← 普鲁塔克

食桌谈话录

§2.3.1-2.3.2

关于先有蛋还是先有鸡的争论与蛋在先说

叙述者因梦兆而忌食鸡蛋,从而引起了关于毕达哥拉斯学派倾向的猜疑,并由此引出了“先有蛋还是先有鸡”的辩论。菲尔姆斯依据微小单纯的元素与种子作为质料的先在性,并结合奥菲斯秘义,论证了蛋在鸡先。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1

ἐξ ἐνυπνίου τινὸς ἀπειχόμην ᾠῶν πολὺν ἡδο παρὰ τοῦτο ποιούμενος, ἐν καθάπερ ἐν Καρὶ διάπειραν λαβεῖν1 τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς, καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι·2 καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ "ἶσόν τοι κυάμους ἔσθειν κεφαλάς τε τοκήων" ὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν,3 διαφέρειν δὲ μηδὲν οἰομένων τὸ ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. ἐγίγνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος ἐπιεικῶς.

由于某个梦兆,我长久以来不吃鸡蛋,乐于像在卡利亚人身上做试验那样对自己进行检验,因为那梦境的景象曾多次清晰地向我显现;然而,在索西乌斯·塞内基奥宴请我们时,我却引起了他人的猜疑,以为我受制于奥菲斯教或毕达哥拉斯派的教义,如同某些人看待心脏和大脑一样将蛋视为生育的开端而虔诚地加以忌避。伊壁鸠鲁派的亚历山大带着讥嘲的语气援引了这句诗: “吃豆子与吃父母之首级实属无异”,意指那些人由于受孕之故用“豆子”暗喻“蛋”,并且认为吃蛋与享用产蛋的禽兽毫无差别。事实上,向一位伊壁鸠鲁学派的人提及梦境,会使对原因的辩护显得比原因本身更为荒谬;因此我并未否认这种看法,同时还略带戏谑地与亚历山大打趣,因为他为人风趣儒雅,极有学养。

