- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.5.1-3.5.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弗洛鲁斯询问认为酒属寒凉的依据,普鲁塔克提及亚里士多德和伊壁鸠鲁的学说,并通过医疗手段、睡眠与生殖的影响、醉汉类似受冻的症状以及醋的灭火效力等现象,论证酒在本性上具有寒性。
οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶν ἔφη καὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται. τὸν δʼ οἶνον ἐπιθυμῶ μαθεῖν, ὁπόθεν ὑπόνοιαν ἡμῖν τοῦ ψυχρὸς εἶναι παρέσχεν οἴει γάρ ἔφην ἐγὼ τοῦτον ἡμέτερον εἶναι τὸν λόγον; ἀλλὰ τίνος εἶπεν ἑτέρου; μέμνημαι μὲν οὖν ἔφην ἐγὼ καὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ περὶ τούτου τοῦ προβλήματος ἀλλʼ ἱκανῶς πάλαι. διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλʼ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δʼ αὖ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν ἔχωσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλῆσαι,1 ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους.
“尽管如此,”他说,“关于妇女的论述,即便从相反的方向也得到了强有力的阐述。但关于酒,我很想知道,它是从何种根据使我们产生它是寒冷的怀疑的。” “难道你以为,”我说,“这个论述是我们自己的发明吗?” “那么到底是谁的,”他说,“别人的呢?” “我记得,”我说,“我曾读到过亚里士多德关于这一难题的论述,不是最近,而是相当久以前了。伊壁鸠鲁在《会饮》中也进行过许多论述,其要点据我所见大致如下:他说酒本身并不完全是温热的,而是在自身内含有某些产生热量的原子,以及另一些产生寒冷的原子;当它进入人体时,便舍弃其中一些,又从身体中吸收另一些,这取决于它们与我们的体质或天性相融洽的方式,因此有些人喝醉后变热,而另一些人则遭受相反的情形。”
ταῦτʼ εἶπεν ὁ Φλῶρος ἄντικρυς εἰς τὸν Πύρρωνα διὰ τοῦ Πρωταγόρου φέρει ἡμᾶς· δῆλον γὰρ ὅτι καὶ περὶ ἐλαίου καὶ περὶ γάλακτος μέλιτὸς τε καὶ ὁμοίως τῶν ἄλλων διεξιόντες ἀποδρασόμεθα τὸ λέγειν περὶ ἑκάστου, ὁποῖον τῇ φύσει ἐστί, μίξεσι ταῖς πρὸς ἄλληλα καὶ κράσεσιν ἕκαστον γίγνεσθαι φάσκοντες. ἀλλὰ σὺ πῶς ἐπιχειρεῖς τὸ ψυχρὸν εἶναι τὸν οἶνον; οὕτως ἔφην ὑπὸ δυεῖν τότε προσηναγκασμένος αὐτοσχεδιάσαι. πρῶτον δʼ ὑπῄει μοι τὸ γιγνόμενον ὑπὸ τῶν ἰατρῶν· τοῖς γὰρ ἐκλελυμένοις καὶ τόνου τινὸς δεομένοις