← 普鲁塔克

食桌谈话录

§3.4.1-3.4.3

关于女性体质属热还是属冷的争论

阿波罗尼德斯与阿特律拉托斯提出妇女体质属热还是属冷的议题,阿特律拉托斯陈述了主张女性为热的诸种证据,而弗洛鲁斯则逐一驳斥这些论据,论证妇女天性实属寒冷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1

ὁ μὲν οὖν Σύλλας ταῦτʼ εἶπεν. ὁ δὲ τακτικὸς Ἀπολλωνίδης ἔφη τὸν μὲν περὶ τῶν γερόντων ἀποδέχεσθαι λόγον· ἐν δὲ ταῖς γυναιξὶν αὐτῷ δοκεῖν παραλελεῖφθαι τὸ τῆς ψυχρότητος, ᾗ θερμότατον ἄκρατον ἀποσβέννυσθαι1 καὶ ἀποβάλλειν τὸ πλῆττον καὶ πυρῶδες. πιθανοῦ δὲ καὶ τούτου δοκοῦντος, Ἀθρυΐλατος ὁ Θάσιος ἰατρὸς ἐμβαλών τινα τῇ ζητήσει διατριβὴν εἶναί τινας ἔφησεν, οἳ τὰς γυναῖκας οὐ ψυχρὰς ἀλλὰ θερμοτέρας τῶν ἀνδρῶν ὑπολαμβάνουσιν, ἑτέρους δὲ μᾶλλον οἳ τὸν οἶνον οὐ θερμὸν ἀλλὰ καὶ ψυχρὸν ἡγοῦνται.

叙拉斯说完这些话后,战术家阿波罗尼德斯说,他接受关于老人的论述;但在妇女方面,他认为忽略了寒冷这一因素,极热的纯酒正是被这种寒冷所扑灭,从而丧失了其猛烈与灼热的性质。这一说法似乎也颇有道理,此时萨索斯岛的医生阿特律拉托斯在探究中插话说,有些人认为妇女非但不寒冷,反而比男人更热,另有一些人则认为酒非但不热,甚至还是寒冷的。

§3.4.2

θαυμάσαντος δὲ τοῦ Φλώρου, τὸν μὲν περὶ τοῦ οἴνου λόγον εἶπεν ἀφίημι τούτῳ δείξας ἐμέ· καὶ γὰρ ἐτυγχάνομεν ὀλίγαις ἡμέραις πρότερον εἰς τοῦτο διειλεγμένοι· τῶν δὲ γυναικῶν ἔφη τὴν θερμότητα πρῶτον ἀπὸ τῆς ψιλότητος οἴονται δεικνύναι, καταναλισκομένου τοῦ περιττώματος ὑπὸ τῆς θερμότητος, ὃ πλεονάζον εἰς τρίχας τρέπεται· δεύτερον δὲ τῷ πλήθει τοῦ αἵματος, ὃ πηγὴ μὲν εἶναι τῆς ἐν τῷ σώματι θερμότητος, ἔστι δὲ τοσοῦτον ταῖς γυναιξίν, ὥστʼ αὐτὰς καταπιμπράναι καὶ περιφλέγειν, εἰ μὴ πολλαὶ καὶ ταχεῖαι συμβαίνοιεν καθάρσεις. τρίτον τοῦτο τὸ περὶ τὰς ταφὰς αἱρεῖ θερμότερα τὰ θήλεα τῶν ἀρρένων εἶναι·2 λέγεται γὰρ ὑπὸ τῶν σκευωρουμένων τάδε συντίθεσθαι παρὰ δέκα νεκροὺς ἀνδρῶν ἕνα γυναικὸς3 καὶ συνεξάπτειν, δᾳδῶδές τι καὶ λιπαρὸν αὐτῶν τῆς σαρκὸς ἐχούσης, ὥσθʼ ὑπέκκαυμα γίγνεσθαι τῶν ἄλλων. ἔτι δʼ, εἰ θερμότερον τὸ γονιμώτερον αἱ δὲ παρθένοι τῶν παίδων ὀργῶσι πρότερον καὶ σαλεύονται πρὸς τὸ γεννᾶν, οὐδʼ αὕτη τις ἀσθενὴς ἀπόδειξις ἂν εἴη τῆς θερμότητος. ἔτι δὲ μείζων καὶ πιθανωτέρα τὸ πρὸς τὰ κρύη καὶ τοὺς χειμῶνας εὐφόρως ἔχειν· ἧττον γὰρ αἱ πλεῖσται ῥιγοῦσι τῶν ἀνδρῶν καὶ παντάπασιν ἱματίων ὀλίγων δέονται.

弗洛鲁斯对此感到惊异,阿特律拉托斯便说:“关于酒的论述,我留给这位,”他指了指我;因为我们碰巧几天前才就此作过讨论。“而关于妇女,”他说,“人们认为首先从其身体的光滑无毛可以证明其热性,因为如果过剩就会化为毛发的残留物,已经被热量消耗殆尽;其次是通过血液的丰盛,血液是体内热量的源泉,而妇女体内的血液如此之多,若非有频繁且迅速的排泄,就会将她们烧毁并烤焦。第三,殡葬中的这一现象证实了雌性比雄性更热:据承办丧葬的人说,在十具男尸旁配上一具女尸一同点火,因为她们的肉体带有一种如松脂般油腻的物质,以至于能成为其他尸体的引火物。此外,如果更具繁衍力者更为温热,而少女比少男更早情窦初开并骚动于生育,这也不会是热性的微弱证据。还有一个更大且更令人信服的证据,即她们能够轻松耐受严寒与冬季;因为大多数妇女比男子更不易受冻,所需要的衣物也极其之少。”

