- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.6.1-3.6.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对青年人对伊壁鸠鲁探讨交媾时机的非难,医生佐皮鲁斯为其辩护,说明其真实意图是基于生理危害劝人节制,奥林匹库斯则引用克制的箴言作结。
νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν Ἐπίκουρον, ὡς οὐ καλὸν οὐδʼ ἀναγκαῖον ἐμβεβληκότα λόγον1 περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι, πρὸς ταῦθʼ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ πεζοὺς ἀλλʼ ἐφʼ ἵππων ἐπὶ συνουσίας πρὸς τὰς γυναῖκας. Ζώπυρος δʼ ὁ ἰατρός, εὖ μάλα τοῖς Ἐπικούρου λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπʼ αὐτῷ περαίνειν,2 ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούειν ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα δὲ τοὺς παρὰ πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος. εἰ δὲ δὴ καὶ προηγουμένως εἶπεν ἐζητεῖτο περὶ τούτου, πότερον οὐδʼ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον ἐν δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ, μεθʼ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ παραλέξαι μῦθον ἀμβλὺν ὄντα καὶ ψυχρὸν ἐν οἴνῳ συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺς Ζήνωνος ἂν ἐβουλόμην ἔφη διαμηρισμοὺς ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι.
有几个初涉古人著作不久的年轻人正在抨击伊壁鸠鲁,认为他在《会饮》中插入关于交媾时机的论述既不得体也无必要;因为一个上了年纪的人在宴席上当着少年们的面提及男女情事,并研讨究竟应当在饭后还是饭前行事,乃是极端放荡的表现。对此,有人搬出色诺芬作为辩护,指出他在饭后让同席宾客不是步行而是骑马飞奔去与妻子们交欢。但精通伊壁鸠鲁著作的医生佐皮鲁斯却说,他们读伊壁鸠鲁的《会饮》并未用心;因为伊壁鸠鲁并非一开始就把这设立为某种既定的论题并就此展开推演,而是在饭后唤起年轻人们去散步时,为了使他们克制而与他们交谈,劝阻他们远离欲望,指出这种行为在造成伤害方面总是危险的,而在饮酒和进食时行此道的人所受损害最为严重。 “况且,”他说,“即便这确实是作为主要论题被探讨的,难道哲学家根本就不应该思考交媾的时机和时刻,还是说合乎时机且经过理性权衡去行此类事情更好,而在其他场合考察时机并无不当,唯独在宴席与餐桌旁探讨才算可耻?在我看来,如果一个哲学家白昼在学舍里当着众多形形色色的人探讨此事,反倒可能会招致责难;但在密友与至交之间、杯酒陈设之际,即便在酒席间讲述平淡冷僻的传说也是有益的,那么谈论并倾听对交媾实践有益的言论,又何耻之有?凭犬起誓,依我之见,”他说,“我宁愿芝诺关于股间交媾的论述被安排在某场宴饮和戏谑之中,也不愿它出现在像《国家篇》这样严肃的重要著作里。”
πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο· τῶν δʼ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκ ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δʼ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴ παραλάβῃ καὶ ὕπνος, ἀλλʼ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστον γίγνεσθαι τὸν ὄγκον, ὥσπερ ἐκ θεμελίων γιγνόμενον·3 οὐδὲ γὰρ εὖ ῥεῖν τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένην ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματα διεξιούσης καὶ φευγούσης, τὰ τοιαῦτα πράττειν, πρὶν ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα· συμβάλλοιτο δʼ ἄν τις τῷ Ἐπικούρῳ καὶ τὸν ἰατρικὸν λόγον. ὁ γὰρ μεθʼ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερός ἐστιν· ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι.
