- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.5.1-2.5.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕西马科斯与提蒙论证荷马史诗中运动项目的一贯顺序(拳击、摔跤、赛跑)反映了其历史出现先后的次序。叙述者则提出补充,从诸竞技乃是对战争行为(击打招架、近身肉搏缠斗、追击与逃跑)的模拟与操练的角度,阐释了这一顺序的内在必然性。
ῥηθέντων δὲ τούτων καὶ τὸν Φιλῖνον ἡμῶν ἐπαινεσάντων, αὖθις ὁ Λυσίμαχος ἔφη ποῖον οὖν φαίη τις ἂν τῶν ἀγωνισμάτων γεγονέναι πρῶτον ἢ τὸ στάδιον, ὥσπερ Ὀλυμπίασιν ἐνταῦθα δὲ παρʼ ἡμῖν καθʼ ἕκαστον ἄθλημα τοὺς ἀγωνιζομένους εἰσάγουσιν ἐπὶ παισὶ παλαισταῖς ἄνδρας παλαιστὰς καὶ πύκτας ἐπὶ πύκταις ὁμοίως καὶ παγκρατιαστάς· ἐκεῖ δʼ, ὅταν οἱ παῖδες διαγωνίσωνται, τότε τοὺς ἄνδρας καλοῦσι. σκόπει δὲ μὴ μᾶλλον1 ἔφη τὴν κατὰ χρόνον τάξιν Ὅμηρος ἀποδείκνυσι· πρῶτον γὰρ ἀεὶ πυγμὴ παρʼ αὐτῷ, δεύτερον πάλη, καὶ τελευταῖον ὁ δρόμος τῶν γυμνικῶν ἀεὶ τέτακται θαυμάσας οὖν Μενεκράτης ὁ Θεσσαλὸς ὦ Ἡράκλεις εἶπεν ὅσα λανθάνει ἡμᾶς· εἰ δέ τινα τῶν ἐπῶν ἐστί σοι πρόχειρα, μὴ φθονήσῃς ἀναμνῆσαι. καὶ ὁ Τίμων ἀλλʼ ὅτι μέν εἶπεν αἱ Πατρόκλου ταφαὶ ταύτην ἔχουσι τῶν ἀγωνισμάτων τὴν τάξιν, ἅπασιν ὡς ἔπος εἰπεῖν ἔναυλόν ἐστι. διατηρῶν δὲ τὴν τάξιν ὁμαλῶς ὁ ποιητὴς τὸν μὲν Ἀχιλλέα λέγοντα τῷ Νέστορι πεποίηκε "δίδωμι δέ σοι τόδʼ ἄεθλον αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις, οὐδὲ τʼ ἀκοντιστὺν ἐνδύσεαι οὐδὲ πόδεσσι θεύσεαι·" τὸν δὲ πρεσβύτην ἐν τῷ ἀποκρίνεσθαι παραδολεσχοῦντα γεροντικῶς, ὅτι "πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Οἴνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, Ἴφικλον δὲ πόδεσσι παρέδραμον·" αὖθις δὲ τὸν μὲν Ὀδυσσέα τοὺς Φαίακας προκαλούμενον "ἢ πύξ ἠὲ πάλῃ ἢ καὶ ποσίν," τὸν δʼ Ἀλκίνουν ὑποτιμώμενον "οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, ἀλλὰ ποσὶ κραιπνοῖς θέομεν·" ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτʼ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν2 ἐδρᾶτο δʼ οὕτως, τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων.