κατὰ τὰς ἀρρωστίας στομάχου θερμὸν μὲν οὐδὲν προσφέρουσιν οἶνον δὲ διδόντες βοηθοῦσιν· ὡς δʼ αὕτως καὶ τὰς ῥύσεις καὶ ἐφιδρώσεις οἴνῳ καταπαύουσιν, ὡς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῆς χιόνος ἱστάντι καὶ κρατύνοντι τῷ ψύχειν καὶ περιστέλλειν2 φερομένην τὴν ἕξιν. εἰ δὲ καὶ φύσιν καὶ δύναμιν εἶχε θερμαντικήν, ὅμοιον ἦν οἶμαι χιόνι πῦρ καὶ καρδίᾳ προσφέρειν ἄκρατον. ἔπειτα τὸν μὲν ὕπνον οἱ πλεῖστοι περιψύξει γίγνεσθαι λέγουσι καὶ ψυκτικὰ τὰ πλεῖστα τῶν ὑπνωτικῶν φαρμάκων ἐστίν, ὡς ὁ μανδραγόρας καὶ τὸ μηκώνιον· ἀλλὰ ταῦτα μὲν σφόδρα καὶ βίᾳ πολλῇ συνωθεῖ καὶ πήγνυσιν, ὁ δʼ οἶνος ἠρέμα καταψύχων ἵστησι μεθ’ ἡδονῆς καὶ ἀναπαύει τὴν κίνησιν ἐν τῷ μᾶλλον καὶ ἧττον οὔσης πρὸς ἐκεῖνα τῆς διαφορᾶς.3 ἔτι δὲ τὸ μὲν θερμὸν γόνιμον· εὔροιαν γὰρ ἡ ὑγρότης ἴσχει, καὶ τόνον τὸ πνεῦμα καὶ δύναμιν ὑπὸ τῆς θερμότητος ἐξοργῶσαν. οἱ δὲ πίνοντες πολὺν ἄκρατον ἀμβλύτεροι πρὸς τὰς συνουσίας εἰσὶ καὶ σπείρουσιν οὐθὲν εἰς γένεσιν ἰσχυρὸν οὐδὲ κεκρατημένον, ἀλλʼ ἐξίτηλοι καὶ ἀτελεῖς εἰσιν αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι αὐτῶν διὰ φαυλότητα καὶ κατάψυξιν τοῦ σπέρματος. καὶ μὴν ὅσα πάσχουσιν ἄνθρωποι ὑπὸ κρύους, πάντα συμβαίνει τοῖς μεθυσκομένοις, τρόμοι, βαρύτητες, ὠχριάσεις, σάλοι τοῦ περὶ τὰ γυῖα πνεύματος, ἀσάφεια γλώττης, ἔντασις τῶν περὶ τοῖς ἄκροις νεύρων καὶ ἀπονάρκησις· τοῖς δὲ πλείστοις εἰς πάρεσιν αἱ μέθαι τελευτῶσιν, ὅταν ἐκπλήξῃ παντάπασι καὶ κατασβέσῃ τὸ θερμὸν ὁ ἄκρατος. ἰῶνταὶ γε μὴν τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων καὶ κραιπαλώντων κακώσεις, εὐθὺς μὲν ὡς ἔοικε περιστολῇ καὶ κατακλίσει συνθάλποντες, μεθʼ ἡμέραν δὲ λουτρῷ καὶ ἀλείμματι καὶ σιτίοις, ὅσα μὴ ταράττοντα τὸν ὄγκον ἅμα πράως ἀνακαλεῖται τὸ θερμὸν ὑπὸ τοῦ οἴνου