← 普鲁塔克

食桌谈话录

§3.1.1-3.1.2

阿摩尼乌斯对花冠的批评与埃拉同的辩护

在雅典的一次酒宴上,阿摩尼乌斯批评佩戴花冠过于女性化且纯属纵欲,叙述者随之邀请医者特律丰阐明花冠的效用。席主埃拉同随即挺身辩护,论证自然创造花朵正是为了给人带来无害而纯粹的感官愉悦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.1

ἐγένοντο γάρ ποτε καὶ περὶ στεφάνων λόγοι τὸ δὲ συμπόσιον ἦν Ἀθήνησιν, Ἐράτωνος τοῦ ἁρμονικοῦ ταῖς Μούσαις τεθυκότος καὶ πλείονας ἑστιῶντος, παντοδαπῶν γὰρ μετὰ τὸ δειπνῆσαι στεφάνων περιφερομένων, ὁ Ἀμμώνιος ἐπέσκωψέ πως ἡμᾶς ἀντὶ τοῦ δαφνίνου τοῖς ῥοδίνοις ἀναδησαμένους ὅλως γὰρ εἶναι τοὺς ἀνθίνους κορασιώδεις καὶ παιζούσαις μᾶλλον ἐπιτηδείους παρθένοις καὶ γυναιξὶν ἢ συνουσίαις φιλοσόφων καὶ μουσικῶν ἀνδρῶν. θαυμάζω δὲ καὶ Ἐράτωνα τουτονὶ τὰς μὲν ἐν τοῖς μέλεσι παραχρώσεις βδελυττόμενον καὶ κατηγοροῦντα τοῦ καλοῦ Ἀγάθωνος, ὃν πρῶτον εἰς τραγῳδίαν φασὶν ἐμβαλεῖν καὶ ὑπομῖξαι τὸ χρωματικὸν, ὅτε τοὺς Μυσοὺς ἐδίδασκεν, αὐτὸς δʼ ἡμῖν ὁρᾶτε ὡς ποικίλων χρωμάτων καὶ ἀνθηρῶν τὸ συμπόσιον ἐμπέπληκε, καὶ τὴν διὰ τῶν ὤτων ἀποκλείει τρυφὴν καὶ ἡδυπάθειαν τῇ αὐλείῳ, τὴν κατὰ τὰ ὄμματα καὶ τὰς ῥῖνας, ὥσπερ καθʼ ἑτέρας θύρας, ἐπεισάγων τῇ ψυχῇ καὶ τὸν στέφανον ἡδονῆς ποιῶν οὐκ εὐσεβείας. καίτοι τό γε μύρον τοῦτο τῆς ἀνθίνης ταύτης καὶ μαραινομένης ἐν ταῖς χερσὶ τῶν στεφανηπλόκων σπουδαιοτέραν ἀναδίδωσιν εὐωδίαν. ἀλλʼ οὐκ ἔχει χώραν ἐν συμποσίῳ φιλοσόφων ἀνδρῶν ἡδονὴ πρὸς μηδεμίαν συμπεπλεγμένη χρείαν μηδʼ ἀκολουθοῦσα φυσικῆς ὀρέξεως ἀρχῇ. καθάπερ γὰρ οἱ μὲν ὑπὸ τῶν κεκλημένων ἀγόμενοι φίλων ἐπὶ τὸ δεῖπνον ἔθει φιλανθρώπῳ τυγχάνουσι τῶν αὐτῶν, ὥσπερ Ἀριστόδημος ὑπὸ Σωκράτους εἰς Ἀγάθωνος ἀχθεὶς ἑστιῶντος· εἰ δέ τις ἀφʼ αὑτοῦ βαδίζοι, τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι· οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσι, ταῖς δʼ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις ἀπηλλάχθαι προσήκει.