当这些话说完、我们赞许了菲利诺斯之后,吕西马科斯又说道:“那么,除了短跑之外,还有谁能说哪项竞赛是最先出现的呢?正如在奥林匹亚那样。然而在我们这里,人们按各个项目依次引入选手:在少年摔跤手之后引入成年摔跤手,在拳击手之后引入拳击手,全盘武术选手也是如此;而在那里,只有当少年们比试完毕之后,他们才召集成年人。不过你且看,”他说,“荷马是否反而指明了时代先后的次序呢?因为在他那里,在运动项目中始终是拳击排在第一,摔跤第二,赛跑排在最后。” 色萨利人梅内克拉特斯听后惊叹道:“凭赫拉克勒斯起誓,有多少事情是我们不曾留意的啊!如果你手头正好记得那些诗句,请务必不要吝啬让我们重温一番。” 提蒙于是说:“至于帕特洛克罗斯的葬礼竞技具有这样的竞赛顺序,可以说是尽人皆知、言犹在耳的。诗人始终如一地保持着这个顺序,他描写阿喀琉斯对涅斯托尔说道: ‘我将这件奖赏平白赠予你;因为你既不会以拳相击,也不会摔跤,既不会参加标枪投掷,也不会凭双足奔跑。’ 又描写这位老人在回答时如老人般絮絮叨叨地说: ‘我曾以拳击战胜埃诺普斯之子克吕托墨得斯,以摔跤战胜普劳戎的安开奥斯,并用双足跑赢了伊菲克罗斯。’ 再者,他写奥德修斯向淮阿喀亚人挑战: ‘无论是拳击、摔跤,抑或凭双足赛跑,’ 而阿尔基诺奥斯自谦道: ‘因为我们既不是无可挑剔的拳击手,也不是摔跤手,但我们能凭迅捷的双足奔跑。’ 可见他并非出于偶然、随心所欲地随意变换顺序,而是遵循当时习以为常并依规举行的实践;而之所以如此举行,正是因为他们当时仍保留着那些项目古老的次序。”
παυσαμένου δὲ τἀδελφοῦ, τἄλλα μὲν ἔφην ἀληθῶς λέγεσθαι, τὴν δʼ αἰτίαν τῆς τάξεως οὐκ ἐπενόουν. ἐδόκει δὲ καὶ τῶν ἄλλων τισὶ μὴ πιθανὸν εἶναι γεγονέναι τὸ πυκτεύειν καὶ παλαίειν πρότερον ἐν ἀγῶνι καὶ ἁμίλλῃ τοῦ τροχάζειν, καὶ παρεκάλουν ἐξάγειν εἰς τὸ ἀνώτερον. ἔφην δʼ ἐκ τοῦ παραστάντος, ὅτι ταῦτά μοι πάντα μιμήματα δοκεῖ καὶ γυμνάσματα τῶν πολεμικῶν εἶναι· καὶ γὰρ ὁπλίτης ἐπὶ πᾶσιν εἰσάγεται, μαρτυρούμενος ὅτι τοῦτο τὸ τέλος ἐστὶ τῆς σωμασκίας καὶ τῆς ἁμίλλης καὶ τὸ τοῖς νικηφόροις εἰσελαύνουσι τῶν τειχῶν ἐφίεσθαι μέρος διελεῖν καὶ καταβαλεῖν, τοιαύτην ἔχει διάνοιαν, ὡς οὐ μέγα πόλει τειχῶν ὄφελος ἄνδρας ἐχούσῃ μάχεσθαι δυναμένους καὶ νικᾶν. ἐν δὲ Λακεδαίμονι τοῖς νενικηκόσι στεφανίτας ἀγῶνας ἐξαίρετος ἦν ἐν ταῖς παρατάξεσι χώρα, περὶ αὐτὸν τὸν βασιλέα τεταγμένους μάχεσθαι· καὶ τῶν ζῴων μόνῳ τῷ ἵππῳ μετουσία στεφάνου καὶ ἀγῶνος ἔστιν, ὅτι μόνος καὶ πέφυκε καὶ ἤσκηται μαχομένοις παρεῖναι καὶ συμπολεμεῖν. εἰ δὲ δὴ ταῦτα λέγεται μὴ κακῶς, ἤδη σκοπῶμεν ἔφην ὅτι τῶν μαχομένων πρῶτον ἔργον ἐστὶ τὸ πατάξαι καὶ φυλάξασθαι, δεύτερον δὲ συμπεσόντας ἤδη καὶ γενομένους ἐν χερσὶν ὠθισμοῖς τε χρῆσθαι καὶ περιτροπαῖς ἀλλήλων, ᾧ δὴ μάλιστά φασιν ἐν Λεύκτροις τοὺς Σπαρτιάτας ὑπὸ τῶν ἡμετέρων, παλαιστρικῶν ὄντων, καταβιασθῆναι·3 διὸ καὶ παρʼ Αἰσχύλῳ τις τῶν πολεμικῶν ὀνομάζεται "βριθύς, ὁπλιτοπάλας" καὶ Σοφοκλῆς εἴρηκέ που περὶ τῶν Τρώων ὡς "φίλιπποι καὶ κερουλκοί, σὺν σάκει δὲ κωδωνοκρότῳ παλαισταί·" καὶ μὴν ἐπὶ πᾶσί γε τὸ τρίτον ἐστὶ νικωμένους φεύγειν ἢ διώκειν νικῶντας. εἰκότως οὖν ἡ πυγμὴ προῆγε, δευτέραν δʼ εἶχεν ἡ πάλη τάξιν, καὶ τελευταίαν ὁ δρόμος· ὅτι πυγμὴ μέν ἐστι μίμημα πληγῆς καὶ φυλακῆς, πάλη δὲ συμπλοκῆς καὶ ὠθισμοῦ, δρόμῳ δὲ μελετῶσι φεύγειν καὶ διώκειν.