§3.4.3

ἀλλʼ ἀπʼ αὐτῶν οἶμαι τούτων ὁ Φλῶρος ἔφη τῶν ἐπιχειρημάτων ἐλέγχεσθαι τὸ δόγμα. πρῶτον μὲν γὰρ ἀντέχουσι τῷ ψύχει μᾶλλον, ὅτι πολλάκις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν·4 ἔπειτα μέντοι καὶ τὸ σπέρμα μὴ προγεγονέναι τὸ γόνιμον διὰ κατάψυξιν, ἀλλʼ ὕλην μόνον καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον ἢ γεννῶντες οἱ ἄνδρες. κάονται δὲ βέλτιον ὑπὸ πιμελῆς, ὃ δοκεῖ ψυχρότερον εἶναι τοῦ σώματος· ἥκιστα γοῦν οἱ νέοι καὶ γυμναστικοὶ πιμελώδεις. ἡ δʼ ἔμμηνος κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητός ἐστιν αἵματος· τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι διʼ ἀσθένειαν ἐκπίπτει, παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γιγνόμενον. δηλοῖ γοῦν καὶ τὸ ῥιγοῦν καὶ τὸ ὑποφρίττειν ὡς ἐπὶ πολὺ τὰς καθαιρομένας, ὅτι ψυχρόν ἐστι καὶ ἄπεπτον τὸ κεκινημένον καὶ ἀποχωροῦν ἐκ τοῦ σώματος. τὴν δὲ ψιλότητα τίς ἂν εἴποι, ὅτι θερμότητος οὐχὶ μᾶλλον ψυχρότητός ἐστι τὸ πάθος, ὁρῶν τὰ θερμότατα τοῦ σώματος μέρη δασυνόμενα; πάντα γὰρ ἐξωθεῖται τὰ τοιαῦτα τῷ θερμῷ, χαράσσοντι καὶ ἀναστομοῦντι τὴν ἐπιφάνειαν. ἡ δὲ λειότης πυκνότητι γέγονεν ὑπὸ ψυχρότητος· ὅτι δʼ εἰσὶ πυκνότεραι τῶν ἀνδρῶν, ὦ φίλʼ Ἀθρυΐλατε, πυθοῦ παρὰ τῶν ἔτι συναναπαυομένων γυναιξὶν ἢ μύρον ἀληλιμμέναις ἢ ἔλαιον· ἀναπίμπλανται γὰρ αὐτοῦ τοῦ χρίσματος ἐν τῷ συγκαθεύδειν, κἂν μὴ θίγωσι μηδὲ προσάψωνται τῶν γυναικῶν, διὰ θερμότητα καὶ μανότητα τοῦ σώματος ἕλκοντος.

“然而,”弗洛鲁斯说,“我认为正是从这些论据本身,该学说遭到了驳斥。首先,她们更能抵御寒冷,是因为同类事物往往更不易受同类事物的伤害;其次,正是由于受凉受冷,她们的种子并不具有生殖机能,而仅仅为来自雄性的种子提供质料和养分。再者,她们停止生育的时间远远早于男子停止繁衍的时间。她们更易燃烧是由于脂肪,而脂肪被认为是身体中较为寒冷的部分;至少年轻人和经常锻炼者最少有脂肪。至于经期的排泄,并非由于丰盛,而是由于血液的腐败与低劣;因为血液中未消化且属于排泄物的部分,由于虚弱在体内既无立足之地也无凝聚力,便脱落排出,由于热力的羸弱而变得全然钝拙与浑浊。事实上,受清洗排泄的妇女大都会发冷打颤,这正表明从体内被发动并排出的东西是寒冷且未消化的。至于无毛的状态,看到身体中最热的部分毛发丛生,谁会说这种现象属于热性而非更属于寒性呢?因为所有这些东西都是由热力向外推挤出来的,热力使表皮破裂开孔。而光滑则是由于寒冷所致的致密;亲爱的阿特律拉托斯,至于妇女比男子更为致密,你去问问那些如今仍与涂抹了香膏或橄榄油的妇女同床共寝的人吧:他们在同睡中就会染上这种涂油,即便他们并没有触碰或贴近妇女,因为男子的身体由于温热和疏松而将其吸纳了进去。”

语法注4 条
  1. 1ᾗ θερμότατον ἄκρατον ἀποσβέννυσθαι

    关系副词 ᾗ(先行词为阴性名词 ψυχρότητος)表示手段或方式(“借此/因之”)。其后的不定式 ἀποσβέννυσθαι 和 ἀποβάλλειν 属于间接引语中受 ἔφη 和 δοκεῖν 统辖而发生在从属关系从句中的不定式同化现象。

  2. 651bαἱρεῖ θερμότερα τὰ θήλεα τῶν ἀρρένων εἶναι

    动词 αἱρεῖ 在此并非取“拿取、抓住”之义,而是辩论或法庭用语中的“证明、确证”,带对格加不定式结构(θερμότερα ... εἶναι)。其主语为中性指示短语 τοῦτο τὸ περὶ τὰς ταφάς。

  3. 651bπαρὰ δέκα νεκροὺς ἀνδρῶν ἕνα γυναικὸς

    介词 παρά 接对格表示比例与对应比较(“每十具男尸配上一具女尸”)。ἕνα 之后省略了 νεκρόν,属格 ἀνδρῶν 与 γυναικός 形成严整对照。

  4. 651cτὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν

    形容词 δυσπαθής 虽可作主动义“难以忍受”,但在此作被动义“不易受影响/不易受伤害”,搭配 ὑπό 加属格(ὑπὸ τοῦ ὁμοίου),表达“同类更不易受同类所伤”这一自然学原则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.4.1-3.4.3