事实上,从前也曾有过关于花冠的讨论。那次宴饮是在雅典,乐师埃拉同向缪斯诸神献祭并宴请了许多宾客。饭后,当各种各样的花冠被呈递上来时,阿摩尼乌斯略带戏谑地指责我们戴的是玫瑰花冠而非月桂冠,说花冠完全是少女气派,更适合嬉戏的少女和妇人,而不适合哲学家与文雅之士的聚会。 “而且我也对眼前的这位埃拉同感到惊奇:他厌恶曲调中的变音色彩,指责美男子阿伽通——据说他在排演《密细亚人》时最早将色彩音阶引入并杂糅进悲剧中;然而你们看他自己,却把我们的酒宴填满了斑斓而艳丽的色彩!他借助庭院大门将经由耳朵而来的奢靡与纵欲拒之门外,却又把关乎眼睛和鼻子的快感如同通过另一扇门引入灵魂,使花冠服务于享乐而非虔敬。尽管如此,这香油所散发出的香气,确实比编冠人手中正在凋零的花冠更为浓郁可取。但在哲学家的宴席中,凡是不与任何实用需要相结合、亦不顺应自然欲望开端的快感,绝无立足之地。因为正如受邀友人所引荐来赴宴的客人,依循好客的仁厚习俗得以分享同等款待——正如阿里斯托得摩斯被苏格拉底引至作东的阿伽通处;但若有人擅自闯入,便当对其闭门不纳;同样,饮食方面的快感由自然所邀请、顺随欲望而来,故有其容身之所;至于其他未经邀请、毫无理据的嗜欲,则理当予以驱逐。”

