← 普鲁塔克

食桌谈话录

§2.10.2

关于宴席上均分食物与平等原则的辩护

针对哈吉阿斯的批评,发言者论述了餐桌上平等的必要性,维护了均分制度的历史意义以及节制与公正的美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.2

ἐπὶ τούτοις εὐδοκιμήσαντι τῷ Ἁγίᾳ παρώξυνάν μʼ ἐπιθέσθαι. ἔλεγον οὖν οὐ ξένον τι πεπονθέναι πάθος Ἁγίαν, εἰ τὴν ἴσην μερίδα λαμβάνων δυσκολαίνει, γαστέρα φορῶν τηλικαύτην καὶ γὰρ αὐτὸς εἶναι τῶν ἀδδηφαγίᾳ χαιρόντων ἐν γάρ ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν ὥς φησιν ὁ Δημόκριτος. ἀλλὰ τοῦτʼ αὐτό ἔφην καὶ μάλιστα τὴν μοῖραν ὑπὲρ εἱμαρμένην ἡμῖν ἐπήγαγεν. ἰσότητος γάρ, ἣν "πόλεις τε πόλεσι συμμάχοις τε συμμάχους" ἡ Εὐριπίδειος γραῦς φησι συνδεῖν, οὐδὲν οὕτως ὡς ἡ περὶ τράπεζαν κοινωνία δεῖται,1 φύσει κοὐ νόμῳ καὶ ἀναγκαίαν οὐ καινὴν οὐδʼ ἐπείσακτον ὑπὸ δόξης ἔχουσα χρείαν· τῷ πλέονα δʼ ἐκ τῶν κοινῶν ἐσθίοντι πολέμιον καθίσταται τὸ καθυστεροῦν καὶ ἀπολειπόμενον,2 ὥσπερ ἐν ῥοθίῳ ταχυναυτούσης τριήρους. οὐ γὰρ φιλικὸν οὐδὲ συμποτικὸν οἶμαι προοίμιον εὐωχίας ὑφόρασις καὶ ἁρπασμὸς καὶ χειρῶν ἅμιλλα καὶ διαγκωνισμός, ἀλλʼ ἄτοπα καὶ κυνικὰ καὶ τελευτῶντα πολλάκις εἰς λοιδορίας καὶ ὀργὰς οὐ κατʼ ἀλλήλων μόνον ἀλλὰ καὶ κατὰ τῶν τραπεζοκόμων καὶ κατὰ τῶν ἑστιώντων. ὅσον δὲ χρόνον ἡ Μοῖρα καὶ ἡ Λάχεσις ἰσότητι τὴν περὶ τὰ δεῖπνα καὶ συμπόσια κοινωνίαν ἐβράβευον, οὐθὲν ἰδεῖν ἄκοσμον ἦν οὐδʼ ἀνελεύθερον ἀλλὰ καὶ τὰ δεῖπνα δαῖτας ἐκάλουν καὶ τοὺς ἑστιωμένους δαιτυμόνας δαιτροὺς δὲ τοὺς τραπεζοκόμους ἀπὸ τοῦ διαιρεῖν καὶ διανέμειν. Λακεδαιμόνιοι δὲ κρεοδαίτας εἶχον οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς πρώτους ἄνδρας, ὥστε καὶ Λύσανδρον ὑπʼ Ἀγησιλάου τοῦ βασιλέως ἐν Ἀσίᾳ κρεοδαίτην ἀποδειχθῆναι. τότʼ οὖν αἱ νεμήσεις ἐξέπεσον, ὅτʼ ἐπεισῆλθον αἱ πολυτέλειαι τοῖς δείπνοις· οὐ γὰρ ἦν οἶμαι πέμματα καὶ κανδύλους καὶ καρυκείας ἄλλας τε παντοδαπὰς ὑποτριμμάτων καὶ ὄψων παραθέσεις διαιρεῖν, ἀλλʼ ἐξηττώμενοι τῆς περὶ ταῦτα λιχνείας καὶ ἡδυπαθείας προήκαντο τὴν ἰσομοιρίαν. τεκμήριον δὲ τοῦ λόγου καὶ νῦν ἔτι τὰς θυσίας καὶ τὰ δημόσια δεῖπνα πρὸς μερίδα γίγνεσθαι διὰ τὴν ἀφέλειαν καὶ καθαριότητα τῆς διαίτης· ὥσθʼ ὁ τὴν νέμησιν ἀναλαμβάνων ἅμα συνανασῴζει τὴν εὐτέλειαν. ἀλλʼ ὅπου τὸ ἴδιον ἔστιν, ἀπόλλυται τὸ κοινόν; ὅπου μὲν οὖν μὴ ἴσον ἔστιν· οὐ γὰρ οἰκείου κτῆσις ἀλλʼ ἀφαίρεσις ἀλλοτρίου καὶ πλεονεξία περὶ τὸ κοινὸν ἀδικίας ἦρξε καὶ διαφορᾶς, ἣν ὅρῳ καὶ μέτρῳ τοῦ ἰδίου καταπαύοντες οἱ νόμοι τῆς ἴσα νεμούσης εἰς τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν.3 ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῶν ἑκάστῳ τὸν ἑστιῶντα4 μηδὲ κλισίας καὶ χώρας· ἀλλὰ κἂν ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ κομίζων, κοινὰ τὰ φίλων, ἵνα τό ὁμοῦ πάντα χρήματα γίγνηται κατὰ τὸν Ἀναξαγόραν. εἰ δʼ οὐδὲν ἡ τούτων ἰδίωσις ἐπιταράττει τὴν κοινωνίαν τῷ τὰ μέγιστα καὶ πλείστης ἄξια σπουδῆς εἶναι κοινά, λόγους, προπόσεις, φιλοφροσύνας, παυσώμεθα τὰς Μοίρας ἀτιμάζοντες καὶ τὸν τῆς τύχης παῖδα κλῆρονʼ ὡς Εὐριπίδης φησίν, ὃς οὔτε πλούτῳ νέμων οὔτε δόξῃ τὸ πρωτεῖον, ἀλλʼ ὅπως ἔτυχεν ἄλλως ἄλλοτε συμφερόμενος τὸν μὲν πένητα καὶ ταπεινὸν ἐπιγαυροῖ καὶ συνεξαίρει γευόμενόν τινος αὐτονομίας, τὸν δὲ πλούσιον καὶ μέγαν ἐθίζων ἰσότητι μὴ δυσκολαίνειν ἀλύπως σωφρονίζει.