§2.3.2

ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἷλκε πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. καὶ Σύλλας μὲν ὁ ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τῆς τοῦ κόσμου γενέσεως, ἀπηγόρευσε. τοῦ δʼ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταγελάσαντος, ὁ γαμβρὸς ἡμῶν Φίρμος ἐμοὶ τοίνυν ἔφη χρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμους. εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα τῶν μεγάλων ἀρχὰς ὑποτίθεσθαι, πρῶτον εἰκὸς ἐστι τὸ ᾠὸν γεγονέναι τῆς ὄρνιθος· ἔστι γὰρ καὶ ἁπλοῦν, ὡς ἐν αἰσθητοῖς· ποικίλον δὲ καὶ μεμιγμένον μᾶλλον ἡ ὄρνις. καθόλου δʼ ἡ μὲν ἀρχὴ πρῶτον ἀρχὴ δὲ τὸ σπέρμα, τὸ δʼ ᾠὸν σπέρματος μὲν πλέον ζῴου δὲ μικρότερον. ὡς γὰρ ἡ προκοπὴ μέσον εὐφυΐας εἶναι δοκεῖ καὶ ἀρετῆς, οὕτω τὸ ᾠὸν προκοπὴ τίς ἐστι τῆς φύσεως ἐπὶ τὸ ἔμψυχον ἀπὸ τοῦ σπέρματος πορευομένης. ἔτι δʼ, ὥσπερ ἐν τῷ ζῴῳ πρῶτα γίγνεσθαι λέγουσιν ἀρτηρίας καὶ φλέβας, οὕτω λόγον ἔχει καὶ τοῦ ζῴου τὸ ᾠὸν γεγονέναι πρῶτον, ὡς περιέχον ἐμπεριεχομένου. καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθʼ ὕστερον ἕκαστα τοῖς εἴδεσι διαρθροῦσιν ᾗ Πολύκλειτος ὁ πλάστης εἶπε χαλεπώτατον εἶναι τοὔργον, ὅταν ἐν ὄνυχι ὁ πηλὸς γένηται. διὸ καὶ τῇ φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσῃ τὴν ὕλην ἀργοτέραν ὑπακούειν,4 τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ᾠά· μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων, ὕστερον ἐνδημιουργεῖσθαι τὸ ζῷον. ὡς δὲ κάμπη γίγνεται τὸ πρῶτον, εἶτʼ ἐκπαγεῖσα διὰ ξηρότητα καὶ περιρραγεῖσα ἕτερον πτερωθὲν διʼ αὑτῆς τὴν καλουμένην ψυχὴν μεθίησι, τὸν αὐτὸν τρόπον ἐνταῦθα προϋφίσταται τὸ ᾠὸν οἷον ὕλη τῆς γενέσεως. ἀνάγκη γὰρ ἐν πάσῃ μεταβολῇ πρότερον εἶναι τοῦ μεταβάλλοντος τὸ ἐξ οὗ μετέβαλε. σκόπει δʼ ὅτι σκνῖπες ἐν δένδρῳ καὶ τερηδόνες ἐμφύονται ξύλῳ κατὰ σῆψιν ὑγρότητος ἢ πέψιν· ὧν οὐδεὶς ἂν ἀξιώσειεν μὴ προϋποκεῖσθαι5 μηδὲ πρεσβύτερον εἶναι φύσει τὸ γεννῶν. ἡ γὰρ ὕλη λόγον ἔχει πρὸς τὰ γιγνόμενα μητρὸς ὥς φησι Πλάτων καὶ τιθήνης ὕλη δὲ πᾶν, ἐξ οὗ σύστασιν ἔχει τὸ γεννώμενον τὸ δʼ ἐπὶ τούτοις ἔφη γελάσας "ἀείσω ξυνετοῖσι τὸν Ὀρφικὸν καὶ ἱερὸν λόγον, ὃς οὐκ ὄρνιθος μόνον τὸ ᾠὸν ἀποφαίνει πρεσβύτερον, ἀλλὰ καὶ συλλαβὼν ἅπασαν αὐτῷ τὴν ἁπάντων ὁμοῦ πρεσβυγένειαν ἀνατίθησι. καὶ τἄλλα μὲν εὔστομα κείσθω καθʼ Ἡρόδοτον· ἔστι γὰρ μυστικώτερα· ζῴων δὲ πολλὰς φύσεις τοῦ κόσμου περιέχοντος, οὐδὲν ὡς εἰπεῖν γένος ἄμοιρόν ἐστι τῆς ἐξ ᾠοῦ γενέσεως· ἀλλὰ καὶ πτηνὰ γεννᾷ καὶ νηκτὰ μυρία καὶ χερσαῖα, σαύρας, καὶ ἀμφίβια, κροκοδείλους, καὶ δίποδα, τὸν ὄρνιν, καὶ ἄποδα, τὸν ὄφιν, καὶ πολύποδα, τὸν ἀττέλεβον· ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ὡς μίμημα τοῦ τὰ πάντα γεννῶντος καὶ περιέχοντος ἐν ἑαυτῷ συγκαθωσίωται."