§3.1.2

πρὸς ταῦθʼ οἱ μὲν ἀήθεις τοῦ Ἀμμωνίου νεανίσκοι διαταραχθέντες ἡσυχῆ παρελύοντο τοὺς στεφάνους· ἐγὼ δʼ εἰδὼς ὅτι γυμνασίας ἕνεκα καὶ ζητήσεως καταβέβληκεν ἐν μέσῳ τὸν λόγον ὁ Ἀμμώνιος, προσαγορεύσας Τρύφωνα τὸν ἰατρὸν ὦ τᾶν εἶπον ἢ καταθέσθαι δίκαιος εἶ μεθʼ ἡμῶν τουτονὶ τὸν καλὸν ἄνθεσι φλέγοντα τοῖς ῥοδίνοις στέφανον, ἢ λέγειν,1 ὥσπερ εἴωθας ἑκάστοτε πρὸς ἡμᾶς, ὅσας ἔχουσιν οἱ ἄνθινοι στέφανοι πρὸς τὸ πίνειν βοηθείας. ὑπολαβὼν δʼ ὁ Ἐράτων οὕτω γάρ εἶπε δέδοκται μηδεμίαν ἡδονὴν ἀσύμβολον δέχεσθαι, ἀλλʼ εὐφραινομένους δυσκολαίνειν, ἂν μὴ μετά τινος μισθοῦ τοῦτο πάσχωμεν ἢ τὸ μὲν μύρον εἰκότως ὑποδυσωπούμεθα καὶ τὴν πορφύραν διὰ τὴν ἐπίθετον πολυτέλειαν ὡς δολερὰ εἵματα καὶ χρίματα κατὰ τὴν τοῦ βαρβάρου φωνήν, αἱ δʼ αὐτοφυεῖς χρόαι καὶ ὀσμαὶ τὸ ἀφελὲς ἔχουσι καὶ καθαρὸν καὶ οὐδὲν ὀπώρας διαφέρουσι; μὴ γὰρ εὔηθες ᾖ2 τοὺς μὲν χυμοὺς δρέπεσθαι καὶ ἀπολαύειν τῆς φύσεως διδούσης, ὀσμὰς δὲ καὶ χρόας ἃς ὧραι φέρουσι, διὰ τὴν ἐπανθοῦσαν ἡδονὴν ταῦτα καὶ χάριν ἀτιμάζειν, ἂν μή τι χρειῶδες ἔξωθεν ἄλλο συνεπιφέρωσιν. ἓν γὰρ αὐτὸ δοκεῖ τοὐναντίον, εἰ μηδὲν ἡ φύσις, ὡς ὑμεῖς φατε μάτην πεποίηκε, ταῦτα τῆς ἡδονῆς πεποιῆσθαι χάριν, ἃ μηδὲν ἄλλο χρήσιμον ἔχοντα μόνον εὐφραίνειν πέφυκε. σκόπει δʼ ὅτι τοῖς φυομένοις καὶ βλαστάνουσι τὰ μὲν φύλλα σωτηρίας ἕνεκα τοῦ καρποῦ καὶ ὅπως ὑπʼ αὐτῶν τὰ δένδρα θαλπόμενα καὶ ψυχόμενα μετρίως φέρῃ τὰς μεταβολὰς γέγονε· τοῦ δʼ ἄνθους ὄφελος οὐδὲν ἐπιμένοντος, πλὴν εἴ τι χρωμένοις ἡμῖν ἐπιτερπὲς ὀσφρέσθαι καὶ ἰδεῖν ἡδὺ παρέχει, θαυμαστὰς μὲν ὀσμὰς ἀφιέντα, ποικιλίαν δʼ ἀμιμήτοις χρώμασι καὶ βαφαῖς ἀνοιγόμενα. διὸ τῶν μὲν φύλλων ἀποσπωμένων οἷον ἀλγεῖ καὶ δάκνεται τὰ φυτὰ καὶ γίγνεται περὶ αὐτὰ βλάβη τις ἑλκώδης καὶ ψίλωσις ἀπρεπής· καὶ οὐ μόνης ὡς ἔοικε κατʼ Ἐμπεδοκλέα τῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή, ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας αὐτῶν.3 αἱ δὲ τῶν ἀνθέων ἀφαιρέσεις τρυγήσεσιν ἐοίκασι καὶ βλάπτουσιν οὐδέν, ἀλλὰ κἂν μὴ λάβῃ τις ἐν ὥρᾳ, περιερρύη μαρανθέντα. καθάπερ οὖν οἱ βάρβαροι τῶν θρεμμάτων τοῖς δέρμασιν ἀντὶ τῶν ἐρίων ἀμφιέννυνται, οὕτω μοι δοκοῦσιν οἱ μᾶλλον ἐκ τῶν φύλλων ἢ τῶν ἀνθέων ὑφαίνοντες τοὺς στεφάνους οὐ κατὰ λόγον χρῆσθαι τοῖς φυτοῖς. ἐγὼ μὲν οὖν ταῦτα συμβάλλομαι ταῖς στεφανοπώλισιν οὐ γάρ εἰμι γραμματικός, ὥστʼ ἀπομνημονεύειν ποιημάτων, ἐν οἷς τοὺς παλαιοὺς ἱερονίκας ἀναγιγνώσκομεν ἀνθίνοις ἀναδουμένους στεφάνοις· πλὴν ὅτι γε ταῖς Μούσαις ὁ τῶν ῥόδων στέφανος ἐπιπεφήμισται, μεμνῆσθαί μοι δοκῶ Σαπφοῦς λεγούσης πρός τινα τῶν ἀμούσων καὶ ἀμαθῶν γυναικῶν "κατθάνοισα δὲ κείσεαι· οὐ γὰρ πεδέχεις ῥόδων τῶν ἐκ Πιερίας." εἰ δέ τινα καὶ Τρύφων ἀπὸ τῆς ἰατρικῆς δίδωσι μαρτυρίαν, ἀκουστέον.

