← 普鲁塔克

食桌谈话录

§3.2.2

叙述者为常春藤的寒性所作的辩护与反驳

针对阿摩尼奥斯的论述,叙述者出面为特律丰辩护,从寒性与孔隙构造的生理学角度反驳了关于常春藤的致醉性、藤条扭结、常青成因以及在巴比伦枯萎的论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.2

πρὸς ταῦθʼ ὁ μὲν Τρύφων ἄφωνος ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δʼ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι περὶ τῶν στεφάνων ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος ἔφη παρέχειν ἄδειαν, οὐ γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς εἴπωμεν. οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ χρῆται· τῶν δʼ εἰρημένων ἔφην τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον ὑοσκύαμος ἐμποιεῖ καὶ πολλὰ ἄλλα τοιαῦτα κινοῦντα μανικῶς τὴν διάνοιαν. ὁ δὲ τοῦ κλήματος σπασμὸς ἄλογός ἐστι· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται, τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ, κυρτότητας ἴσχοντα καὶ παραβάσεις· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκε. σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκεν,1 προσκρούσεις πυκνὰς καὶ ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου διʼ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν διʼ ἔνδειαν θερμότητος, ἧς τὸ ἀνωφερὲς δύναμίς ἐστιν. ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται διʼ ὑγρότητα τοῦ φύλλου τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσι. τὸ δʼ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆς ἐμπεδόφυλλον οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν. ἡ γοῦν μυρρίνη καὶ τὸ ἀδίαντον οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν. ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστʼ ἀρκούντως ἐπιρρεῖν. τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι2 διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ φυλάττωσιν ἀλλʼ ὀλίγην λαβόντες ἄθρουν ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δʼ ὑδρευόμενα ἀεὶ τὴν τροφὴν διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ χλοερά. ἀλλʼ ἐν Βαβυλῶνι φυτευόμενος ἐξίστατο καὶ ἀπηγόρευεν, εὖ γε ποιῶν ὁ γενναῖος οὗτος,3 ὅτι Βοιωτίου θεοῦ πελάτης καὶ παράσιτος ὢν οὐκ ἐβούλετο μετοικεῖν ἐν βαρβάροις, οὐδʼ Ἀλέξανδρον ἐζήλωσεν ἐξοικειούμενον ἐκείνοις τοῖς ἔθνεσιν, ἀλλʼ ἔφευγε καὶ διεμάχετο πρὸς τὴν ἀποξένωσιν. αἰτία δʼ οὐχ ἡ θερμότης ἦν, ἀλλὰ μᾶλλον ἡ ψυχρότης, οὐχ ὑποφέρουσα τὴν ἐναντίαν κρᾶσιν· οὐ γὰρ φθείρει τὸ οἰκεῖον, ἀλλὰ προσίεται καὶ φέφει, καθάπερ τὸ θύμον ἡ ξηρὰ γῆ, καίτοι θερμὸν ὄν, τὴν δὲ Βαβυλωνίαν οὕτω φασὶν ἀέρα πνιγώδη καὶ βαρὺν περιέχειν, ὥστε πολλοὺς τῶν εὐπόρων, ὅταν ἐμπλήσωσιν ἀσκοὺς ὕδατος, ἐπὶ τούτων καθεύδειν ἀναψυχομένους.

对此特律丰沉默不语,思索着该如何反驳;但埃拉同向我们这群年轻人一一呼唤,吩咐我们要么就花冠之事去协助特律丰,要么就把花冠摘下。阿摩尼奥斯也说给予我们许可,因为无论我们说什么,他都不会反驳。于是,在特律丰的催促下,我说证明常春藤性冷并不是我的职责,而是特律丰的职责;因为他正是广泛利用其清冷与收敛的功效。“然而在所提出的观点中,”我说,“常春藤混入酒中会致人醉酒这一点并不真实。因为在饮酒者身上引起的状态,任谁也不会称之为醉酒,而是混乱与癫狂,正如天仙子以及许多其他驱使心神发狂的事物所引起的那样。至于藤条的痉挛,更是不合情理;因为这类违反自然的效果并不属于自然的性能。木材扭结弯曲,乃是因为火强行抽离了其中的水分,从而产生隆起与弯折;但同类的热按其本性却能促进生长和滋养。不妨考虑一下,这种多次转折而匍匐于地的本性,是否反而源于某种身体的虚弱与寒冷,它承受着频繁的阻滞与撞击,就像一个行路之人因虚弱而频频坐下,随后又再度前行。因此它需要缠绕与支撑,因缺乏具有向上升腾之力的热,而无法自行支撑并引路。再者,雪之所以从其周围流失消融,是由于叶片的湿润;因为水能消灭雪并瓦解其蓬松的结构,雪本是细小密集气泡的聚集;因此在极度阴冷潮湿之地,雪融化的程度丝毫不亚于向阳之处。而且这常青的特性——正如恩培多克勒所说的‘恒叶’——也并非由于温热;因为落叶也并非由于寒冷。至少香桃木和铁线蕨并非属于温热的植物,而是属于寒性的植物,却四季葱郁。有些人认为叶片的留存是由于体质调和的均衡;但恩培多克勒在此之外,还将其归因于某种孔隙的适度均衡,这些孔隙有序且均匀地输送养分,使其充沛地注入。而在落叶植物中则并非如此,这是由于上方孔隙过于稀疏而下方孔隙过于狭窄,每当下方的孔隙未能向上输送,上方的孔隙未能保持住养分,而是在接收到少许后便如在不平整的堤阶上一般将其倾泻而出;相反,那些持续汲取充足而适度养分的植物,则能坚持挺住,常葆不老与翠绿。至于在巴比伦栽种时它退化并枯死,则是这高贵之物的美德:作为玻俄提亚之神的侍从与食客,它不愿在异族人中侨居,也不愿仿效亚历山大去与那些部族同化,而是逃避并抵抗这种流放。其原因并非温热,而正是其寒冷,无法承受那相反的调和;因为同质之物不会毁坏,反而会接纳并滋养——正如干燥的土地之于百里香,尽管百里香性温;人们说巴比伦尼亚笼罩在极其窒息沉重的空气之中,以至于许多富人灌满水囊,睡在上面以求凉爽。”

语法注3 条
  1. 649bσκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκεν

    祈使动词 σκόπει 后接连词 μή 与完成时直陈式 πέφυκεν,构成表示审慎推测或怀疑的句式(“不妨考虑一下……难道不正是源于……”)。

  2. 649dτοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι

    τοῖς φυλλορροοῦσιν 是与格(占有与格或领属与格,“对于落叶植物而言”)。谓语 οὐκ ἔστι 的主语由上下文补足,指代前文的“孔隙的适度均衡”(πόρων συμμετρία)或养分的均匀注入。

  3. 649dἀλλʼ ἐν Βαβυλῶνι φυτευόμενος ἐξίστατο καὶ ἀπηγόρευεν, εὖ γε ποιῶν ὁ γενναῖος οὗτος

    分词短语 εὖ ποιῶν 搭配加强小词 γε,属于希腊语中表示赞赏和认可的惯用表达(“干得好”、“做得颇为得当”)。此处修辞性地拟人化常春藤(ὁ γενναῖος οὗτος),称赞其拒绝在巴比伦扎根之举。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.2.2