- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.3.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞内基奥依据完满的整体在自然上先于不完满的部分这一原理论驳菲尔姆斯,主张动物最初是直接由大地完满化生,因而先于蛋而存在。
ταῦτα τοῦ Φίρμου διεξιόντος, ὁ Σενεκίων ἔφη τὴν τελευταίαν τῶν εἰκόνων αὐτῷ πρώτην ἀντιπίπτειν. ἔλαθες γάρ εἶπεν ὦ Φίρμε, τὸν κόσμον ἀντὶ τῆς παροιμιακῆς θύρας ἐπὶ σεαυτὸν ἀνοίξας· ὁ γὰρ κόσμος προϋφέστηκε πάντων τελειότατος ὤν· καὶ λόγον ἔχει τοῦ ἀτελοῦς φύσει πρότερον εἶναι τὸ τέλειον, ὡς τοῦ πεπηρωμένου τὸ ὁλόκληρον καὶ τοῦ μέρους τὸ ὅλον· οὐδὲ γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος ἐστὶ μὴ γεγονότος.1 ὅθεν οὐθεὶς λέγει τοῦ σπέρματος εἶναι τὸν ἄνθρωπον οὐδὲ τοῦ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δʼ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγιγνομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν ἐκείνοις λαμβανόντων εἶθʼ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. ἐνδεᾶ γάρ ἐστι, τοῦ οἰκείου· διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἷον ἦν ἐξ οὗ ἀπεκρίθη. καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως· ἐνδεὲς δʼ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδʼ ὄντος· τὰ δʼ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων τε τοιούτων καὶ ἀγγείων δεομένην. ὅθεν οὐδʼ ἱστόρηται γηγενὲς ᾠόν· ἀλλὰ καὶ τὸ Τυνδάρειον οἱ ποιηταὶ λέγουσιν οὐρανοπετὲς ἀναφανῆναι. ζῷα δʼ αὐτοτελῆ καὶ ὁλόκληρα μέχρι νῦν ἀναδίδωσιν ἡ γῆ, μῦς ἐν Αἰγύπτῳ πολλαχοῦ δʼ ὄφεις καὶ βατράχους καὶ τέττιγας, ἀρχῆς ἔξωθεν ἑτέρας καὶ δυνάμεως ἐγγενομένης. ἐν δὲ Σικελίᾳ περὶ τὸν δουλικὸν πόλεμον, αἵματος πολλοῦ καὶ νεκρῶν ἀτάφων ἐν τῇ γῇ κατασαπέντων, πλῆθος ἀττελέβων ἐξήνθησε καὶ τὸν σῖτον ἔφθειρον πανταχοῦ σκεδασθέντες ἐπὶ τὴν νῆσον. ταῦτα τοίνυν ἐκ γῆς φύεται καὶ τρέφεται καὶ τροφῆς περίσσωμα ποιεῖ γόνιμον, ᾧ καθʼ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθʼ ἕτερον τρόπον ἤδη καὶ διʼ ἀλλήλων ποιεῖται τὰς τεκνώσεις. καθόλου δʼ ὅμοιόν ἐστι τῷ λέγειν, πρὸ τῆς γυναικὸς ἡ μήτρα γέγονεν· ὡς γὰρ ἡ μήτρα