- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.0.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克引用西蒙尼德斯与荷马等人之语,论述酒揭示人性本质的力量,并说明《餐桌闲话》第三卷并非为了刺探他人、而是为涵养美德与学问而作,题献给塞内基奥。
Σιμωνίδης ὁ ποιητής, ὦ Σόσσιε Σενεκίων, ἔν τινι πότῳ ξένον ἰδὼν κατακείμενον σιωπῇ καὶ μηδενὶ διαλεγόμενον, ὦ ἄνθρωπʼ εἶπεν εἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς εἰ δὲ σοφός, ἠλίθιον. ἀμαθίην γὰρ ἄμεινον ὥς φησιν Ἡράκλειτος κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρʼ οἶνον "ὅστʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι, καὶ θʼ ἁπαλὸν γελάσαι καὶ τʼ ὀρχήσασθαι ἀνῆκε· καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον·" οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος.1 ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνωμένοις μετρίως ἔπεισι· τὸ δὲ λαλεῖν καὶ λέγειν, ἃ βέλτιον ἦν σιωπᾶν, παροινίας ἤδη καὶ μέθης ἔργον ἐστί. διὸ καὶ Πλάτων ἐν οἴνῳ μάλιστα καθορᾶσθαι τὰ ἤθη τῶν πολλῶν νομίζει, καὶ Ὅμηρος εἰπὼν "οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων" δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον τοῦ οἴνου καὶ λόγων πολλῶν γόνιμον. οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις· ἀλλʼ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τῷ ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν καὶ κατανόησιν ἀλλήλων· ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ Αἰσώπῳ,2 τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, διʼ ὧν ἄλλος ἄλλου κατόψεται τὴν διάνοιαν; ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλʼ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων.3 Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ὁ ἄκρατος· οἱ δὲ μηδὲν ἀλλήλους βασανίζειν δεόμενοι μηδὲ καταφωρᾶν ἀλλʼ ἢ χρῆσθαι φιλοφρόνως,4 τὰ τοιαῦτα προβλήματα καὶ τοὺς λόγους ἄγουσι συνιόντες, οἷς ἀποκρύπτεται τὰ φαῦλα τῆς ψυχῆς, τὸ δὲ βέλτιστον ἀναθαρρεῖ καὶ τὸ μουσικώτατον, ὥσπερ ἐπὶ λειμῶνας οἰκείους καὶ νομὰς ὑπὸ φιλολογίας προερχόμενον. ὅθεν καὶ ἡμεῖς τρίτην δεκάδα ταύτην σοι πεποιήμεθα συμποτικῶν ζητημάτων, τὸ περὶ τῶν στεφάνων πρῶτον ἔχουσαν.
诗人西蒙尼德斯,索西乌斯·塞内基奥啊,在一次酒宴上看见一位陌生的宾客沉默地躺卧着,不与任何人交谈,便说: “先生, 如果你是个愚人,你做的是明智之事;但如果你是个智者,做的却是愚蠢之事。” 因为正如赫拉克利特所言,隐藏无知固然更好,但在放松与饮酒之际这却是一件难事: “它甚至驱使极其深思熟虑之人歌唱, 温柔地发笑,并促其起舞; 吐露出本不言说为妙的言语。” 依我看,诗人在此指出了微醺与沉醉之间的差别。因为歌唱、欢笑与舞蹈临到适度饮酒之人;而喋喋不休、说出本该沉默之事,则已经是酒后失态与沉醉的作为了。因此柏拉图也认为大众的品性在酒中最易看清,而荷马在说道: “在餐桌旁 他们亦未曾相识”之时,显然也深知酒能开启众口、产生诸多言谈。因为在沉默中吃喝之人并不存在相互的认知;然而,由于饮酒引向交谈,而在交谈与暴露之中许多原本隐匿的事物得以彰显,共同饮酒便提供了一种彼此的理解。因此人们大可适当地指责伊索: “可敬的人啊,你为何寻求那扇窗户,使一人得以借之窥见另一人的心智?因为酒开启并展示了我们,不许我们保持沉默,而是在我们如同远离了启蒙导师一般、最大程度远离礼法之时,剥去了虚饰与装模作样。” 因此,对于伊索和柏拉图,以及任何需要考察性情之人来说,纯酒就此目的而言是有用的;但那些绝无必要互相拷问或搜寻瑕疵、而只愿亲切交往的人,聚会时所探讨的是这样一些问题与话语:借此灵魂的卑劣之处得以隐蔽,而最美好、最富文雅修养的部分得以受到鼓舞,如同在对学问之爱的引领下,走向适合自身的草地与牧场。为此,我们亦为你编撰了这第三组十篇共饮问题,并以关于花冠的讨论为首篇。
- 645aοἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος
属格独立结构(genitive absolute)。逻辑主语为 τοῦ ποιητοῦ,分词为 ὑποδεικνύντος,其直接宾语为 διαφορὰν,并由 οἰνώσεως ... καὶ μέθης 加以修饰。该句承接上文引用的诗句,引出作者对诗意的分析。
- 645bὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ Αἰσώπῳ
在由 ὥστε 引导的结果从句中,使用 ἄν 与不定词(ἐπιτιμῆσαι)搭配表示潜在可能(“人们大可不无道理地指责……”)。按照不定词句法的常规,否定词选用 μή。
- 645cγεγονότων
属格独立结构中的分词。句中未明确写出作为主语的属格代词,逻辑上承接上文的 ἡμᾶς(意为“当我们变得……”)。它置于从句末尾,说明人们摆脱了如同严师般的法律约束后的情状。
- 645cἀλλʼ ἢ χρῆσθαι φιλοφρόνως
接在否定词 μηδέν 之后的习惯表达 ἀλλʼ ἤ(意为“除……之外”、“唯独”)。它与前文受 δεόμενοι 支配的不定词(βασανίζειν, καταφωρᾶν)形成对比,表示排他性的限定(“除了亲切交游之外别无他求”)。
