← 普鲁塔克

食桌谈话录

§3.2.1

阿摩尼奥斯论常春藤的热性与象征

阿摩尼奥斯反驳了特律丰的观点,通过自然现象以及在巴比伦引种植物的历史记载,证明常春藤属热性而非寒性,并指出常春藤与狄奥尼索斯联系在一起乃是因其在冬季可作为葡萄藤的替代品。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1

ἐπαινεσάντων δʼ ἡμῶν, τὸν Τρύφωνα, μειδιῶν ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη ποικίλον οὕτω καὶ ἀνθηρὸν λόγον ὥσπερ στέφανον ἀντιλέγοντα1 διαλακτίζειν· πλὴν ὅ τε κιττὸς οὐκ οἶδʼ ὅπως συγκαταπέπλεκται ψυχρότητι συγκατασβεννύναι λεγόμενος τὸν ἄκρατον· ἔστι γὰρ ἔμπυρος καὶ θερμότερος, καὶ ὅ γε καρπὸς αὐτοῦ μιγνύμενος εἰς τὸν οἶνον μεθυστικὸν ποιεῖ καὶ ταρακτικὸν τῷ πυροῦσθαι· τὸ δὲ κλῆμα λέγουσιν αὐτοῦ σπώμενον ὥσπερ τἀν πυρὶ ξύλα συνδιαστρέφεσθαι. χιὼν δὲ πολλάκις ἡμέρας συχνὰς ἐπιμένουσα τοῖς ἄλλοις φυτοῖς φεύγει τάχιστα τὸν κιττόν· μᾶλλον δʼ ὅλως εὐθὺς ἀπόλλυται καὶ περιτήκεται περὶ αὐτὸν ὑπὸ θερμότητος. ὃ δὲ μέγιστόν ἐστιν ὑπὸ Θεοφράστου δʼ ἱστόρηται, Ἀλεξάνδρου κελεύσαντος Ἑλληνικὰ δένδρα τοῖς ἐν Βαβυλῶνι παραδείσοις ἐμβαλεῖν Ἅρπαλον, μάλιστα δέ, τῶν τόπων ἐμπύρων ὄντων καὶ περιφλεγόντων, τὰ ἀλσώδη καὶ εὐπέταλα καὶ σκιερὰ καταμῖξαι τοῖς φυτοῖς, μόνον οὐκ ἐδέξατο τὸν κιττὸν ἡ χώρα, καίτοι πολλὰ τοῦ Ἁρπάλου πραγματευομένου καὶ προσφιλονεικοῦντος· ἀλλʼ ἀπώλλυτο καὶ κατεξηραίνετο τῷ πυρώδης μὲν αὐτὸς εἶναι, πρὸς πυρώδη δὲ μίγνυσθαι γῆν2 οὐ λαμβάνων κρᾶσιν ἀλλʼ ἐξιστάμενος, αἱ γὰρ ὑπερβολαὶ φθείρουσι τὰς δυνάμεις· διὸ τῶν ἐναντίων μᾶλλον ὀρέγονται; καὶ φιλόθερμόν ἐστι τὸ ψυχρὸν καὶ φιλόψυχρον τὸ θερμόν ὅθεν οἱ ὄρειοι καὶ πνευματώδεις καὶ νιφόμενοι τόποι τὰ δᾳδώδη καὶ πισσοτρόφα τῶν φυτῶν, μάλιστα πεύκας καὶ στροβίλους, ἐκφέρουσιν. ἄνευ δὲ τούτων, ὦ φίλε Τρύφων, τὰ δύσριγα καὶ ψυχρὰ φυλλορροεῖ, μικρότητι τοῦ θερμοῦ καὶ ἀσθενείᾳ συστελλομένου καὶ προλείποντος τὸ φυτόν· ἐλαίαν δὲ καὶ δάφνην καὶ κυπάριττον ἀειθαλῆ διαφυλάσσει τὸ λιπαρὸν καὶ τὸ θερμὸν ὥσπερ τὸν κιττόν. ὅθεν ὁ φίλτατος Διόνυσος οὐχ ὡς βοηθὸν ἐπὶ τὴν μέθην οὐδʼ ὡς πολέμιον τῷ οἴνῳ τὸν κιττὸν ἐπήγαγεν· ὅς γε τὸν ἄκρατον ἄντικρυς μέθυ καὶ μεθυμναῖον αὐτὸς αὑτὸν ὠνόμασεν. ἀλλά μοι δοκεῖ καθάπερ οἱ φίλοινοι, μὴ παρόντος ἀμπελίνου, κριθίνῳ χρῶνται πώματι, καὶ μηλίτας τινάς, οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν· οὕτω καὶ ὁ ποθῶν χειμῶνος ὥρᾳ τὸν ἀπὸ τῆς ἀμπέλου στέφανον, ὡς ἐκείνην ἑώρα γυμνὴν καὶ ἄφυλλον, ἀγαπῆσαι3 τὴν ὁμοιότητα τοῦ κιττοῦ. καὶ γὰρ τοῦ κλήματος τὸ ἑλικῶδες τοῦτο καὶ σφαλλόμενον ἐν τῇ πορείᾳ καὶ τοῦ πετάλου τὸ ὑγρὸν καὶ περικεχυμένον ἀτάκτως, μάλιστα δʼ αὐτὸς ὁ κόρυμβος ὄμφακι πυκνῷ καὶ περκάζοντι προσεοικώς, ἐκμεμίμηται τὴν τῆς ἀμπέλου διάθεσιν. οὐ μὴν ἀλλὰ κἂν βοηθῇ τι πρὸς μέθην ὁ κιττός, θερμότητι τοῦτο ποιεῖν φήσομεν αὐτὸν ἀνοίγοντα τοὺς πόρους ἢ συνεκπέττοντα μᾶλλον τὸν ἄκρατον, ἵνα καὶ μένῃ σὴν χάριν, ὦ Τρύφων, ἰατρὸς ὁ Διόνυσος.