由此,他将那个难解的、令探究者大费周章的难题推入场中:究竟是蛋在先,还是鸡在先。我们的同伴苏拉指出,我们正以一个小问题为杠杆,动摇着有关宇宙生成的大而沉重的问题,便谢绝〔参与讨论〕。但亚历山大嘲笑这一探究无法得出任何中肯的结论,此时我们的姻亲菲尔姆斯便开口道: “那么眼下请把你的原子借我一用。因为如果必须假定微小的元素是宏大事物的本原,那么蛋在鸡之前生成便是合乎情理的;因为在可感知的世界中,蛋是单纯的,而鸡则更为复杂且具混合性。普遍而言,本原在先,而本原即是种子;蛋比种子更多,却比动物更小。正如进德修业似乎是天资与美德的居间阶段一样,蛋也是自然从种子走向有生命之物的一种递进。再者,正如人们说动脉和静脉在动物体内最先形成一样,蛋在动物之前生成也是顺理成章的,因为包含者先于被包含者。事实上,技艺也是先塑出未经定型且无形态之物,之后才以形式将各部分一一构建分明——这正是雕塑家波利克莱托斯所说的当黏土嵌进指甲时工作最为艰难之处。因此对于自然而言,最初轻柔地触动质料时,质料的反应往往更为迟滞,从而产出如蛋一般不成形且无定规的雏形;随着这些雏形获得形态并被精雕细刻,动物随后才在其内被塑造出来,这也是合乎情理的。又正如毛虫最先产生,随后因干燥而硬化破裂,借由自身释放出另一种生有双翼之物——即所谓的‘蝴蝶’,以同样的方式,这里的蛋作为生成的质料预先存在。因为在一切变化中,那‘由之产生变化的基底’必然先于‘正在发生变化之物’。请看:树木中的木虱和木材中的蠹虫,皆是因湿气的腐败或成熟而内生;绝不会有人认为那产生它们之物不是预先作为基底存在、在自然上更为古老。因为正如柏拉图所说,质料对于生成之物具有母亲与乳母的对应关系,而质料即是生成之物赖以构成的全部根基。” 他笑着补充道: “在此之后, ‘我将对通达者歌唱’ 那奥菲斯的神圣教义,它不仅宣称蛋比鸡更为古老,而且将万物齐一的首生之尊一并归于蛋。至于其余诸事, ‘且就此缄默不言’, 正如希罗多德所言;因为那些属于更为幽秘的奥义。但在宇宙所包含的诸多动物本性中,可以说是没有任何一个门类不参与由蛋而生的过程:它不仅孕育飞行之物,还孕育无数游水之物、陆生的蜥蜴、两栖的鳄鱼、两足的禽鸟、无足的蛇、多足的蝗虫。因此,它在狄奥尼索斯的狂欢秘仪中作为那生育万物并将万物涵括于自身的象征而一同被奉为神圣,决非无因而至。”

语法注5 条
  1. 635eἐν καθάπερ ἐν Καρὶ διάπειραν λαβεῖν

    化用了希腊谚语“在卡利亚人身上冒险”(ἐν Καρὶ κινδυνεύειν),指拿无关紧要的奴隶或外邦人做危险试验。此处作者借此表达以自身为试验品,来验证梦境真伪(διάπειραν λαβεῖν)。

  2. 635eἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι

    在由 παρέσχον 所支配的不定式结构(ἐνέχεσθαι... καὶ ἀφοσιοῦσθαι)中,主格分词 ἡγούμενος 与主句主语(“我”)保持一致,在语义上表达了被怀疑的内容:“(我)把蛋视为生育的本原而加以忌避”。

  3. 635eὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν

    带有连词 ὡς 的属格独立结构,表述了亚历山大主观提出的理由或阐释:即奥菲斯派/毕达哥拉斯派的人借“豆子”暗指“蛋”,是因为二者皆关乎孕育(κύησις)。

  4. 636cἀργοτέραν ὑπακούειν

    ὑπακούειν 此处意为“顺应、听从”(指质料响应自然的运动)。比较级形容词 ἀργοτέραν 在不定式短语中作表语/状语性补足语,意指质料“以更为迟滞迟缓的状态来响应”。

  5. 636dὧν οὐδεὶς ἂν ἀξιώσειεν μὴ προϋποκεῖσθαι

    关系代词 ὧν 指代前文提及的木虱与蠹虫。不定式 μὴ προϋποκεῖσθαι 的主语是后文的 τὸ γεννῶν(孕育者/基底物质)。由 ἄν 搭配希求法(ἀξιώσειεν)构成的潜势句,意为“绝不会有人认为那产生它们的事物不是预先作为基底而存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.3.1-2.3.2