← 普鲁塔克

食桌谈话录

§2.4.1

角力场的词源与摔跤竞技的起源

在皮提亚竞技会的庆功宴上,有人根据角力场的名称提出摔跤是最古老的竞技项目,普鲁塔克以其高度技术性反驳了此说,席间众人进而根据动作技巧、身体部位和近身接触提出了各自的词源解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

Σωσικλέα τὸν Κορωνῆθεν, Πυθίοις νενικηκότα ποιητάς, εἱστιῶμεν τὰ ἐπινίκια. τοῦ δὲ γυμνικοῦ ἀγῶνος ἐγγὺς ὄντος, ὁ πλεῖστος ἦν λόγος περὶ τῶν παλαιστῶν πολλοὶ γὰρ ἐτύγχανον ἀφιγμένοι καὶ ἔνδοξοι. παρὼν οὖν ὁ Λυσίμαχος, εἷς τῶν Ἀμφικτυόνων ἐπιμελητής, ἔναγχος ἔφη γραμματικοῦ τινος ἀκοῦσαι τὴν πάλην ἀρχαιοτάτην ἀθλημάτων πάντων ἀποφαίνοντος, ὡς καὶ τοὔνομα μαρτυρεῖν ἐπιεικῶς γὰρ ἀπολαύειν1 τὰ νεώτερα πράγματα κειμένων ἐν τοῖς παλαιοτέροις ὀνομάτων· ὥς που καὶ τὸν αὐλὸν ἡρμόσθαι λέγουσι καὶ κρούματα τὰ αὐλήματα καλοῦσιν, ἀπὸ τῆς λύρας λαμβάνοντες τὰς προσηγορίας. τὸν οὖν τόπον, ἐν ᾧ γυμνάζονται πάντες οἱ ἀθληταί, παλαίστραν καλοῦσι, τῆς πάλης τοὔνομα κτησαμένης τὸ πρῶτον· εἶτα καὶ τοῖς αὖθις ἐφευρεθεῖσιν ἐμπαρασχεῖν.2 τοῦτʼ ἔφην ἐγὼ τὸ μαρτύριον οὐκ ἰσχυρὸν εἶναι· κεκλῆσθαι γὰρ ἀπὸ τῆς πάλης τὴν παλαίστραν, οὐχ ὅτι πρεσβύτατόν ἐστι τῶν ἄλλων, ἀλλʼ ὅτι μόνον τῶν τῆς ἀγωνίας εἰδῶν πηλοῦ καὶ κονίστρας καὶ κηρώματος τυγχάνει δεόμενον· οὔτε γὰρ δρόμον οὔτε πυγμὴν ἐν παλαίστραις διαπονοῦσιν, ἀλλὰ πάλης καὶ παγκρατίου τὸ περὶ τὰς κυλίσεις ὅτι γὰρ μέμικται τὸ παγκράτιον ἔκ τε πυγμῆς καὶ πάλης, δῆλόν ἐστιν. ἄλλως δὲ πῶς ἔφην λόγον ἔχει τεχνικώτατον καὶ πανουργότατον τῶν ἀθλημάτων τὴν πάλην οὖσαν ἅμα καὶ πρεσβύτατον εἶναι; τὸ γὰρ ἁπλοῦν καὶ ἄτεχνον καὶ βίᾳ μᾶλλον ἢ μεθόδῳ περαινόμενον αἱ χρεῖαι πρῶτον ἐκφέρουσιν ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Σωσικλῆς ὀρθῶς ἔφη λέγεις, καὶ συμβάλλομαί σοι πίστιν ἀπὸ τοῦ ὀνόματος· ἡ γὰρ πάλη μοι δοκεῖ τῷ παλεύειν, ὅπερ ἐστὶ δολοῦν καὶ καταβάλλειν διʼ ἀπάτης κεκλῆσθαι καὶ ὁ Φιλῖνος ἐμοὶ δʼ εἶπεν ἀπὸ τῆς παλαιστῆς· τούτῳ γὰρ μάλιστα τῷ μέρει τοῖν χεροῖν ἐνεργοῦσιν οἱ παλαίοντες, ὥσπερ οἱ πυκτεύοντες αὖ πάλιν τῇ πυγμῇ· διὸ κἀκεῖνο πυγμὴ καὶ τοῦτο πάλη προσηγόρευται τοὔργον. οὐ μὴν ἀλλὰ καὶ τὸ συμπάσαι τῶν ποιητῶν καὶ καταπάσαι παλῦναι λεγόντων, ᾧ μάλιστα χρωμένους τοὺς παλαιστὰς ὁρῶμεν, ἔστι καὶ ταύτῃ προσάγειν τὴν ἐτυμότητα τοῦ ὀνόματος. σκόπει δ’ ἔτι εἶπε μὴ3 τοῖς μὲν δρομεῦσιν ἔργον ἐστὶν ὅτι πλεῖστον ἀπολιπεῖν καὶ πορρωτάτω διαστῆναι, τοὺς δὲ πύκτας οὐδὲ πάνυ βουλομένους ἐῶσιν οἱ βραβευταὶ συμπλέκεσθαι· μόνους δὲ τοὺς παλαιστὰς ὁρῶμεν ἀλλήλους ἀγκαλιζομένους καὶ περιλαμβάνοντας· καὶ τὰ πλεῖστα τῶν ἀγωνισμάτων, ἐμβολαί, παρεμβολαί, συστάσεις, παραθέσεις, συνάγουσιν αὐτοὺς καὶ ἀναμιγνύουσιν ἀλλήλοις. διὸ τῷ πλησιάζειν μάλιστα καὶ γίγνεσθαι πέλας οὐκ ἄδηλόν ἐστι τὴν πάλην ὠνομάσθαι.

