- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
索克拉鲁斯反驳了伊壁鸠鲁排斥夜间情事的观点,主张夜晚才是保持羞耻之心并摆脱白昼劳作的恰当时机。他进一步指出,相比于饭后的温存,更应警惕的是在面临白昼公务与劳作前行房,以免在缺乏充分休息的情况下给身心造成过度负担。
Ἀθλητικὰ ταῦτʼ εἶπεν ὁ Σώκλαρος ὦ Ὀλύμπιχε, παντάπασιν ἔτι τῆς κοτταβίσεως ὄζοντα καὶ τῶν κρεοφαγιῶν ἐκείνων, οὐκ ἐν δέοντι. νέοι τε γὰρ πάρεισι γεγαμηκότες, ὑφʼ ὧν δεῖ φιλοτήσια ἔργα τελεῖσθαι· καὶ ἡμᾶς οὔπω παντάπασιν ἡ Ἀφροδίτη πέφευγεν, ἀλλὰ καὶ προσευχόμεθα δήπουθεν αὐτῇ λέγοντες ἐν τοῖς τῶν θεῶν ὕμνοις "ἀνάβαλλʼ ἄνω τὸ γῆρας, ὦ καλὰ Ἀφροδίτα." σκοπῶμεν οὖν, εἰ δοκεῖ, πότερον ἐμμελῶς καὶ προσηκόντως ὁ Ἐπίκουρος ἢ παρὰ πᾶν δίκαιον ἀφαιρεῖ τὴν Ἀφροδίτην τῆς νυκτός· καίτοι κράτιστον αὐτῇ θεῶν μετεῖναί φησιν ἐρωτικὸς ἀνὴρ Μένανδρος. συνετέθη γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν, καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν τῶν ὀμμάτων τὸ αἰδούμενον καὶ τῷ ἀκολάστῳ θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ ἐνδιατρίβειν αὖθις ἐκριπίζει τὰς ἐπιθυμίας. ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται κατὰ τὸν Πλάτωνα παθημάτων, καὶ σφόδρα ταῖς ἐγγὺς φαντασίαις τὴν ψυχὴν ἐγείρουσα πρὸς τὰ εἴδωλα τῆς ἡδονῆς, καινὴν ἀεὶ ποιεῖ καὶ πρόσφατον ἐπιθυμίαν. ἡ δὲ νὺξ τὰ πλεῖστα καὶ μανιωδέστατα τῶν ἔργων ἀφαιροῦσα παράγει καὶ κατευνάζει τὴν φύσιν, οὐκ ἐξοκέλλουσʼ1 ὑπὸ τῆς ὄψεως εἰς ὕβριν. ἄνευ δὲ τούτων, τίνʼ ἔχει λόγον ἀπὸ δείπνου μὲν ἥκοντα γεγανωμένον, ἂν οὕτω τύχῃ, στέφανον κομίζοντα καὶ μύρῳ κεχριμένον, ἀποστραφέντα καὶ συγκαλυψάμενον καθεύδειν· ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι; τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν τὸν δʼ ὄρθρον ἀρχήν·2 καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας, ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησι. διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος "κῶμοί τʼ εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν·" τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ πριόνων καὶ τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων· ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς, "λήγει δὲ Κύπρις θαλίαι τε νέων, οὐδέ τι, θύρσος φύλλα Βακχείου·" συντείνουσι γὰρ αἱ φροντίδες. ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθʼ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινε, πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός, ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν. καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτʼ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος οἴεται, μετὰ τὸ δεῖπνον, ἄν γε μὴ μεθύων τις ἢ ῥηγνύμενος ὑπὸ πλησμονῆς ἅπτηται καὶ βεβαρημένος· ἀμέλει γὰρ οὕτως ἐπισφαλὲς τὸ πρᾶγμα καὶ βλαβερόν. ἂν δʼ ἱκανῶς ἔχων τις αὑτοῦ καὶ μετρίως διακεχυμένος, τοῦ τε σώματος αὐτοῦ μαλακοῦ γεγονότος καὶ τῆς ψυχῆς παρεστώσης, διὰ χρόνου ποιῆται τὴν ἔντευξιν, οὔτε ταραχὴν ἀπεργάζεται μεγάλην διὰ τὸν ὄγκον οὔτʼ ἄλλο τι ὧν ἐπήγαγεν ἢ ψῦξις ἢ μετάθεσις ἐξ ἕδρας ἀτόμων, φησιν Ἐπίκουρος· ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον ἀποδούς, ἑαυτὸν δέ πως ἀπογαληνίσας ἀναπληρώσει, νέας ἐπιρροῆς τοῖς κενώμασι γιγνομένης. ἐκεῖνο δὲ μᾶλλον ἄξιον εὐλαβείας, τὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μήποτʼ ἄρα3 μετέωρον τὸ σῶμα καὶ κεκλονημένον αἵ τε τῆς ψυχῆς φροντίδες αἵ τε περὶ τὰς χρείας πραγματεῖαι καὶ κόποι παραλαβόντες εὐθὺς ἐκτραχύνωσιν, οὐχ ἱκανὸν ἐν μέσῳ διάλειμμα τῆς φύσεως εἰς ἀνάπαυσιν λαβούσης. οὐ γὰρ πάντες, ὦ ἑταῖρε, τὴν Ἐπικούρου σχολὴν καὶ ῥᾳστώνην ὑπὸ λόγου καὶ φιλοσοφίας ἄφθονον εἰς ἀεὶ παρεσκευασμένην ἔχουσι· πολλοὶ δʼ ἕκαστον ἀγῶνες ἐκδέχονται διʼ ἡμέρας, γυμνάσια δʼ ὡς ἔπος εἰπεῖν ἅπαντας· οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. τὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν ὂν οἷον αὐτῷ,4 μὴ φροντίζον τῶν καθʼ ἡμᾶς· ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ νέα ἐφʼ ἡμέρῃ φρονέοντας κατὰ Δημόκριτον ἀνίστασθαι.
