← 普鲁塔克

食桌谈话录

§3.3.1

论老人易醉与妇女难醉之原因

针对亚里士多德未曾阐明的“老人最易醉而妇女最不易醉”这一问题,叙拉斯结合干湿体质的差异、酒在体内的滞留与排泄,以及生理症状的相似性给出了系统的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.1

ἐθαύμαζε δὲ Φλῶρος, εἰ γεγραφὼς Ἀριστοτέλης1 ἐν τῷ περὶ μέθης, ὅτι μάλιστα μὲν οἱ γέροντες ἥκιστα δʼ αἱ γυναῖκες ὑπὸ μέθης ἁλίσκονται, τὴν αἰτίαν οὐκ ἐξειργάσατο, μηδὲν εἰωθὼς προΐεσθαι τῶν τοιούτων. εἶτα μέντοι προὔβαλεν ἐν μέσῳ σκοπεῖν τοῖς παροῦσιν. ἦν δὲ τῶν συνήθων τὸ δεῖπνον. ἔφη τοίνυν ὁ Σύλλας θατέρῳ θάτερον ἐμφαίνεσθαι· κἂν εἰ περὶ τῶν γυναικῶν ὀρθῶς τὴν αἰτίαν λάβοιμεν, οὐκ ἔτι πολλοῦ λόγου δεήσεσθαι περὶ τῶν γερόντων· ἐναντίας γὰρ εἶναι μάλιστα τὰς φύσεις τῇ θʼ ὑγρότητι καὶ ξηρότητι καὶ λειότητι καὶ τραχύτητι καὶ μαλακότητι καὶ σκληρότητι. καὶ τοῦτʼ ἔφη λαμβάνειν κατὰ τῶν γυναικῶν πρῶτον, ὅτι τὴν κρᾶσιν ὑγρὰν ἔχουσιν, ἣ καὶ τὴν ἁπαλότητα τῆς σαρκὸς ἐμμεμιγμένη παρέχει καὶ τὸ στίλβον ἐπὶ λειότητι καὶ τὰς καθάρσεις· ὅταν οὖν ὁ οἶνος εἰς ὑγρότητα πολλὴν ἐμπέσῃ, κρατούμενος ἀποβάλλει τὴν βαφὴν καὶ γίγνεται παντάπασιν ἀβαφὴς καὶ ὑδατώδης. ἔστι δέ τι καὶ παρʼ αὐτοῦ λαβεῖν Ἀριστοτέλους· τοὺς γὰρ ἄθρουν καὶ ἀπνευστὶ πίνοντας, ὅπερ ἀμυστίζειν ὠνόμασαν οἱ παλαιοί, φησὶν ἥκιστα περιπίπτειν μέθαις· οὐ γὰρ ἐνδιατρίβειν τὸν ἄκρατον αὐτοῖς, ἀλλʼ ἐξωθούμενον ῥύμῃ διαπορεύεσθαι διὰ τοῦ σώματος. ἐπιεικῶς δὲ τὰς γυναῖκας ὁρῶμεν οὕτω πινούσας. εἰκὸς δʼ αὐτῶν καὶ τὸ σῶμα, διὰ τὸν ἐνδελεχῆ τῶν ὑγρῶν κατασπασμὸν ἐπὶ τὰς ἀποκαθάρσεις πολύπορον γεγονέναι καὶ τετμῆσθαι καθάπερ ἀνδήροις καὶ ὀχετοῖς· εἰς οὓς ἐμπίπτοντα τὸν ἄκρατον ὑπάγειν ταχέως καὶ μὴ προσίστασθαι τοῖς κυρίοις μέρεσιν, ὧν διαταραττομένων συμβαίνει τὸ μεθύειν. οἱ δὲ γέροντες ὅτι μέν εἰσιν ἐνδεεῖς ἰκμάδος οἰκείας, τοὔνομά μοι δοκεῖ φράζειν πρῶτον· οὐ γὰρ ὡς ῥέοντες εἰς γῆν, ἀλλʼ ὡς γεώδεις καὶ γεηροί τινες·, ἤδη γιγνόμενοι τὴν ἕξιν οὕτω προσαγορεύονται.2 δηλοῖ δὲ καὶ τὸ δυσκαμπὲς αὐτῶν καὶ σκληρόν, ἔτι δʼ ἡ τραχύτης, τὴν ξηρότητα τῆς φύσεως. ὅταν οὖν ἐμπίνωσιν, εἰκὸς ἀναλαμβάνεσθαι τὸν οἶνον, τοῦ σώματος σπογγώδους διὰ τὸν αὐχμὸν ὄντος· εἶτʼ ἐμμένοντα πληγὰς καὶ βαρύτητας ἐμποιεῖν. ὡς γὰρ τὰ ῥεύματα τῶν μὲν πυκνῶν ἀποκλύζεται χωρίων καὶ πηλὸν οὐ ποιεῖ τοῖς δʼ ἀραιοῖς ἀναμίγνυται μᾶλλον, οὕτως ὁ οἶνος ἐν τοῖς τῶν γερόντων σώμασιν ἔχει διατριβὴν ἑλκόμενος ὑπὸ τῆς ξηρότητος, ἄνευ δὲ τούτων ἰδεῖν ἔστι τὰ συμπτώματα τῆς μέθης τὴν τῶν γερόντων φύσιν ἐξ ἑαυτῆς ἔχουσαν· ἔστι γὰρ συμπτώματα μέθης ἐπιφανέστατα, τρόμοι μὲν ἄρθρων ψελλισμοὶ δὲ γλώσσης, πλεονασμοὶ δὲ λαλιᾶς ὀξύτητες δʼ ὀργῆς, λῆθαί τε καὶ παραφοραὶ διανοίας· ὧν τὰ πολλὰ καὶ περὶ τοὺς ὑγιαίνοντας ὄντα πρεσβύτας ὀλίγης ῥοπῆς δεῖται καὶ σάλου τοῦ τυχόντος·3 ὥστε μὴ γένεσιν ἰδίων ἀλλὰ κοινῶν ἐπίτασιν συμπτωμάτων γίγνεσθαι τὴν μέθην τῷ γέροντι· τεκμήριον δὲ τούτου τὸ μηδὲν εἶναι γέροντι νέου μεθυσθέντος ὁμοιότερον.

