- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.6.1-2.6.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
客人们在索克拉罗斯的花园中目睹了各种成功的树木嫁接,并探讨为何含油树木无法进行异种嫁接,分别从树脂树液、树皮构造以及树木的养分分配与繁育能力等角度给出了解释。
Σώκλαρος ἑστιῶν ἡμᾶς ἐν κήποις ὑπὸ τοῦ Κηφισοῦ ποταμοῦ περιρρεομένοις ἐπεδείκνυτο δένδρα παντοδαπῶς πεποικιλμένα τοῖς λεγομένοις ἐνοφθαλμισμοῖς· καὶ γὰρ ἐκ σχίνων ἐλαίας ἀναβλαστανούσας ἑωρῶμεν καὶ ῥοιὰς ἐκ μυρρίνης· ἦσαν δὲ καὶ δρύες ἀπίους ἀγαθὰς ἐκφέρουσαι καὶ πλάτανοι μηλεῶν δεδεγμέναι καὶ συκαῖ μορεῶν ἐμβολάδας, ἄλλαι τε μίξεις φυτῶν κεκρατημένων ἄχρι καρπογονίας.1 οἱ μὲν οὖν ἄλλοι πρὸς τὸν Σώκλαρον ἔπαιζον, ὡς τῶν ποιητικῶν σφιγγῶν καὶ χιμαιρῶν τερατωδέστερα γένη καὶ θρέμματα βόσκοντα· Κράτων δὲ προὔβαλεν ἡμῖν διαπορῆσαι περὶ τῆς αἰτίας, διʼ ἣν μόνα τῶν φυτῶν τὰ ἐλαιώδη δέχεσθαι τὰς τοιαύτας ἐπιμιξίας οὐ πέφυκεν· οὔτε γὰρ κῶνον οὔτε κυπάριττον ἢ πίτυν ἢ πεύκην ἐκτρέφουσάν τι τῶν ἑτερογενῶν ὁρᾶσθαι.
当索克拉罗斯在被客菲索斯河环绕的花园中款待我们时,他向我们展示了通过所谓芽接法而呈现万般变化的树木;因为我们确实看到了从乳香黄连木上萌发出的橄榄,以及从香桃木上长出的石榴;此外还有结出上等梨子的橡树、接纳了苹果树幼枝的悬铃木、带有着桑树嫁接芽的无花果树,以及其他被驯服至能够结果的植物融合。其他人便向索克拉罗斯开玩笑,说他饲养着比诗人们笔下的斯芬克斯和喀迈拉更为怪异的物种和怪兽;但克拉通向我们提议探究个中原因:为何在所有植物中,唯有含油类的树木天生不接受此类融合;因为无论石松、柏树、松树还是枞树,都不曾见其培育出任何异种植物。
ὑπολαβὼν δὲ Φίλων ἔφη λόγος τις ἔστιν, ὦ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστʼ ἂν ἀπολέσθαι φυτὸν ὃ βούλοιο χριόμενον ἐλαίῳ, καθάπερ τὰς μελίττας. τὰ δʼ εἰρημένα δένδρα πίονα καὶ πέπειραν ἔχει τὴν φύσιν, ὥστε πίσσαν ἀποδακρύειν καὶ ῥητίνην· ὅταν δὲ πληγῇ, ταῖς διακοπαῖς ὥσπερ ἑλκωθέντʼ ἰχῶρα συνάγει; ἥ τε δᾲς αὐτῶν ἐλαιηρὰν ἀφίησιν ἰκμάδα καὶ περιστίλβει τὸ λιπαρὸν αὐτῇ· διὸ καὶ πρὸς τἄλλα γένη δυσμίκτως ἔχει, καθάπερ αὐτὸ τοὔλαιον παυσαμένου δὲ τοῦ Φίλωνος, ὁ μὲν Κράτων ᾤετο καὶ τὴν τοῦ φλοιοῦ φύσιν πρὸς τοῦτο συνεργεῖν λεπτὸν γὰρ ὄντα καὶ ξηρὸν οὐ παρέχειν ἕδραν οὐδʼ ἐμβίωσιν τοῖς ἐνθεμένοις, ὥσθʼ ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰ καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸν μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον.2
斐洛接着说道: “克拉通,智者们当中有一种说法,并且得到了农人们的印证。因为他们说油类对植物是有害的,无论你把什么植物涂上油,它都会像蜜蜂一样迅速死亡。而前面提到的那些树木具有肥厚且丰沛的本质,以至于能渗出沥青和树脂;每当受创时,切口处便如生疮般汇聚汁液;其用于火把的木芯散发出油润的湿气,表面泛着油亮的光泽。因此,它们同其他物种极难融合,恰如油本身一样。” 斐洛说完后,克拉通认为树皮的性质也是促成这一现象的原因;因为其树皮薄而干燥,不能为插入的接穗提供稳固的生根居所,无法像那些树皮厚实、湿润且柔软的树木那样,以树皮下的受纳部位紧密贴合并包裹住接穗。
