηξε καὶ ῥεῖν ἐποίησεν ἀνάπαλιν δʼ ἡ ὥρα τοὺς πυρετοὺς ἀρχομένη μὲν ἀνακινεῖ καὶ ἐκκάει, προϊούσης δέ, μᾶλλον καθίστανται καὶ ἀπολήγουσι· τί οὖν κωλύει καὶ τὴν διάνοιαν ὑπὸ τοῦ οἴνου φυσικῶς κινουμένην, ὅταν ταραχθῇ καὶ παροξυνθῇ, πάλιν ἀνίεσθαι καὶ καθίστασθαι πλεονάζοντος; ὁ γοῦν ἐλλέβορος ἀρχὴν τοῦ καθαίρειν ἔχει τὸ ταράττειν τὸν ὄγκον· ἀλλʼ ἢν ἐλάττων τοῦ μετρίου δοθῇ, ταράττει μὲν οὐδὲν δὲ καθαίρει. καὶ τῶν ὑπνωτικῶν ἔνιοι λαβόντες ἐνδοτέρω τοῦ μετρίου θορυβωδέστερον διατίθενται, πλέον δὲ λαβόντες ἔνιοι καθεύδουσιν. εἰκὸς δέ που καὶ ταύτην τὴν περὶ τὸν ἀκροθώρακα ταραχήν, ὅταν ἀκμὴν λάβῃ, μαραίνεσθαι, καὶ πρὸς τοῦτο συνεργεῖν τὸν οἶνον πολὺς γὰρ εἰσελθὼν τὸ σῶμα συνεξέκαυσε καὶ κατανάλωσε τὸ μανιῶδες τῆς ψυχῆς. ὥσπερ γὰρ ἡ θρηνῳδία καὶ ὁ ἐπικήδειος αὐλὸς ἐν ἀρχῇ πάθος κινεῖ καὶ δάκρυον ἐκβάλλει, προάγων2 δὲ τὴν ψυχὴν εἰς οἶκτον οὕτω κατὰ μικρὸν ἐξαιρεῖ καὶ ἀναλίσκει τὸ λυπητικόν ὁμοίως; ἴδοις ἂν καὶ τὸν οἶνον, ὅταν σφόδρα ταράξῃ καὶ παροξύνῃ τὸ ἀκμαῖον καὶ θυμοειδές, αὖθις καταδύοντα καὶ καθιστάντα τὴν διάνοιαν, ὡς πορρωτέρω μέθης προϊοῦσαν ἡσυχάζειν.3
“在我看来,”我说,“当我独自思考时,这番解释来说明原因已然足够;但如果您吩咐我提出独到的见解,请首先考虑是否应当将上述区别转移到身体上去。因为微醺之人只有心灵陷入混乱,而身体尚未被酒力淹没,仍能顺从其冲动;然而一旦身体遭受震荡与重压,便会背弃这些冲动而松弛瘫痪,因为无法推及实际行动;因此这些人拥有一同犯错的同谋,他们之所以显露丑态,并非因其更为盲目无理,而是因其更有行动能力。从另一个角度来看,”我说,“对于观察酒力的人而言,酒力丰富多样并随其数量而相应变化,这绝非不可能之事。正如火焰作用于陶土,若火力适度,便能使其坚实硬化;若过于猛烈,则会使之熔化流淌。相反地,季节在初期引发并发动热病,但随着推移,热病反倒平复止息。那么,在受到混乱和激发之后,当酒量过剩时,受酒自然激荡的心灵再次松弛并平复下来,又有什么阻碍呢?至少藜芦是通过搅动体液杂质来开启泻下之功的;但若投药少于适量,便仅有搅动而全无泻下之效。至于安眠药物,有些人服用了不及适度的量,反而显得更加烦躁不安,而有些人服用了更多的量,便能安然入睡。想必微醺者身上的这种骚动,一旦达到顶点,也自然会逐渐衰退,而酒在此过程中亦发挥了协同作用;因为酒大量涌入体内,助长了身体的热度,从而耗尽了灵魂中狂乱的成分。正如挽歌与葬礼的笛声起初激发悲情、催人泪下,但通过引渡灵魂走向哀悯,便逐渐消除并耗散了痛苦;同样地,你也能看到,当酒强烈搅扰并激发起旺盛与激昂的性情之后,便会再次沉降并平息心灵,使其随着醉意进一步加深而归于平静。”
- 656dτὸ συνεξαμαρτάνον
中性单数现在分词的名词化用法,在语境中充当名词短语,指代顺从混乱的心灵(διάνοια)而一同付诸犯错举动的“身体”(σῶμα)。
- 657aπροάγων
阳性单数现在分词。在此前由阴性名词 ἡ θρηνῳδία 与阳性名词 ὁ ἐπικήδειος αὐλός 构成的复合主语中,该分词在性与数上与位置较近的阳性名词一致(近邻一致),表附带情况或方式。
- 657aὡς πορρωτέρω μέθης προϊοῦσαν ἡσυχάζειν
由 ὡς 连同不定式 ἡσυχάζειν 构成的结果从句。分词 προϊοῦσαν(宾格阴性单数)与不定式在逻辑上的主语均为前述的 τὴν διάνοιαν。