年轻人被这番话驳得哑口无言,默然躺着;其他人则请求佐皮鲁斯详述伊壁鸠鲁关于此事的论据。佐皮鲁斯说自己记不清细节,但认为伊壁鸠鲁是担忧交媾带来的冲击,因为肉体在那种状态下陷入震荡与骚乱时会产生震颤。大体而言,纯酒具有冲击性且能引发骚乱,使肉体离开其固有的基底;如果当我们的体质处于这种状态时,迎来的不是平静与睡眠,而是通过男女之事带来的另一些运动,那么在生来最能将身体结合并粘连的部分受到挤压与撬动之际,体质便有失去基底之虞,犹如从根基上动摇一般。而且彼时由于过饱产生阻塞,精气流动不顺,而是被迫混乱地剥离;因此伊壁鸠鲁说,应当在身体归于平静、食物的输布以及经过和排出时的诸种流动停息之后,在身体再次需要别的食物之前,方可进行此类之事。人们还可以为伊壁鸠鲁补充医学上的理由:白昼的时机更为安全,因为此时消化已达成熟;而饭后对于交媾的冲动绝非没有危险,因为一旦食物尚未被克化,消化不良便可能承受交媾所致的翻腾与震颤,从而使损害加倍。
ὑπολαβὼν δʼ Ὀλύμπιχος ἐμοὶ μέν ἔφη τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι· ὅταν φάναι μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος. καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον· καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος γῆμαι κελευούσης, ὑπεξέφυγε πῶς καὶ παρήγαγε λέγων πρὸς ταύτην ἐν ἀρχῇ μὲν οὔπω καιρὸς ὦ μῆτερ; ὕστερον δʼ οὐκέτι καιρὸς ὦ μῆτερ οὕτως ἄρα καὶ πρὸς ἀφροδίσια κράτιστον ἔσται ἔχειν ἕκαστον, ὥστε κατακλινόμενον λέγειν οὔπω καιρός ἀνιστάμενον δʼ οὐκέτι καιρός.
奥林匹库斯接着说道:“就我而言,毕达哥拉斯派克莱尼亚斯的话深合我意;据说当有人问他何时最宜亲近妇人时,他回答说:‘当你最想受到损害的时候。’因为佐皮鲁斯方才所言确实有理,而我也看到另一个时机对此事亦有其他的不合时宜与困难。因此,正如同智者泰勒斯受到母亲逼婚的纠缠时,起初巧言推脱并搪塞她说:‘母亲,时候还未到;’后来又说:‘母亲,时候已经过去了;’同样地,每个人对于情事也最好保持这样的态度,以至于躺下时可以说‘时候还未到’,起身时则说‘时候已经过去了’。”
- 1ἐσπάραττον τὸν Ἐπίκουρον, ὡς οὐ καλὸν οὐδʼ ἀναγκαῖον ἐμβεβληκότα λόγον
连词 ὡς 与完成时分词 ἐμβεβληκότα 连用,表示主语(青年们)主观上的指责理由(“以为/指责他插入了……”)。接下来的 μιμνήσκεσθαι ... ἐσχάτης ἀκολασίας εἶναι 则是间接引语中的不定式结构,转述他们的指责论点。
- 653cοὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπʼ αὐτῷ περαίνειν
此结构由间接引语动词(ἔφη)统辖。否定词 οὐ 否定不定式 περαίνειν,并与后面的 ἀλλὰ ... διαλέγεσθαι 构成对照;宾格分词 ποιησάμενον 与 ἀνιστάντα 则与不定式的逻辑主语(伊壁鸠鲁)一致。
- 654aἀνέδραστον γίγνεσθαι τὸν ὄγκον, ὥσπερ ἐκ θεμελίων γιγνόμενον
τὸν ὄγκον(身体组织/微粒团块)是不定式 γίγνεσθαι 的逻辑主语,ἀνέδραστον(失去基底/不安定的)作表语形容词。分词短语 ὥσπερ ἐκ θεμελίων γιγνόμενον 意为“犹如从根基处发生动摇”,比喻伊壁鸠鲁学派微粒结构与位置的瓦解。