闻听此言,那些不熟悉阿摩尼乌斯行事风格的年轻人们惶惑不安,悄悄解下花冠。但我深知阿摩尼乌斯抛出这番言论是为了思辨的操练与探讨,便招呼医者特律丰说道: “我的好朋友,你要么理当与我们一同放下这顶由玫瑰花朵燃烧般绚烂的冠冕,要么就应当如你平日对我们所做的那样,讲讲花冠对于饮酒究竟有多大的助益。” 埃拉同接过话头说道: “难道事情果真已定,我们不得接纳任何无代价的快感,以致在享受快乐时若非伴随某种报偿就必须心生不快吗?抑或,香油与紫袍因其人为的奢侈,依异邦人的说法被斥为‘虚妄的服饰与涂料’而理当受到猜忌,但天然的色泽与芬芳却本具纯朴洁净,与鲜果毫无二致?如果自然赋予汁液,我们便采撷享用,但对于时令带来的香气与色彩,若非其在外部附带某种功利用途,我们便因其洋溢的愉悦与优美而予以鄙弃,这难道不是愚蠢的吗?相反,这似乎正是唯一合乎情理的解释:若真如你们所言,自然不造徒劳之物,那么这些除了令人愉悦之外别无用处的事物,生来就正是为了快感而创造的。且看那生长萌发的植物,叶子的生成是为了保护果实,也是为了让树木受其适度温存与遮凉以承受气候变幻;然而花朵即便留在〔植物〕上也毫无用处,除了在我们运用它时带来嗅觉的怡人与视觉的赏心悦目——它释放出奇异的芬芳,以无与伦比的色彩与渲染展现斑斓。因此,当叶子被扯下时,植物仿佛感到痛苦与折磨,其身躯遭受创伤般的损害与不雅的脱落;正如恩培多克勒所言,看来不仅 ‘应当完全远离月桂的叶子’, 而且对所有其他的树木亦应予以爱惜,不可用强暴悖理地掠夺叶子所带来的残损来装扮我们自己。相反,花朵的摘取如同收获,毫无伤害;即便人们未曾及时采摘,它们也会枯萎飘零。因此,如同蛮族不用羊毛而用牲畜的皮毛裹身一样,依我看,那些宁用树叶而非花朵编织花冠的人,亦未合理地对待植物。这便是我为卖花女们所贡献的一番申辩;因为我并非文人学者,能从记忆中背出古代神圣竞赛优胜者佩戴花冠的诗篇;只是关于玫瑰冠乃是献给缪斯之物,我似乎记得萨福曾对一位缺乏文雅修养且无知的妇人说道: ‘你死后将长卧于地下; 因为你不曾分享那 来自皮埃里亚的玫瑰。’ 不过,如果特律丰也能从医学的角度提供某些见证,我们自当洗耳恭听。”

语法注3 条
  1. 646aδίκαιος εἶ μεθʼ ἡμῶν τουτονὶ τὸν καλὸν ἄνθεσι φλέγοντα τοῖς ῥοδίνοις στέφανον, ἢ λέγειν

    δίκαιός εἰμι 接不定词的人称构文,相当于非人称构文 δίκαιόν ἐστι(“你理当……”或“你有责任……”)。此处 ἢ καταθέσθαι(摘下)与 ἢ λέγειν(说明)两个选择性不定词并列作 δίκαιος εἶ 的补足成分。

  2. 646bμὴ γὰρ εὔηθες ᾖ

    由 μή 引领接虚拟语气的独立句,用于表达委婉的疑虑、反问或担忧(“难道不是……吗?”或“恐怕是……吧”)。整句悬置的疑问与担忧一直延伸至分句末尾的 συνεπιφέρωσιν。

  3. 646dτῶν δʼ ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας; αὐτῶν

    不定词 φείδεσθαι 与 μὴ κοσμεῖν 并列,均受前文的 χρή(应当)支配。分词短语 συλῶντας 为阳性复数宾格,与不定词 κοσμεῖν 的隐含主语(“我们/人们”)一致,用以说明其修饰的行为方式或手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:3.1.1-3.1.2