← 普鲁塔克

食桌谈话录

§3.7.1-3.7.3

开饮新酒的风俗与新酒最不易醉的原因

在介绍了雅典与玻俄提亚开饮新酒的风俗之后,普鲁塔克的父亲提出“为何新酒最不易醉人”的问题,同席的年轻人依据甜味的性质与医学知识给出了独到的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.1

τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται,1 Πιθοίγια τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γʼ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρʼ ἡμῖν δʼ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δʼ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος. ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον, ἐπαινουμένου τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθʼ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς τὸ γλεῦκος ἥκιστα μεθύσκει.2 τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δʼ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν.3 ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν "τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·" τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δʼ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.

在雅典,人们在当月十一日开始启开新酒,称这一天为“开瓮节”;古时似乎人们在饮用之前还要行奠酒礼祈祷,愿这剂药物对他们无害且有益健康。而在我们这里,该月被称为普罗斯塔特利奥斯月,习惯上是在新月第六日向善神献祭之后,待西风吹过才品尝新酒;因为在所有的风中,西风最易改变和搅动酒性,而躲过此风影响的酒便被认为能够保持稳定。当时,父亲如常举行了祭礼,餐后大家赞赏此酒时,他向与我们一同研习哲学的年轻人们提出了一个问题,探究为何鲜葡萄汁最不易使人沉醉。 大多数人觉得这番见解耸人听闻且难以置信;但哈吉阿斯说,甘甜之物无论何处都会使人滞胃发腻并带来饱腹之感;因此人们绝不能轻易喝下足以致醉的大量鲜汁,因为食欲一旦到达不再口渴的程度,便会因生腻而止步。他还说,诗人也深知甘甜与醇美不同,因而写道: “伴以乳酪、甘甜的蜂蜜与醇美的酒;”因为酒最初是甘甜的,而当年岁渐长、经由熟化转变为涩口成熟时,它便变得醇美了。

§3.7.2

Ἀρισταίνετος δʼ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν οἴνῳ παύει μέθην· τῶν δʼ ἰατρῶν τινας λέγει τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν, εἶθʼ, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας ἐμφαγεῖν ἔδοσαν. εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸν ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.

尼西亚的阿里斯泰涅托斯则表示,他记得在某些著述中读到过,鲜葡萄汁混合到酒中能解酒醉;他说某些医者嘱咐饮酒过量之人催吐,然后待其就寝之际,给他们吃浸入蜂蜜的面包。因此,如果说甘甜之物能削弱纯酒的烈性,那么新酒在甘味转变之前不会使人醉倒,便是合情合理的。

§3.7.3

σφόδρʼ οὖν ἀπεδεξάμεθα τὴν εὑρησιλογίαν τῶν νεανίσκων, ὅτι τοῖς ἐμποδὼν οὐκ ἐπιπεσόντες ἰδίων εὐπόρησαν ἐπιχειρημάτων. ἐπεὶ τά γε πρόχειρα καὶ ῥᾴδια λαβεῖν ἥ τε βαρύτης ἐστὶ4 τοῦ γλεύκους, ὡς Ἀριστοτέλης φησίν, ἡ διακόπτουσα τὴν κοιλίαν, καὶ τὸ πολὺ συμμένειν πνευματῶδες καὶ ὑδατῶδες· ὧν τὸ μὲν εὐθὺς ἐκπίπτει βιαζόμενον, τὸ δὲ πέφυκε τὸ ὑδατῶδες ἀμβλύτερον ποιεῖν τὸν οἶνον· παλαίωσις δʼ ἐπίτασιν ποιεῖ, ἐκκρινομένου τοῦ ὑδατώδους· καὶ γίγνεται μέτρῳ μὲν ἐλάττων ὁ οἶνος δυνάμει δὲ σφοδρότερος.

于是我们极力赞赏年轻人的巧妙论辩,因为他们没有拘泥于显而易见的常谈,而是提出了自己独到的论据。因为那些现成且唾手可得的解释,无非正如亚里士多德所言,是鲜汁滞重而使肠道通泻,以及其中留存着大量的气性与水性;这两者中,前者因猛烈而迅速排出,后者即水性则天生使酒变得缓和。而陈酿则随着水性分离使酒力凝缩加剧;酒在分量上虽然变少,在效力上却更加猛烈。

语法注4 条
  1. 1τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται

    中间态动词 κατάρχονται 支配部分属格 τοῦ νέου οἴνου,意为“开始启用新酒”或“举行新酒的开饮仪式”,指雅典花月节首日(开瓮节)开坛奠饮的传统。

  2. 1προύβαλε ζητεῖν λόγον, ὡς τὸ γλεῦκος ἥκιστα μεθύσκει

    连词 ὡς 引导与 λόγον 同格的解释从句或间接疑问,表示“鲜果汁(新酒)为何最不易使人沉醉的原由”。γλεῦκος(未完全发酵的新榨果汁)作从句主语。

  3. 1ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν

    介词 ἄχρι 支配带冠词不定式的属格 τοῦ μὴ διψῆν,意为“直至不再口渴(渴感消除)的程度”。分词 προελθοῦσαν 为阴性单数宾格,修饰不定式的主语 τὴν ὄρεξιν(食欲、饮欲)。

  4. 656bἐπεὶ τά γε πρόχειρα καὶ ῥᾴδια λαβεῖν ἥ τε βαρύτης ἐστὶ

    连词 ἐπεί 引导原因从句,说明赞赏年轻人(提出独创论据)的缘由。不定式 λαβεῖν 作说明性附加语修饰 ῥᾴδια(“易于把握/采纳的”)。句中由 τε... καί 连结并列的主语成分 ἥ τε βαρύτης 与 καὶ τὸ πολὺ συμμένειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.7.1-3.7.3