索克拉鲁斯说道:“奥林匹库斯啊,这完全是运动员的做派,身上依然充斥着那种投壶戏与大啖肉食的气味,实在不合时宜。因为这里有新婚的年轻人在座,他们理应去成就‘爱意之举’;而阿佛洛狄忒对我们而言也尚未完全离去,相反,我们在向众神的赞歌中确乎还在向她祈求: ‘把衰老推向遥远的未来吧, 美丽的阿佛洛狄忒。’ 因此,如果你同意,就让我们来探讨一下,究竟伊壁鸠鲁将阿佛洛狄忒从夜晚剥离是和谐而恰当的,还是完全违背公理的;尽管深谙情事的男子米南德说,在众神之中唯有夜晚拥有她最大的份额。依我之见,将黑暗作为欢愉的遮蔽置于前面来行此事,如此约定何其美好;这避免了在光照下相遇从而将羞耻之心逐出双目,并向放肆之徒注入狂妄与生动的记忆,而沉浸在这些记忆中又会再次挑起欲望。 因为正如柏拉图所言,‘在经由肉体而生的诸种感受中,视觉于我们最为敏锐’,它通过近在咫尺的表象强烈唤醒灵魂去追逐欢愉的幻象,使欲望始终焕然如新。然而夜晚通过消除绝大部分也是最狂乱的举止,使本性得以转变与安抚,不至因视觉而搁浅于放肆之境。撇开这些不谈,若某人从宴席归来,容光焕发,若是恰逢头戴花冠、身涂香膏,却转过身去蒙头大睡,反而在白昼、在各项公务的处理当中,从女眷内宅为此等事唤出妻子,或在清晨如公鸡般相交,这又有何道理可言?朋友啊,傍晚乃是劳作的歇息,黎明则是劳作的开端;前者受解缚者狄俄尼索斯以及忒耳普西科瑞与塔勒亚的眷顾,后者则催促人奔向掌工巧的雅典娜与司市集的赫尔墨斯。因此,前者充满歌咏、舞蹈与婚歌, ‘狂欢、盛宴与笛管鸣响之声;’ 而后者则充斥着铁锤的敲击、锯子的尖鸣、税吏们清晨的狂吠,以及传唤人出庭或服侍某些君王长官的宣号。值此时机,欢愉之事荡然无存, ‘库普里斯停息,年轻人的欢宴止步, 带叶的巴克科斯杖亦归于无物;’ 因为诸般操劳正绷紧神经。况且诗人〔荷马〕也未曾让任何一位英雄在白昼与正妻或侍妾同衾,除非是他描写帕里斯败逃之后潜入妻子的怀抱,以此表明昼间之无节制不属于男子汉,而属于发狂的通奸者。再者,正如伊壁鸠鲁所认为的那样,肉体在饭后行房也绝不会遭受更大的伤害,只要行房者不是处于酩酊大醉、饱胀欲裂或负荷沉重的状态;因为在那种情形下,此事固然危险且有害。但若一个人能够很好地掌控自己,适度放松,身体自身变得柔软,心灵亦已安顿,隔了一定时间才行交接,那么这既不会因体量而引起巨大骚乱,也不会招致如伊壁鸠鲁所说的由冷却或原子偏离原位所带来的其他任何后果;反之,在向本性偿付了其分内之物、使自身归于某种平静之后,随着新的涌入补充到空虚之处,身体便会得以充盈。反倒是另一件事更值得戒惧:在临近公务之时行云雨之事,切莫让灵魂的焦虑以及关于生计的谋划和辛劳,在肉体尚处于亢奋与动摇之际立刻接踵而至,使之剧烈恶化,而未能让本性在中间获得充足的休息间隔。朋友啊,并非所有人都能拥有伊壁鸠鲁那般凭借理性与哲学始终丰足备置的闲暇与安逸;每个人在白昼都面临着诸多搏斗,可以说所有人都面临着操练;对于这些人而言,将因狂暴交媾而涣散的肉体置于这种状态,既不体面亦无益处。至于那福乐而不朽之存在,尽可如他所言那般存在,不必挂虑人间之事;但我们既然依从城邦的法度,便须小心戒备,切莫在刚刚行完此等事之后,便冒失投入收割并主持祭礼。因此,将夜晚与睡眠置于其中,留出充足的间隔与距离,使我们宛如重新开始般重获洁净,并且正如德谟克利特所言,‘在新的日子里怀抱新的心思’站立起来,这才是恰当的。”
- 654eοὐκ ἐξοκέλλουσʼ
分词 ἐξοκέλλουσα(主格阴性单数)在格上未与其临近的宾格对象 τὴν φύσιν 一致,而是修饰分句的主语 ἡ δὲ νύξ,或者作为一种破格接续(anacoluthon)在意义上呼应潜在的主语 ἡ φύσις。它表达了夜晚在安抚本性时,使之不至于在视觉驱动下搁浅于放肆(傲慢)之境。
- 654eτὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν τὸν δʼ ὄρθρον ἀρχήν
宾格短语 τὴν ἑσπέραν 与 τὸν ὄρθρον 分别带有作补足语的述谓宾格 ἀνάπαυσιν 和 ἀρχήν,构成双重宾格结构。句中省略了表示“认为/当作”的主动词(如 ἡγεῖσθαι 或 νομίζειν)或带有不定式 εἶναι 的支配动词。
- 655bτὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μήποτʼ ἄρα
带冠词的不定式短语 τὸ ... χρῆσθαι 作为述谓形容词 ἄξιον [ἐστί] 的主语。不定式的逻辑主语通过宾格分词 ὄντα 泛指一般人。其后引出的 μήποτʼ ἄρα 分句则是呼应 εὐλαβείας 所含戒备、担忧之意的惧怕从句(fear clause),支配虚拟式动词 ἐκτραχύνωσιν。
- 655dτὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν ὂν οἷον αὐτῷ
此处借用了伊壁鸠鲁著名的神学命题(《主要教义》第一条:τὸ μακάριον καὶ ἄφθαρτον)。在句法上,第三人称单数命令式 ἔστω 与表语分词 ὄν 构成迂说法(periphrasis),意为“任其……那样存在吧”。οἷον αὐτῷ 之后暗含了诸如 δοκεῖ 等动词,表示“正如他(伊壁鸠鲁)所认为的那样”。