哈吉阿斯因这番话大获赞赏,众人便催促我起而驳斥他。于是我说,哈吉阿斯挺着这般大肚皮,因领得均等的一份而心生不满,倒也算不得什么反常的情形;因为他本人也是贪食者之流,正如德谟克利特所言:“在众人共享的鱼中没有鱼刺。” “然而恰恰是这一点,”我说,“最使我们超越既定命运而引入了分得的份额。因为欧里庇得斯剧中的老妇所言‘使城邦结连城邦、盟友结连盟友’的平等,莫过于围绕餐桌的相通共融最需仰赖它;这种需求出于天性而非出于人为约定,是必不可少的需求,既非新奇之物,亦非由虚妄之见所舶来。对于从公用盘中争食较多之人而言,落在后头和短缺落空便成了仇敌,犹如处在飞速行驶的三列桨座战船翻卷的浪沫之中。因为我认为,猜忌、争抢、双手的竞争与肘部的推挤,绝非宴席间友好而合乎饮宴之道的序曲,反而是荒诞粗鄙的行径,往往最终演变成谩骂与怒火,不仅针对彼此,更冲着跑堂侍者和宴席主人发作。当命运女神莫伊拉与拉刻西斯以平等来裁决餐宴与酒会的共处时,席间未尝得见任何紊乱与鄙陋,人们反将筵席称为‘达伊斯’(均分之宴),将食客称为‘达伊图蒙’,将侍餐者称为‘达伊特罗斯’,这些词皆源自‘分割’与‘分配’。斯巴达人所任用的分肉官亦非等闲之辈,而是其国内首屈一指的人物,以至于连吕珊德都在亚洲被国王阿格西劳斯任命为分肉官。因此,恰恰是在奢靡之风侵入筵席之时,分配制度才告衰落;因为我想,糕点、肉羹、调味酱汁以及各式各样拌料与菜肴的配盘是不可能切分均摊的,人们屈服于对此类食物的馋涎与纵欲,遂放弃了均等分额。此说的明证在于,时至今日,祭祀与公共筵席仍因日常饮食的质朴与纯正而依份分发;是以恢复按份分配者,亦同时挽救了俭朴之风。‘然而若有私有之物存在,共享之物岂非荡然无存?’不,应当说在缺乏平等之处才会如此;因为始作不义与争端的,并非占有属于自己之物,而是剥夺他人之物以及对公有之物的贪得无厌;法律以私有之物的界限和尺度平息了这一争端,并因向公家作均等分配的权柄与力量而得名。否则,你就不该要求主人向我们每人分发花冠,也不该要求〔他〕分配榻位与坐席;甚至即便有人携情妇或弹琴女前来,也当‘朋友之物归公’,以便依阿那克萨哥拉所言变成‘万物混为一体’。但若因言谈、祝酒与仁爱这等最重大、最值得认真对待之事皆归众人公有,致使这些事物的私有化丝毫未曾扰乱相通共融,那么就让我们停止贬抑诸位莫伊拉以及欧里庇得斯所谓的‘命运之子抽签’吧;它既不把首位赋予财富,也不赋予名望,而是在不同之时凭机缘落定,让贫寒低微之人尝到某种自主的滋味而心生豪情、为之振奋,又使富贵显要之人习惯于不因平等而愠怒,从而在毫无痛苦之中教其知晓节制。”