弗洛鲁斯感到惊异,亚里士多德在《论沉醉》中写道老人最容易被醉意制服,而妇女最不易被制服,却未曾探究其原因,尽管亚里士多德向来不会放过任何诸如此类的事情。于是他把这一问题提出来供在座之人思考。这场晚宴是熟人们的聚会。叙拉斯便说,这两者互为观照;如果我们能正确地把握妇女方面的原因,关于老人方面也就不需要多费唇舌了;因为两者的天性在湿润与干燥、光滑与粗糙、柔软与坚硬上是极其相反的。他说,关于妇女首先应当把握的是:她们拥有湿润的体质,这种湿气渗入其中,赋予了肉体的柔嫩、基于光滑的光泽以及经期的排泄;因此,当酒落入大量的湿气中时,便被压制而丧失了其浓度与色泽,变得完全清淡如水。而且从亚里士多德本人那里也能获得某种启示:因为他说那些一饮而尽、不换气痛饮的人——古代人称之为‘无喘狂饮’——最不容易陷入沉醉;因为纯酒在他们体内不停留,而是在冲力推动下穿体而过。我们通常也看到妇女正是这样饮酒的。并且很可能她们的身体因体液持续向下排泄,变得多有孔隙,如同被堤岸和沟渠所开凿一般;纯酒落入其中便迅速流走,而不阻滞于主要器官,而正是主要器官受扰动才会导致醉酒。另一方面,老人缺乏原本应有的滋润,这首先在我看来从其名称便已说明:因为人们这样称呼他们,并非指他们‘流向大地’,而是指他们在体质上已经变得‘如泥土般且充满土气’。他们的僵直和干硬,以及粗糙不平,也显明了其天性的干燥。因此当他们饮酒时,由于身体因干涸而如海绵一般,酒理所当然会被吸纳进去;随后滞留其中,带来冲击与沉重感。正如水流从密实的土地上冲刷而过不产生泥泞,却更容易与疏松的土地混杂在一起一样,酒在干燥的吸引下,在老人的身体中滞留不去。不仅如此,人们还可以看到老人的天性本身就具备醉酒的诸种症状。因为醉酒最显著的症状莫过于关节颤抖、言语结巴、言语过多、易怒暴躁,以及健忘和心神错乱;其中大部分即便在健康的老人身上也已存在,只需轻微的倾斜和偶发的摇晃;以至于对老人而言,沉醉并非产生特有的症状,而是共有症状的加剧。其明证便是:没有任何东西比一个喝醉的年轻人更像一个老人了。

语法注3 条
  1. 1ἐθαύμαζε δὲ Φλῶρος, εἰ γεγραφὼς Ἀριστοτέλης

    接在表示情感的动词(ἐθαύμαζε)之后的 εἰ 从句,功能类似于 ὅτι 从句,引出令人感到惊异的事实(“对……感到惊异”)。分词 γεγραφώς 兼具时间或让步含义(“虽然写道……却未曾探究”)。

  2. 650dοὐ γὰρ ὡς ῥέοντες εἰς γῆν, ἀλλʼ ὡς γεώδεις καὶ γεηροί τινες·, ἤδη γιγνόμενοι τὴν ἕξιν οὕτω προσαγορεύονται

    此处涉及对 γέρων(老人)一词的词源构拟。作者否定了将其解释为 γῆ(土地)+ ῥέω(流淌)的民间词源说,转而主张它源自 γεώδης(如土一般的)或 γεηρός(土性的)。τὴν ἕξιν 是表示范围或方面的限制宾格(“在体质/状态上”)。

  3. 650eὧν τὰ πολλὰ καὶ περὶ τοὺς ὑγιαίνοντας ὄντα πρεσβύτας ὀλίγης ῥοπῆς δεῖται καὶ σάλου τοῦ τυχόντος

    关系代词 ὧν 是表示部分属格,指代前文列举的醉酒诸症状(συμπτώματα μέθης)。主语是中性复数短语 τὰ πολλά,谓语分词 ὄντα 为主格与之保持一致。遵循中性复数主语使用单数限定动词的通则,主要动词 δεῖται 为单数形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.3.1