πρὸς τὸ ᾠόν, οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς μέρεσιν αἱ δʼ ἐνέργειαι ταῖς δυνάμεσι, τὰ δʼ ἀποτελέσματα ταῖς ἐνεργείαις· ἀποτέλεσμα δὲ τῆς γεννητικῆς τῶν μορίων δυνάμεως τὸ σπέρμα καὶ τὸ ᾠόν· ὥστε τῆς τῶν ὅλων καθυστερεῖν γενέσεως. σκόπει δὲ μή,2 καθάπερ οὐ δυνατόν ἐστι πέψιν τροφῆς εἶναι πρὶν ἢ γενέσθαι ζῷον, οὕτως οὐδʼ ᾠὸν οὐδὲ σπέρμα· καὶ γὰρ ταῦτα πέψεσί τισι καὶ μεταβολαῖς ἐπιγενέσθαι ἔοικεν· καὶ οὐχ οἷόν τε, πρὶν ἢ γενέσθαι ζῷον, ἔχειν ζῴου τροφῆς περίττωμα τὴν φύσιν. οὐ μὴν ἀλλὰ τὸ σπέρμα μὲν ἁμωσγέπως ἀρχῆς τινος ἀντιποιεῖται, τὸ δʼ ᾠὸν οὔτʼ ἀρχῆς ἔχει λόγον, οὐ γὰρ ὑφίσταται πρῶτον· οὔθʼ ὅλου φύσιν, ἀτελὲς γάρ ἐστιν. ὅθεν ἀρχῆς μὲν ἄνευ γεγονέναι ζῷον οὐ λέγομεν, ἀρχὴν δʼ εἶναι ζῳογονίας, ὑφʼ ἧς πρῶτον ἡ ὕλη μετέβαλε, δυνάμεως κρᾶσίν τινα καὶ μῖξιν ἐνεργασαμένης γόνιμον· τὸ δʼ ᾠὸν ἐπιγέννημα εἶναι, καθάπερ τὸ αἷμα καὶ τὸ γάλα, τοῦ ζῴου μετὰ τροφὴν καὶ πέψιν· οὐ γὰρ ὦπται συνιστάμενον ᾠὸν ἐκ τῆς ἰλύος, ἀλλʼ ἐν μόνῳ ζῴῳ τοῦτο τὴν σύστασιν ἔχει καὶ γένεσιν· ζῷα δὲ καθʼ αὑτὰ μυρία συνίσταται. καὶ τί δεῖ λέγειν τἄλλα; πολλῶν γὰρ ἐγχέλεων ἁλισκομένων, οὐδεὶς ἑώρακεν οὔτε θορὸν οὔτʼ ᾠὸν ἔγχελυν ἔχουσαν· ἀλλὰ κἂν τὸ ὕδωρ τις ἐξαρύσῃ καὶ τὴν ἰλὺν ἀναξύσῃ πᾶσαν, εἰς τὸν τόπον ὕδατος συρρυέντος ἐγχέλεις ζῳογονοῦνται. δεῖ οὖν ὕστερον ἀνάγκῃ γεγονέναι τὸ θατέρου δεόμενον πρὸς γένεσιν· δὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι,3 τοῦτο προτερεῖν τῇ ἀρχῇ τῆς γενέσεως. περὶ ἐκείνης γὰρ ἔστι τῆς πρώτης ὁ λόγος· ἐπεὶ νῦν γε καὶ νεοττιὰς συντίθησι τὰ πτηνὰ πρὸ τῆς ᾠοτοκίας, καὶ σπάργανα παρασκευάζουσιν αἱ γυναῖκες· ἀλλʼ οὐκ ἂν εἴποις καὶ νεοττιὰν ᾠοῦ γεγονέναι πρότερον καὶ σπάργανα παίδων. οὐ γὰρ γῆ φησὶν ὁ Πλάτων γυναῖκα, γῆν δὲ γυνὴ μιμεῖται καὶ τῶν ἄλλων θηλέων ἕκαστον. διὸ πρώτην γένεσιν εἰκός ἐστιν ἐκ γῆς τελειότητι καὶ ῥώμῃ τοῦ γεννῶντος αὐτοτελῆ καὶ ἀπροσδεᾶ γενέσθαι, τοιούτων ὀργάνων καὶ στεγασμάτων καὶ ἀγγείων μὴ δεομένην, ἃ νῦν ἡ φύσις ἐν τοῖς τίκτουσιν ἐργάζεται καὶ μηχανᾶται διʼ ἀσθένειαν.