διεσπασμένον καὶ πεφυγαδευμένον ἐκ τοῦ σώματος. ὅλως δʼ εἰπεῖν, ἐν τοῖς φαινομένοις καὶ ὁμοιότητας ἀδήλους ἐξιχνεύομεν καὶ δυνάμεις. οὐδὲν δὲ περὶ τῆς μέθης δεῖ διαπορεῖν, ὁποῖὸν ποτʼ ἐστίν· ὡς γὰρ ἔοικε, μάλιστα, ὡς εἰρήκαμεν, ἐοίκασι τοῖς πρεσβύταις οἱ μεθύοντες· διὸ καὶ πρωιαίτατα γηρῶσιν οἱ φίλοινοι· τοὺς δὲ πολλοὺς αὐτῶν καὶ φαλακρώσεις ἄωροι καὶ πολιαὶ πρὸ ἡλικίας ἔχουσι· πάντα δὲ ταῦτα δοκεῖ θερμότητος ἐνδείᾳ καταλαμβάνειν τὸν ἄνθρωπον. ἔτι τοίνυν τὸ ὄξος οἴνου τινός ἐστι φύσις καὶ δύναμις· οὐδὲν δὲ τῶν σβεστηρίων ὄξους πυρὶ μαχιμώτερον, ἀλλὰ μάλιστα πάντων ἐπικρατεῖ καὶ συμπιέζει τὴν φλόγα διʼ ὑπερβολὴν ψυχρότητος· καὶ τῶν ἄλλων δὲ καρπῶν τοῖς οἰνώδεσι μᾶλλον ὡς ψυκτικοῖς χρωμένους τοὺς ἰατροὺς ὁρῶμεν ὥσπερ ῥόαις καὶ μήλοις. αὐτὴν δὲ τὴν τοῦ μέλιτος φύσιν οὐχὶ πρὸς ὄμβριον ὕδωρ καὶ χιόνα συμμιγνύοντες οἰνοποιοῦσι, τοῦ ψυχροῦ τὸ γλυκὺ διὰ συγγένειαν εἰς τὸ αὐστηρόν, ὅταν κρατήσῃ, φθείροντος; οἱ παλαιοὶ δʼ οὐχὶ διὰ τοῦτο τῶν ἑρπετῶν τὸν δράκοντα καὶ τῶν φυτῶν τὸν κιττὸν ἀνέθεσαν τῷ θεῷ καὶ καθιέρωσαν, ὥς τινος ψυχρᾶς καὶ κρυώδους δυνάμεως; ἐὰν δέ, ὅτι τὸ κώνειον ἐπιπινόμενος ἰᾶσθαι δοκεῖ πολὺς ἄκρατος, οἴωνται τοῦτο θερμότητος εἶναι τεκμήριον, ἡμεῖς αὖ φήσομεν ἀναστρέψαντες, ὅτι συγκραθὲν αὐτῷ τοῦτο φάρμακον ἀνίατόν ἐστι καὶ καθάπαξ ἀποκτείνει τοὺς πίνοντας ὥστε μηδὲν μᾶλλον εἶναι δοκεῖν τῷ ἀντιπράττειν θερμὸν ἢ τῷ συνεργεῖν ψυχρόν,4 εἴ γε δὴ ψυχρότητι τὸ κώνειον οὐκ ἄλλῃ τινὶ φύσει καὶ δυνάμει μᾶλλον πιθανόν ἐστιν ἀναιρεῖν τοὺς πιόντας.