语法注4 条
  1. 2ἰσότητος γάρ, ἣν "πόλεις τε πόλεσι συμμάχοις τε συμμάχους" ἡ Εὐριπίδειος γραῦς φησι συνδεῖν, οὐδὲν οὕτως ὡς ἡ περὶ τράπεζαν κοινωνία δεῖται

    句首的属格 ἰσότητος 作为后方相隔较远的动词 δεῖται 的补足语,中间插入了关系从句和引文。主语为 οὐδέν,与比较结构 οὕτως ὡς 连用,意为“没有什么比……更需要……”。

  2. 2τῷ πλέονα δʼ ἐκ τῶν κοινῶν ἐσθίοντι πολέμιον καθίσταται τὸ καθυστεροῦν καὶ ἀπολειπόμενον

    与格分词短语 τῷ ... ἐσθίοντι 作不利与格(或关涉与格),修饰谓语 πολέμιον καθίσταται。主语为带有冠词的中性分词短语 τὸ καθυστεροῦν καὶ ἀπολειπόμενον(落在后头与短缺落空)。

  3. 644cτῆς ἴσα νεμούσης εἰς τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν

    此处包含词源学双关,将 οἱ νόμοι(法律)与动词 νέμειν / νέμησις(分配)相联系。ἐπώνυμοι 接属格短语 τῆς ... ἀρχῆς καὶ δυνάμεως,意为“得名于……均等分配的权柄与力量”。

  4. 644cἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῶν ἑκάστῳ τὸν ἑστιῶντα

    连词 ἐπεί 带有反语与归谬性质的“否则/要不然”之意,后接祈使动词 ἀξίου,省略了前置条件。该句式意在说明若顺着对方的逻辑推论,必然导致荒谬的结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.10.2