αὐτὸς δὲ Σώκλαρος ἔφη καὶ τὸν ταῦτα λέγοντα μὴ κακῶς προσεννοεῖν, ὅτι δεῖ τὸ δεχόμενον ἑτέραν φύσιν εὔτρεπτον εἶναι, ἵνα κρατηθὲν ἐξομοιωθῇ καὶ μεταβάλῃ τὴν ἐν ἑαυτῷ τροφὴν πρὸς τὸ ἐμφυτευόμενον. καὶ γὰρ τὴν γῆν προδιαλύομεν καὶ μαλάσσομεν, ἵνα κοπεῖσα μεταβάλῃ διʼ εὐπάθειαν καὶ ἅψηται τῶν ἐμφυτευομένων ἡ γὰρ ἀτενὴς καὶ σκληρὰ δυσμετάβλητος. ταῦτα δὲ τὰ δένδρα κοῦφα τοῖς ξύλοις ὄντα κρᾶσιν οὐ ποιεῖ διὰ τὸ μὴ κρατεῖσθαι μηδὲ μεταβάλλειν. ἔτι δʼ εἶπεν οὐκ ἄδηλον ὅτι δεῖ πρὸς τὸ ἐμφυτευόμενον χώρας λόγον ἔχειν3 τὸ δεξόμενον τὴν δὲ χώραν ἀεῖ θήλειαν ἔχειν καὶ γόνιμον· ὅθεν τὰ πολυκαρπότατα τῶν φυτῶν ἐκλεγόμενοι παραπηγνύουσιν, ὥσπερ γυναιξὶ πολυγαλακτούσαις ἕτερα βρέφη προσβάλλοντες. πεύκην δὲ καὶ κυπάριττον καὶ τὰ τοιαῦτα πάντα γλίσχρα καὶ ἀγεννῆ τοῖς καρποῖς ὁρῶμεν. ὥσπερ γὰρ οἱ πολυσαρκίᾳ κεχρημένοι καὶ ὄγκῳ ὡς ἐπὶ τὸ πλεῖστον ἄτεκνοι· τὴν γὰρ τροφὴν εἰς τὸ σῶμα καταναλίσκοντες οὐ ποιοῦσιν αὐτῆς περίττωμα σπερματικόν οὕτω τὰ τοιαῦτα δένδρα τῆς τροφῆς ἀπολαύοντα, πάσης εἰς αὐτὰ δαπανωμένης, εὐσωματεῖ τοῖς μεγέθεσι καὶ αὐξάνεται, καρπὸν δὲ τὰ μὲν οὐ φέρει τὰ δὲ φέρει μικρὸν καὶ συντελούμενον βραδέως· ὥστʼ οὐ δεῖ θαυμάζειν, εἰ μὴ φύεται τἀλλότριον, ἐν ᾧ κακῶς τρέφεται καὶ τὸ οἰκεῖον.
索克拉罗斯本人则说,提出以下见解的人也考虑得很周全:接纳异质本性者必须顺从易变,以便被征服后能够同化,并将其自身的养分转化为适应被植入者所需。 “事实上,我们也会预先疏松并软化泥土,以便翻耕后的泥土因其顺从性而发生变化,并与被植入之物相亲和;因为板结坚硬的土地极难变化。而这些树木的木质轻疏,因既不被征服也不发生转化,故而无法实现调和融会。此外,”他说,“显然接纳者之于被植入者,必须充当如土地(母体)般的角色,而这土地必须始终是雌性且多产的;因此人们挑选最多产的植物来进行嫁接,正如将其他婴儿寄养给乳汁充沛的妇人一样。然而我们看到,枞树、柏树以及所有此类树木在果实方面都贫瘠而低产。正如那些过于肥胖和庞大的人大多不育一样——因为他们把养分全消耗在肉体上,无法从中产生多余的精气;同样,这类树木吸收了养分,全部耗费在自身之上,从而树体粗壮、尺寸增大,然而要么不结果,要么果实细小且成熟迟缓。因此,若是在连自身果实都滋养不善之处,外来之物无法生长,也就不足为奇了。”
- 640cἄλλαι τε μίξεις φυτῶν κεκρατημένων ἄχρι καρπογονίας
κεκρατημένων 是 κρατέω 的完成时被动分词属格复数,指砧木或接穗被另一方的性质“压制、同化、支配”。ἄχρι καρπογονίας 为副词性短语,意为“直至结实/结果的地步”。
- 640dὥσθʼ ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰ καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸν μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον
结果从属连词 ὥστε 引导不定式 περιπτύσσεσθαι(包裹、合拢),阳性宾格单数分词 κολλώμενον(粘附着)与主语(薄而干燥的树皮)在性数格上一致。中间插入了比较结构 ὥσπερ τὰ φλοιώδη...(如同树皮厚实的树木那样),而与格短语 τοῖς ὑπὸ τὸν φλοιὸν μέρεσι προσδεχομένοις 表示“借助/在树皮下接纳接穗的部位”。
- 640eχώρας λόγον ἔχειν
χώρας 是 χώρα(土地、母体)的属格,与 λόγον ἔχειν(具有……的关系/地位)结合,意为“充当土地/受纳母体的角色”。此处化用了哲学中容受者(chora)的概念来指代植物嫁接中的砧木。