我的兄弟说完后,我说其余的固然说得不错,但我仍想不通这一顺序的原因。其他一些人也觉得,在竞赛角逐中拳击和摔跤先于奔跑出现是不太合乎情理的,便敦促我将问题追溯到更深的根源。于是我就当时所想到的说道:“在我看来,所有这些都不过是对战事的模拟与操练。事实上,重装步兵跑被安排在所有项目的最后,正是以此证明这才是身体锻炼与竞技的终极目的;而获胜者在凯旋进城时被允许拆毁推倒一部分城墙,其寓意也在于:一座拥有能够战斗并获胜的勇士的城邦,城墙并无太大用处。在斯巴达,那些在桂冠竞技中获胜的人在作战阵列中享有特殊的地位,被部署在国王本人身边作战;在所有动物中,唯有马匹能够分享桂冠与竞赛的荣耀,因为唯有它天生且受训能够陪伴战斗者并一同作战。 如果这些论述并非全无道理,那么我们现在来考察一下,”我说,“交战者的第一项任务乃是击打与招架;第二项任务是,当彼此冲撞、陷入近身肉搏时,便相互推挤与绊摔——据说在留克特拉战役中,斯巴达人正是主要以此法被我们那些精于摔跤的战士击溃的;因此在埃斯库罗斯的诗作中,一位战士被称为‘沉重的重装摔跤手’,索福克勒斯也在某处谈到特洛伊人时说: ‘爱马且引弓者,携带着铜铃鸣响之盾的摔跤手;’ 而在这一切之后,第三项任务无疑是溃败者逃跑、胜者追击。因此,拳击居先,摔跤居次,赛跑居最后,实属理所当然;因为拳击是对击打与防守的模仿,摔跤是对纠缠与推挤的模仿,而通过赛跑,人们则演练着逃跑与追击。”
- 639bσκόπει δὲ μὴ μᾶλλον
祈使动词 σκόπει 后接连词 μή 与直陈式动词(ἀποδείκνυσι)。通常表示担忧或疑虑的从句采用虚拟式,而此处使用直陈式,表示一种具有较高真实可能性的委婉主张或审视(“且看荷马是否反而指明了……”)。
- 639dὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτʼ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν
连词 ὡς 与分词 χρώμενος 及 ἐπακολουθῶν 结合,构成表示主观理由或意图的结构。它表明提蒙的判断依据:荷马之所以始终保持这一顺序,绝非随心所欲的偶然而为,而是有意遵循当时的习俗与规范实践。
- 639eᾧ δὴ μάλιστά φασιν ἐν Λεύκτροις τοὺς Σπαρτιάτας ὑπὸ τῶν ἡμετέρων, παλαιστρικῶν ὄντων, καταβιασθῆναι
关系代词与格 ᾧ 作为工具与格,先行词为前文整句所述的动作“相互推挤与绊摔”(ὠθισμοῖς τε χρῆσθαι καὶ περιτροπαῖς ἀλλήλων)。它引出了对留克特拉战役的历史指涉,即精通摔跤技术的底比斯人(“我们的人”)正是借此战术击溃了斯巴达人。