当菲尔姆斯陈述完这些后,塞内基奥说,他提出的最后一个意象恰恰最先落到了他自己头上。 他说:“菲尔姆斯啊,不知不觉间,你没有打开谚语中的那扇门, ‘反倒把宇宙向你自己敞开了’。 因为宇宙先于万物而存在,是万物中最完满的;而完满之物在自然上先于不完满之物,这也是合乎情理的,正如健全的整体先于残缺者,整体先于部分一样;因为在作为其所属整体之物尚未生成时,部分便已存在,这是绝无道理的。因此,绝不会有人说人属于种子,或者母鸡属于蛋;相反,我们说蛋属于母鸡,种子属于人,因为这些是后生于那些之物,在那些之内获得其生成,随后仿佛向自然偿还债务一般交出其自身的繁衍。因为它们缺乏自身固有之物,正因如此,它们才生来就渴望造出另一个如其所由分化而出的原本之物。人们将种子的‘理路’定义为‘缺乏生成的胚种’;然而没有任何事物会缺乏尚未生成或不存在之物。人们完全可以看出,蛋所具有的本性,需要依赖在某种动物体内的凝固与组成,以及诸如此类的器官与脉管。因此,历史上从未记载过由大地所生的蛋;相反,连廷达瑞俄斯的蛋,诗人们也说它是从天而降显现的。然而直到今天,大地仍直接产生出自身完备且健全的动物:埃及的鼠,以及许多地方的蛇、青蛙和蝉,这是由于外部的另一种始原与力量注入其中而致。而在西西里发生奴隶战争期间,由于大量的鲜血和未埋葬的尸体在地中腐烂,大批蝗虫蜂拥而生,分散至全岛各地,毁坏了庄稼。由此可见,这些生物由大地滋生并获得滋养,将营养的盈余化为具有生育能力的精质,借此出于快感而相互交接,通过交配结合,生来便有的产卵、有的胎生。由此最能明了:它们最初由大地获得生成,其后才以另一种方式通过彼此进行繁衍。 大体而言,这如同说‘在女人之前先有了子宫’。因为子宫之于蛋,正如同蛋之于雏鸟,雏鸟在蛋中被孕育并分娩出来;因此,疑惑鸟类如何在蛋尚未存在时生成的人,与询问男女如何在私处和子宫存在之前生成的人毫无二致。况且,大多数部分与整体共存,而能力后生于部分,活动后生于能力,成果后生于活动;种子与蛋乃是部分之生育能力的成果,因此它们在生成上必然落后于整体。请再思量:正如动物生成之前不可能有食物的消化一样,蛋和种子难道不也是如此吗?因为这些看来也是通过某种消化与转化而后生的;而在动物生成之前,自然不可能拥有动物食物的盈余残渣。不仅如此,种子在某种程度上尚可自称具有某种始原的地位,蛋却连始原的资格也不具备,因为蛋并非最先存在;它也不具备整体的本性,因为它是未完满的。因此,我们不说动物没有始原而生成,但那使质料最先发生变化的动物生成始原,乃是促成某种具有生育力的调和与交融的力量;而蛋如同血液与乳汁一样,乃是动物在进食与消化之后的派生物。因为从未有人见过蛋由烂泥中凝结而成,它唯独在动物体内才获得其组成与生成;然而自行形成的动物却有千千万万。何须多言其他?捕获了那么多鳗鱼,却从未有人见过鳗鱼体内有精液或蛋;然而纵使有人将水抽干,把烂泥刮尽,一旦水流汇入该处,鳗鱼便会自然繁衍出来。由此可知,在生成上必须依赖另一方的事物,必然是在后生成的;而如今即便没有另一方也能以其他方式成立的事物,在生成的始原上必定居先。因为我们所讨论的正是在于那最初的生成。要知道,如今飞禽尚且在产卵之前筑巢,妇女也备好襁褓;但你决不会说巢穴在蛋之前生成,或者襁褓在婴儿之前生成。 正如柏拉图所说: ‘并非大地模仿女人,而是女人模仿大地’, 其他各种雌性亦是如此。因此,最初由大地所生的事物,因生成者的完满与强力,应当是自足完备且一无所求的,并不需要如今日自然因生育者的软弱而在其体内构筑与设法安排的那些器官、覆膜与脉管。”
- 3οὐδὲ γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος ἐστὶ μὴ γεγονότος
此处省略了关系代名词 οὗ 的先行词指示代词:[τούτου] μὴ γεγονότος οὗ μέρος ἐστίν。省略的先行词与 μὴ γεγονότος 构成属格独立结构,表条件或时间:“在作为其所属部分之物(即整体)尚未生成时,部分便已存在,这是绝无道理的。”
- 637dσκόπει δὲ μή
动词 σκόπει 与连词 μή 连用,字面上表示带警惕意味的“考虑是否不……”,在此处充当一种委婉而富有论辩色彩的设问修辞(“且思量是否……也是如此”),用以引导对方认可所提出的论断。
- 637eδὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι
与前句的 τὸ θατέρου δεόμενον(“需要另一方者”)形成对比。此处可补入省略的关系代词(如 ᾧ)或作名词性从句理解:“[对于那]如今即便没有另一方亦可依别种方式成立者”。各语言均统一处理为“没有另一方也能以其他方式成立的事物”。
