- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.2.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在格劳基亚斯的宴席上,因兰普里亚斯的暴食被取笑为契机,宾客们就为何人在秋季食欲最旺展开辩论,分别从果实性质、体内热量汇聚、夏冬水分补偿及新谷肉食鲜美等角度各抒己见。
ἐν Ἐλευσῖνι μετὰ τὰ μυστήρια τῆς πανηγύρεως ἀκμαζούσης, εἱστιώμεθα παρὰ Γλαυκίᾳ τῷ ῥήτορι. πεπαυμένων δὲ δειπνεῖν τῶν ἄλλων, Ξενοκλῆς ὁ Δελφὸς ὥσπερ εἰώθει τὸν ἀδελφὸν ἡμῶν Λαμπρίαν εἰς ἀδδηφαγίαν Βοιώτιον ἐπέσκωπτεν. ἐγὼ δʼ ἀμυνόμενος ὑπὲρ αὐτοῦ τὸν Ξενοκλέα τοῖς Ἐπικούρου λόγοις χρώμενον οὐ γὰρ ἅπαντες εἶπον ὦ βέλτιστε, ποιοῦνται τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ὅρον ἡδονῆς καὶ πέρας· Λαμπρίᾳ δὲ καὶ ἀνάγκη, πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον ἔργῳ μαρτυρεῖν Ἀριστοτέλει· φησι γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ1 περὶ τὸ φθινόπωρον εἶναι, καὶ τὴν αἰτίαν ἐπείρηκεν ἐγὼ δʼ οὐ μνημονεύω βέλτιον εἶπεν ὁ Γλαυκίας αὐτοὶ γὰρ ἐπιχειρήσομεν ζητεῖν, ὅταν παυσώμεθα δειπνοῦντες. ὡς οὖν ἀφῃρέθησαν αἱ τράπεζαι, γλαυκίας μὲν καὶ Ξενοκλῆς ᾐτιάσαντο τὴν ὀπώραν διαφόρως, ὁ μὲν ὡς τὴν κοιλίαν ὑπεξάγουσαν καὶ τῷ κενοῦσθαι τὸ σῶμα νεαρὰς ὀρέξεις ἀεὶ παρασκευάζουσαν· ὁ δὲ Ξενοκλῆς ἔλεγεν εὔστομόν τι καὶ δηκτικὸν ἔχοντα τῶν ὡραίων τὰ πλεῖστα τὸν στόμαχον ἐπὶ τὴν βρῶσιν ἐκκαλεῖσθαι παντὸς μᾶλλον ὄψου καὶ ἡδύσματος· καὶ γὰρ τοῖς ἀποσίτοις τῶν ἀρρώστων ὀπώρας τι προσενεχθὲν ἀναλαμβάνει τὴν ὄρεξιν. ὁ δὲ Λαμπρίας εἶπεν, ὅτι τὸ οἰκεῖον καὶ τὸ σύμφυτον θερμὸν ἡμῶν, ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει, κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος. ἐγὼ δʼ ὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν2 εἶπον, ὅτι τοῦ θέρους διψητικώτεροι γιγνόμεθα καὶ πλείονι χρώμεθα τῷ ὑγρῷ διὰ τὸ καῦμα· νῦν οὖν ἡ φύσις ἐν τῇ μεταβολῇ ζητοῦσα τοὐναντίον, ὥσπερ εἴωθε, πεινητικωτέρους ποιεῖ, καὶ τὴν ξηρὰν τροφὴν τῇ κράσει τοῦ σώματος· ἀνταποδίδωσιν. οὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλʼ ἐκ νέων καὶ προσφάτων γενόμενα καρπῶν οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς, ἀλλὰ καὶ κρέα ζῴων εὐωχουμένων τὰ ἐπέτεια τοῖς τε χυμοῖς διαφέρειν τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας.3
在厄琉息斯,秘仪结束之后正值节日庆典的高潮,我们正在修辞学家格劳基亚斯家中赴宴。当其余的人都已吃完饭时,德尔斐的克塞诺克勒斯像往常一样,取笑我们的兄弟兰普里亚斯具有波奥提亚人的暴食之癖。我出面为兰普里亚斯辩护,对运用伊壁鸠鲁学说的克塞诺克勒斯说道:“我最优秀的仁兄,并非所有人都把消除痛苦当作快乐的界限与终极。而对于推崇漫步学派与吕克昂甚于花园学派的兰普里亚斯而言,以实际行动印证亚里士多德乃是势所必然。因为那个人断言,每个人在秋季时与平日的自己相比食欲最为旺盛,并且补充说明了原因,只是我已经记不得了。”格劳基亚斯说:“那更好,因为等我们吃完饭后,我们将亲自尝试对此加以探究。” 于是,当餐桌被撤下时,格劳基亚斯和克塞诺克勒斯各自以不同的方式将原因归于秋季的水果。前者认为,水果能清空肠胃,并通过排空身体不断引起新的食欲;而克塞诺克勒斯则说,应季的水果大多具有爽口开胃且辛鲜刺激的风味,比任何副食和调味品都更能诱发胃口进食;事实上,即便对于厌食的病人,进奉些许秋果也能使他们恢复食欲。然而兰普里亚斯却说,我们赖以获得滋养的固有生得之热,在夏天散佚开来,变得虚弱而稀薄;但在衰落的季节,由于体表的冷却和致密化,它被闭合于体内,因而再度聚拢并重获力量。而我为了不显得在讨论中分文未出、吃白食,便说道:在夏季,由于炎热,我们更容易口渴并摄入更多的水分;因此现在,自然在季节转换中一如既往地寻求对立面,使人更加饥饿,并将干燥的食物返还给身体的体质。当然,谁也不能说食物本身完全没有责任;由新鲜收成制作而成的不唯有大麦饼、豆类、面包和小麦,就连尽情享用当年收成的牲畜的肉,在滋味上也胜过陈旧之物,更强烈地吸引着享用和品尝它们的人。
- 635bβρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ
最高级 βρωτικώτατον 与反身代词属格 αὑτοῦ 连用,构成自身比较的习惯结构,表示“每个人在与其他时期的自己相比时食欲最旺”。ἕκαστον αὐτόν 是不定式 εἶναι 的宾格主语。
- 635cὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν
表目的的介词短语 ὑπὲρ τοῦ + 不定式(μὴ δοκεῖν)。补足语形容词 ἀσύμβολος 因与主句主语(ἐγώ)一致而保留主格。ἀσύμβολος 原意为“不缴份子钱/无分摊金的人”,此处比喻在讨论中不贡献任何见解。
- 635dοὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλʼ ἐκ νέων καὶ προσφάτων γενόμενα καρπῶν οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς, ἀλλὰ καὶ κρέα ζῴων εὐωχουμένων τὰ ἐπέτεια τοῖς τε χυμοῖς διαφέρειν τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας.
两个宾格加不定式结构由主句的潜在祈愿语气 φήσαι τις ἄν 统辖。在 ἀλλά 之后承前省略了 [φήσαι τις ἄν],其后列举的一系列宾格名词(οὐ μόνον μάζας... ἀλλὰ καὶ κρέα)充当不定式 διαφέρειν 与 ἐπάγεσθαι 的宾格主语。分词短语 ἐκ νέων καὶ προσφάτων γενόμενα καρπῶν 则修饰这些食品。