“这些话,”弗洛鲁斯说,“直接通过普罗泰戈拉将我们引向了皮浪;因为显然,在探讨橄榄油、牛奶、蜂蜜以及同样其他事物时,只要声称每种事物都是通过相互混合与调和而生成的,我们就会逃避谈论每种事物在本性上究竟是怎样的。但你本人是如何论证酒是寒冷的呢?” “是这样的,”我说,“当时在两个人的强求下我不得不即兴发挥。首先我想到的是医生们的做法:因为对于那些在胃疾中虚脱、需要某种张力的人,医生绝不给予任何温热之物,而是通过施与酒来进行救治;同样,他们也用酒来制止腹泻和盗汗,因为酒通过冷却和收缩来止住并巩固松弛的体态,其效果绝不下于雪,甚至更胜一筹。而如果它在本性和功效上都具有温热之力,我想把火引向雪与把纯酒送入胃中就是一样的了。其次,大多数人说睡眠是通过冷却而产生的,绝大多数安眠药物都是寒凉的,例如曼陀罗和罂粟汁;但这些药物以极强和极大的暴力进行压迫与凝聚,而酒则是温和地冷却,带着愉悦制止并平息运动,它与那些药物的区别仅在于程度的多寡而已。再者,温热之物富于生殖力;因为湿气获得了流动性,气息获得张力以及因热量而勃发的能力。然而饮用大量纯酒的人在性事上更为迟钝,无法播撒任何强健或凝聚的生殖种子,反而由于种子的劣质与冷却,他们与妇女的交合衰弱且无果。而且,人们因寒冷所经受的一切痛苦,全部都会发生在喝醉的人身上:发抖、沉重、面色苍白、肢体间气息的震颤、言语不清、肢体末端筋腱的紧绷与麻木;对大多数人而言,每当纯酒彻底击垮并扑灭体内的热量时,醉酒最终就会导致瘫痪。人们治疗醉酒和宿醉者的身体创伤时,正如所见,立即可行的是通过包裹衣物和卧床来保温,次日则通过沐浴、涂油和饮食,使用那些既不扰乱躯体、又能温和地召回被酒驱散并逐出体内的热量的食物。总而言之,我们在可见的现象中探寻隐而不显的相似性与力量。而关于醉酒究竟是怎样的一种状态,根本无需疑惑;因为正如所见,喝醉的人与老人的相似程度最高,正如我们所说过的。因此嗜酒者极早衰老,他们当中许多人早秃并在壮年之前须发斑白;而所有这些现象都被认为是由于热量的匮乏降临在人身上所致。再者,醋具有某种酒的本性和力量;而在灭火物中,没有任何东西比醋更善于克火,它由于极度的寒冷而最能压制并平息火焰;在其他果实中,我们看到医生们更多地把带酒味的果实作为清凉之物来使用,例如石榴和苹果。人们将蜂蜜本身的本性与雨水和雪混合来造酒,不正是因为当寒冷占上风时,便凭借亲缘性将甘甜破坏并转变为涩味吗?古人难道不是为此在爬虫中将蛇、在植物中将常春藤献给神并奉为神圣,视其具有某种寒冷且冰冻的力量吗?如果有人因为随后饮用大量纯酒似乎能解毒芹之毒,便以为这是温热的明证,那么我们反过来也可以说,毒芹一旦与酒调和,就会成为不治之毒,将饮用者立时毙命;因此,如果毒芹确实更有可能是由于寒冷而非其他任何本性或功效毒死饮用者,那么酒在反抗毒芹上表现为热,与在协助毒芹上表现为冷,其说服力并无高下之分。”
- 652bὡς ἂν ἔχωσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλῆσαι
动词 ἔχωσι 支配表示状态或性质的属格 κράσεως ἢ φύσεως(“处于……体质或本性的状态”),随后接说明性或结果性不定式 ὁμιλῆσαι(“以至于与我们相处/相融合”)。ὡς ἄν 作条件性方式连词。
- 652cἱστάντι καὶ κρατύνοντι τῷ ψύχειν καὶ περιστέλλειν
与格分词 ἱστάντι 和 κρατύνοντι 与前文介词短语中的 οἴνῳ 一致。紧随其后的带冠词不定式 τῷ ψύχειν καὶ περιστέλλειν 为表示手段的与格(“通过冷却和收缩”),修饰这两个分词。
- 652cἐν τῷ μᾶλλον καὶ ἧττον οὔσης πρὸς ἐκεῖνα τῆς διαφορᾶς
属格独立结构。τῆς διαφορᾶς 为主语,οὔσης 为分词,介词短语 ἐν τῷ μᾶλλον καὶ ἧττον(“在更多和更少之中”,即程度上的差异)作表语,意为“与那些药物的区别仅在于程度的多寡”。
- 653bὥστε μηδὲν μᾶλλον εἶναι δοκεῖν τῷ ἀντιπράττειν θερμὸν ἢ τῷ συνεργεῖν ψυχρόν
由 ὥστε 引导的结果从句中的不定式结构。相关比较结构 μηδὲν μᾶλλον ... ἢ ...(“并不比……更……”)与两个表示原因/手段的与格动名词 τῷ ἀντιπράττειν 和 τῷ συνεργεῖν 相对称,表明酒在通过对抗毒芹表现为热,与通过助长毒芹表现为冷之间,并无先后或优劣之别。
