- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.7.1-2.7.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯瑞莫尼亚努斯讲述了目睹吸盘鱼阻滞船只航行的经历,引得众人列举各种神秘的自然相克现象;叙述者则提出,船只自身的湿重与海藻污垢才是导致航速减缓与鱼体附着的真正共同原因。
Χαιρημονιανὸς ὁ Τραλλιανός, ἰχθυδίων ποτὲ παντοδαπῶν παρατεθέντων, ἓν ἐπιδείξας ἡμῖν ὀξὺ τῷ κεφαλίῳ καὶ πρόμηκες ἔλεγε τούτῳ προσεοικέναι τὴν ἐχενηίδα· θεάσασθαι γὰρ πλέων ἐν τῷ Σικελικῷ καὶ θαυμάσαι τὴν δύναμιν, οὐκ ὀλίγην βραδυτῆτα καὶ διατριβὴν παρὰ τὸν πλοῦν ἀπεργασαμένης τῆς ἐχενηίδος,1 ἕως ὑπὸ τοῦ πρῳρέως ἑάλω προσεχομένη τῷ τοίχῳ τῆς νεὼς ἔξωθεν. ἦσαν μὲν οὖν οἱ καταγελῶντες τοῦ Χαιρημονιανοῦ ὡς πλάσμα μυθῶδες παραδεδεγμένου καὶ ἄπιστον, ἦσαν δὲ καὶ οἱ τὰς ἀντιπαθείας θρυλοῦντες, καὶ ἄλλα πολλὰ παρόντων ἦν ἀκούειν, ὅτι μαινόμενον ἐλέφαντα καταπαύει κριὸς ὀφθείς, ἔχιδναν δὲ φηγοῦ κλωνίον ἐὰν προσαγάγῃς καὶ θίγῃς, ἵστησιν· ἄγριος δὲ ταῦρος ἀτρεμεῖ καὶ πραΰνεται συκῇ προσδεθείς· τὸ δʼ ἤλεκτρον πάντα κινεῖ καὶ προσάγεται τὰ κοῦφα, πλὴν ὠκίμου καὶ τῶν ἐλαίῳ βρεχομένων· ἡ δὲ σιδηρῖτις λίθος οὐκ ἄγει τὸν σίδηρον, ἂν σκορόδῳ χρισθῇ. τούτων γὰρ ἐμφανῆ τὴν πεῖραν ἐχόντων, χαλεπὸν εἶναι τὴν αἰτίαν, εἰ μὴ καὶ παντελῶς ἀδύνατον, καταμαθεῖν.
当有一次端上各种小杂鱼时,来自特拉勒斯的凯瑞莫尼亚努斯向我们指着其中一条头部尖细而身躯狭长的小鱼,说吸盘鱼便同它相似;因为他说自己曾在西西里海航行时亲眼目睹,并惊叹其神力,盖因那条吸盘鱼给航程造成了不小的迟缓与耽搁,直到被前哨船员发现它紧附在外船舷上并捕获为止。于是,有人嘲弄凯瑞莫尼亚努斯听信了神话般不可置信的虚构之谈,但也有人纷纷谈论起自然界相克(相冲)的本性,从在场之人那里可以听到许多其他事例:狂怒的大象一见到公羊就会平息下来;若是拿橡树幼枝触碰毒蛇,它便会静止止步;野公牛一旦拴在无花果树上就会安稳顺服;琥珀能移动并吸引所有轻细之物,唯独罗勒及浸油之物除外;磁石若是涂上大蒜,便不能吸引铁器。因为这些现象的经验观察昭然若揭,而要弄清其原因即使并非绝不可能,亦是极为困难的。
ἐγὼ δὲ τοῦτο μὲν ἔφην ἀπόδρασιν εἶναι τῆς ἐρωτήσεως μᾶλλον ἢ τῆς αἰτίας ἀπόδοσιν. σκοπῶμεν δʼ εἶπον ὅτι πολλὰ συμπτώματʼ ἐνόντα πάθεσιν αἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς2 ὅμοιον ὡς εἴ τις οἴοιτο τῇ ἀνθήσει τοῦ ἄγνου πεπαίνεσθαι τὸν τῆς ἀμπέλου καρπόν, ὅτι δή, τοῦτο τὸ λεγόμενον, "ἡ τʼ ἄγνος ἀνθεῖ χὠ βότρυς πεπαίνεται "ἢ τοῖς ἐπὶ τῶν λύχνων φαινομένοις μύκησι συγχεῖσθαι καὶ συννεφεῖν τὸ περιέχον· ἢ τὴν γρυπότητα τῶν ὀνύχων αἴτιον ἀλλὰ μὴ συμβεβηκὸς εἶναι τοῦ περὶ σπλάγχνον ἕλκους. ὥσπερ οὖν τούτων ποσσις ἕκαστον ἐπακολούθημα τοῦ πάθους ἐστὶν ἐκ τῶν αὐτῶν γεννώμενον αἰτιῶν, οὕτως ἔφην ἐγὼ μίαν αἰτίαν εἶναι διʼ ἣν βραδέως τε πλεῖ καὶ προσάγεται τὴν ἐχενηίδα τὸ πλοῖον· ξηρᾶς μὲν γὰρ οὔσης καὶ μὴ σφόδρα βαρείας ὑγρότητι τῆς νεώς, εἰκὸς ὑπολισθάνουσαν ὑπὸ κουφότητος τῇ θαλάττῃ τὴν τρόπιν διαλαβεῖν τὸ κῦμα ξύλῳ καθαρῷ διαιρούμενον καὶ ἀφιστάμενον εὐπετῶς· ὅταν δὲ νοτερὰ σφόδρα καὶ διάβροχος οὖσα φυκία τε πολλὰ καὶ βρυώδεις ἐπιπάγους προσάγηται, τοῦ τε ξύλου τὸν τόμον ἀμβλύτερον ἴσχει τό τε κῦμα τῇ γλισχρότητι προσπῖπτον οὐ ῥᾳδίως ἀπολύεται. διὸ καὶ παραψήχουσι τοὺς τοίχους, τὰ βρύα καὶ τὰ φυκία τῶν ξύλων ἀποκαθαίροντες, οἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλʼ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι.3
而我则说,这毋宁说是逃避提问,算不得给出真正的原因。 “让我们想一想,”我说,“在诸多病态与机理中,往往有许多并发的附随现象,被错误地当作了原因本身。这正如若有人以为葡萄的成熟是由牡荆的花开引起的,仅仅是因为有那句俗话: ‘牡荆花开,葡萄成串熟’; 又如以为大气的阴沉聚云是由灯芯上所结的炭花导致的;或者以为指甲的内弯是内脏溃疡的原因而非其偶然伴随的症状。因此,正如上述每一个现象都是源于同一病因所产生的后随表征一样,我认为,船行迟缓与吸盘鱼附着其上,两者同样共出于一个原因。因为当船体干燥且未受湿气严重拖累时,龙骨轻盈地在海面滑行,自然能以干净的木板切分波浪,使海水容易分开;而当船身极度受潮、吸饱水分,吸附了大量海藻和如苔藓般的结垢时,木板的切口便变得迟钝,迎头冲击而来的波浪因黏质阻碍而难以脱离。所以人们也要刮洗船舷,清除木料上的苔藓与海藻;正因吸盘鱼顺着这层黏质附着于其上,便极易被人误认为是导致迟缓的原因,而非制造迟缓的那一真正原因所衍生的附随之果。”
- 641bἀπεργασαμένης· τῆς ἐχενηίδος
属格绝对结构,解释说明前文 θαυμάσαι τὴν δύναμιν(惊叹其力量)的具体情境或原因,意为“鉴于该吸盘鱼在航程中造成了不小的迟缓与耽搁”,后文紧接着由 ἕως 引导的时间从句进一步限定。
- 641dαἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς
αἰτιῶν 为阴性名词 αἰτία 的复数属格,修饰/依附于动词短语 λαμβάνει δόξαν(获得看法/名声),构成说明性或同位性属格:“不当地获得了作为原因的名声”。主语为 πολλὰ συμπτώματα(许多附随现象)。
- 641eοἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλʼ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι
由 εἰκός ἐστι 引出的长篇带不定式宾格结构(Accusativus cum Infinitivo)。主语宾格为带有分词 προσισχομένην 修饰的 τὴν ἐχενηίδα,不定式为被动态的 νομισθῆναι。短语 αἴτιον ... ἀλλʼ οὐκ ἐπακολούθημα 为 νομισθῆναι 的表语补足成分:“吸盘鱼……被视作迟缓的原因,而非制造迟缓的原因之附随结果,也是很自然的”。句首的与格 οἷς 回指前文的 τὰ βρύα καὶ τὰ φυκία,作分词 προσισχομένην 的与格补足语(“附着于其上”)。
