← 普鲁塔克

食桌谈话录

§2.1.11-2.1.13

顾及在场者与即兴戏谑的得体原则

阐述了戏谑时考量在场者身份及说话者分担缺点的重要性,并总结道唯有脱胎于筵席情境、即兴自发的戏谑才符合受良好教养者的得体举止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.11

ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον· ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσι, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον τῶν λεγομένων ἐκείνοις· οἷον ἄν τις σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν, ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν, ἢ τῆς γυναικὸς παρούσης εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ Τιγράνης ὑπὸ τοῦ Κύρου τί δʼ, ἂν σʼ ἡ γυνὴ σκευοφοροῦντα ἀκούσῃ; ἀλλʼ οὐκ ἀκούσεται εἶπεν ὄψεται δʼ αὐτὴ παροῦσα.

此外,还必须考虑在场者的身份。因为人们在朋友和熟人之间听了会付之一笑的事情,若是当着妻子、父亲或老师的面被说及,就会感到不快,除非所说的话对在场者而言恰好是令人愉悦的。例如,当着哲学家的面被取笑赤足或夜读写作,或者在父亲听闻之下被嘲弄过分节俭,抑或在妻子面前被戏谑对其他女子冷漠不屑、唯独对妻子俯首帖耳百般照料;正如提格兰在被居鲁士问及“倘若你的妻子听说你做了挑夫会怎样”时回答道:“不,她听不到的,因为她会亲眼在场看着。”

§2.1.12

ποιεῖ δʼ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας·1 ὅταν εἰς πενίαν λέγῃ πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα· δοκεῖ δʼ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίγνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις, καί τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίγνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης, πῶς ἐκ τῶν λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίγνονται μώλωπες, ἐποίησεν ἀναστῆναι περίλυπον γενόμενον. ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν εἶθʼ ὑπολαβὼν εὐθὺς ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν γέλωτʼ ἐποίησε. κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ κρουμάτων καὶ ἁρμονιῶν μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνʼ ἐμοῦ σὺ ταῦτʼ εἰδῇς βέλτιον2 σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησε. διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα καὶ τὴν Ἀγάθωνος ἀπόλειψιν· Κρατῖνος δὲ τὴν πυτίνην εἰς τὴν φιλοινίαν ἐδίδαξεν.

此外,说话者自身在某种程度上分担同一种境遇,也会使戏谑显得不那么伤人:当贫穷者谈论贫困,出身卑微者谈论微贱,或者恋慕者谈论情爱之时,便是如此。因为由同病相怜之人说出时,它更容易被视作一种戏谑而非侮辱;若是相反,就会激怒并中伤他人。无论如何,国王的那个暴发户出身的获释奴,傲慢粗俗地凌驾于同席的哲学家之上,最后竟质问为何白豆和黑豆煮出的豆汤都是青绿色的;阿里迪克斯便反问为何白皮条和黑皮条抽出的伤痕都是紫红色的,致使他羞恼交加,离席而去。而塔尔苏斯的安菲亚斯被公认为是花匠的儿子,他在取笑总督的朋友出身卑微之后,随即接口道:“然而我们也是由同样的种子生出来的,”从而引得众人大笑。乐师也巧妙地抑制了腓力那种晚年嗜学又多管闲事的毛病:因为当腓力自以为在弹法与音调上驳倒他时,他说道:“国王啊,愿您千万别落魄到这种地步,竟在这些事上比我知道得还清楚!”他佯装嘲讽自己,却丝毫不带伤痛地劝诫了对方。因此,某些喜剧诗人似乎也是通过自我戏谑来消除尖酸之气,正如阿里斯托芬拿自己的秃顶和阿伽通的离去开玩笑,克拉提诺斯也上演了讽刺自己嗜酒的《酒坛》。

§2.1.13

οὐχ ἥκιστα δὲ δεῖ προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρὸς τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γιγνόμενον, ἀλλὰ μὴ πόρρωθεν οἷον ἐκ παρασκευῆς ἐπεισόδιον. ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δʼ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ, τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν οὕτω μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν, ἀφελῶς καὶ ἀπλάστως φυόμενον· ἂν δὲ μὴ πρὸς λόγον ἀλλʼ ἔξωθεν, ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν· οἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς3 "κακῶν γὰρ ἄρχεις τήνδε μοῦσαν εἰσάγων·" καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, εἰ φυσικὴ ἡ πρὸς τὰ ἔκγονα φιλοστοργία ἡ γὰρ ἀκαιρία καὶ τὸ μὴ πρὸς λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. οὗτοι μὲν οὖν κατὰ Πλάτωνα κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν· οἱ δὲ τὸν καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως.

最应当留意和防范的,是要让戏谑随机制宜,由当下的问答或嬉戏自然而发,切莫从远处生搬硬套、如同预先准备好的插曲。因为正如人们对于筵席中自发的愤怒和争吵尚能温和相待,但若有人自外闯入破口大骂、扰乱秩序,众人就会将其视为仇敌而痛加憎恨;同样地,戏谑若发源于当下的情境,率真而毫不做作地萌生,就能获得谅解与直言的自由;但若是脱离上下文、自外强加而来,便无异于蓄谋暗算和公然侮辱。比如蒂玛根尼对那位习惯服用催吐剂之妇人的丈夫所说:“你引来这般乐声,正是开启了灾祸之端”;以及他质问哲学家雅典诺多鲁斯对子女的舐犊之情是否出于天性。盖因不合时宜与脱离语境恰恰暴露了侮辱与敌意。于是这些人正如柏拉图所言,为了最轻浮的事物——言语,付出了最沉重的代价;而那些明察时机并恪守适度的人,则恰恰印证了柏拉图本人的话:优雅而愉悦地嬉戏,正是一个受过良好教养之人应尽的本分。

语法注3 条
  1. 634bτὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας

    带有定冠词 τό 的不定式短语 τὸ κοινωνεῖν 充当主语(“说话者在某种程度上共同分担”),τοὺς λέγοντας 为不定式在逻辑上的宾格主语。该结构构成了说明“说话者分担缺点能减轻戏谑伤害”的核心句法骨架。

  2. 634dμὴ γένοιτό σοι ... ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνʼ ἐμοῦ σὺ ταῦτʼ εἰδῇς βέλτιον

    由表示祈愿的希求法 μὴ γένοιτο(“但愿不会发生”)引出带有结果或虚拟后承意味的 ἵνα 从句。字面意义为“愿您不至于如此不幸,以至于在这些事上比我知道得还多”,以此委婉讽喻:君王若在艺人行当上超越专业人士,便意味着他荒废了国政乃至家国沦亡。

  3. 634eοἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς

    οἷον 之后带有中性单数定冠词的短语 τὸ Τιμαγένους 承前省略了 σκῶμμα 或 ῥῆμα 等名词(意为“正如蒂玛根尼所说的话”)。τῆς ἐμετικῆς 由阴性定冠词与形容词构成,作名词用,指代一位习惯服用催吐剂的妇人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.1.11-2.1.13