科罗内亚的索西克莱斯在皮提亚竞技会上击败了诗人们,我们正在为他举办庆功宴。由于身体竞技即将举行,大家的谈话大多集中在摔跤手身上,因为碰巧来了许多著名的选手。当时在座的吕西马科斯作为近邻同盟的监督官之一,说道他不久前听一位文法学者断言,摔跤是所有竞技项目中最古老的,连其名称本身也证明了这一点;因为后起的事物通常会借用那些为较早事物确立的名称。正如人们也会说管乐器“已定弦”,把吹管乐曲称为“弹拨”,借用了竖琴的称谓一样。因此,所有竞技者进行锻炼的场所被称为角力场,乃是因为摔跤首先获得了这一名称,随后又将其提供给后来的发明。我说,这一证据并不充分;因为角力场以摔跤命名,并非因为它比其他项目更为古老,而是因为在各种竞赛形式中,唯独它需要泥地、沙池和打蜡区。因为人们在角力场中既不练习跑步,也不练习拳击,而只练习摔跤与全盘武术的翻滚缠斗部分——全盘武术显然是由拳击和摔跤混合而成的。 “再者,”我说,“摔跤作为所有运动中最具技术性、最为机巧的项目,同时又是最古老的,这又怎能合乎情理呢?因为迫切的需要首先催生出来的,总是简朴、无技巧、凭蛮力而非凭方法完成的事物。” 听我说完这些,索西克莱斯说:“你说得很对,我还可以从这个名称本身为你补充一条佐证:因为我认为摔跤(pale)之得名,乃是源于‘设陷诱捕’(paleuein),意思是施诡计引诱并将其击倒。” 菲利诺斯接着说:“而在我看来,它来自掌宽(palaiste);因为摔跤者主要使用两手的这一部位发力,正如拳击者用拳头一样;因此后者被称为拳斗,前者被称为摔跤。不仅如此,诗人们把播撒和遍撒称为‘撒粉’(palynai),而我们看到摔跤者最经常使用撒沙粉的做法,从这个角度也可以导出该名称的语源。你再想想看,”他说,“赛跑者的目的在于尽可能抛下对手并远远拉开距离,而裁判们绝不容许拳击手缠抱在一起,哪怕他们极想如此;然而我们唯独看到摔跤者彼此紧抱相拥。他们的大多数动作——冲撞、切入、对峙、贴靠——都使他们聚集在一起并相互交织。因此,摔跤显然是因最为接近、走得‘很近’(pelas)而得名的。”

语法注3 条
  1. 1ὡς καὶ τοὔνομα μαρτυρεῖν· ἐπιεικῶς γὰρ ἀπολαύειν

    由 ἀκοῦσαι 引出的间接引语(转述文法学者的观点)在 ὡς 引导的从句和 γάρ 引导的解释句中继续使用不定式 μαρτυρεῖν 与 ἀπολαύειν,表明这属于转述的论证内容,而非说话人自己的直接判断。

  2. 638cτῆς πάλης τοὔνομα κτησαμένης τὸ πρῶτον· εἶτα καὶ τοῖς αὖθις ἐφευρεθεῖσιν ἐμπαρασχεῖν

    从前半句的属格独立结构(τῆς πάλης... κτησαμένης)经由副词 εἶτα 过渡到了不定式 ἐμπαρασχεῖν。ἐμπαρασχεῖν 的逻辑主语是前面的属格主语 τῆς πάλης,全句仍在间接引语中解释文法学者关于角力场得名的理由。

  3. 638eσκόπει δ’ ἔτι ... μὴ

    σκόπει μή 是一种惯用句式,用于委婉地提出探询或正面假设(“再思量/考察是否……”),而非表示忧虑。它引出其后关于赛跑、拳击与摔跤动作特征的对比,为最终提出源于 πέλας 的词源作铺垫。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.4.1