在我们赞赏了特律丰之后,阿摩尼奥斯微笑着说,以反驳的方式践踏踢散如此丰富而绚烂的言论,犹如对待一顶花冠,实非恰当之举。 “只是我不知道常春藤究竟是如何与寒性纠缠在一起,并被说成能一同扑灭纯酒之热的。因为它本具火性且颇为温热,其果实若掺入酒中,便会因变得炽热而使酒更易致醉并使人错乱;人们还说,它的藤条若被拉扯,便会如火中的木料一般扭结在一起。此外,常在其他植物上停留数日的积雪,却最迅速地从常春藤上消退;或者更确切地说,由于其温热,积雪立刻完全消融于其周围。而最重要且已由狄奥弗拉斯托斯记载的一点是:当亚历山大命令哈耳帕洛斯将希腊树木引入巴比伦的园林,并且特别要求——由于当地气候炎热且炽烈——在植物中掺入成林、叶茂且浓荫蔽日的树木时,尽管哈耳帕洛斯百般努力并顽强尝试,那方土地唯独不接纳常春藤;常春藤反而枯萎枯竭了,这是由于它自身属火热之性,与炎热的土地结合,无法获得适度的调和而衰竭变质,因为极端的过盛会破坏其性能。因此,事物反而更渴望其对立面,寒者好温,温者好寒;正因如此,多山、多风且多雪之地才出产多脂且富含松焦油的植物,尤以松树与石松为最。除此之外,亲爱的特律丰,那些畏寒且性冷的植物之所以落叶,乃是因为其温热之气因微小与孱弱而收缩并离开了植物;而橄榄树、月桂树与柏树,则正如常春藤一般,借由其油性与温热而保持四季常青。因此,至为亲爱的狄奥尼索斯并非将常春藤作为解酒之药或葡萄酒之敌引入的——他甚至直截了当地将纯酒称为‘狂醉之饮’,并将自己命名为‘狂醉之神’。但在我看来,正如嗜酒者在没有葡萄美酒时便饮用大麦酒,并制某些苹果酒,也有人制椰枣酒一样;在冬令时节渴望得到葡萄藤花冠的人,见葡萄藤裸露无叶,因而爱上了常春藤的相似性。因为这藤蔓盘曲而步履踉跄的姿态,叶片湿润且无序舒展的样貌,尤其是那果穗本身,与紧密而渐染紫色的青葡萄极为相似,精妙地模仿了葡萄藤的形态特征。话虽如此,即便常春藤对解酒真有些许助益,我们也可以说它是凭借温热而行此效的——通过舒张毛孔,或者更确切地说是协助消解纯酒之力——以便为了你的缘故,特律丰,狄奥尼索斯仍旧能够保留医者的名号。”

语法注3 条
  1. 1ἀντιλέγοντα

    在非人称结构 οὐκ ἄξιον [ἐστί] 之后,作不定式 διαλακτίζειν 逻辑主语的宾格分词,表示“[某人]通过反驳去践踏踢散”。

  2. 648cτῷ πυρώδης μὲν αὐτὸς εἶναι, πρὸς πυρώδη δὲ μίγνυσθαι γῆν

    表示原因的带冠词与格不定式结构(τῷ ... εἶναι ... μίγνυσθαι)。由于不定式的逻辑主语与主句主语(ὁ κιττός)一致,表语形容词 πυρώδης 与强调代词 αὐτός 未用宾格,而是受主格同化保留为主格(主格不定式结构)。

  3. 648eἀγαπῆσαι

    依赖于前文 ἀλλά μοι δοκεῖ 的不定式,位于与先前 καθάπερ 引导的比较从句相对应的主句中;其逻辑主语是分词短语 ὁ ποθῶν...(“渴望之人……爱上了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.2.1