- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.10.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对普鲁塔克任职期间推行的分餐制筵席,哈吉阿斯批评将食物机械等分的做法破坏了同席交谊,极力主张顺应个体需求且共享一切的聚餐传统。
ὅτε τὴν ἐπώνυμον ἀρχὴν ἦρχον οἴκοι, τὰ πλεῖστα τῶν δείπνων δαῖτες ἦσαν, ἐν ταῖς θυσίαις ἑκάστῳ μερίδος ἀποκληρουμένης· ὅ τισι μὲν ἤρεσκε θαυμαστῶς, οἱ δʼ ὡς ἀκοινώνητον καὶ ἀνελεύθερον ψέγοντες ᾤοντο δεῖν ἅμα τῷ καταθέσθαι τὸν στέφανον1 ἐπὶ τὴν συνήθη δίαιταν αὖθις μεθαρμόσασθαι τὰς τραπέζας. οὐ γὰρ τοῦ φαγεῖν ὁ Ἁγίας ἔφη χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δʼ εἰς μερίδας αὕτη κρεωδαισία τὴν κοινωνίαν ἀναιροῦσα, πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεοπωλικῆς τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. καίτοι τίνʼ ἔχει διαφορὰν ἢ κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦν, ἐμπλησάμενον οἴνου, καὶ τράπεζαν ἰδίαν ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις· ἢ τοῦθʼ ὅπερ νῦν γίγνεται, κρέας προθέμενον καὶ ἄρτον, ὥσπερ ἐκ φάτνης ἰδίας ἕκαστον εὐωχεῖσθαι, πλὴν ὅτι μὴ πρόσκειται σιωπῆς ἡμῖν ἀνάγκη, καθάπερ τοῖς τὸν Ὀρέστην ξενίζουσιν; ἀλλὰ καὶ τοῦτʼ ἴσως αὐτὸ πρὸς τὴν ἁπάντων κοινωνίαν ἐκκαλεῖται τοὺς συνόντας, ὅτι καὶ λόγῳ κοινῷ πρὸς ἀλλήλους χρώμεθα καὶ ᾠδῇ, ψαλτρίας τε τερπούσης καὶ αὐλητρίδος ὁμοίως μετέχομεν· καὶ ὁ κρατὴρ οὗτος ὅρον οὐκ ἔχων ἐν μέσῳ πρόκειται, πηγὴ φιλοφροσύνης ἄφθονος καὶ μέτρον ἔχουσα τῆς ἀπολαύσεως τὴν ὄρεξιν οὐχ ὥσπερ ἡ τοῦ κρέως καὶ τοῦ ἄρτου μερὶς ἀδικωτάτη μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους· τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶ τῷ δὲ μείζονος ἔλαττον. ὥσπερ οὖν, ὦ ἑταῖρʼ, ὁ κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἷος ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριον.2 εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες· ἐπὶ δεῖπνον δʼ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ τὸ ἴσον ἀλλὰ τὸ ἀρκοῦν ἐμπίπλησι. τὰς δʼ Ὁμηρικὰς ἐκείνας δαῖτας οὐ χρὴ μεταφέρειν ἐκ τῶν στρατιωτικῶν καὶ παρεμβολικῶν ἐνταῦθα δείπνων, ἀλλὰ μᾶλλον τὴν τῶν παλαιῶν φιλανθρωπίαν ζηλοῦν, οὐ μόνον ὁμεστίους οὐδʼ ὁμωροφίους ἀλλὰ καὶ ὁμοχοίνικας καὶ ὁμοσίτους τῷ πᾶσαν σέβεσθαι κοινωνίαν ἐν τιμῇ τιθεμένους. τὰ μὲν οὖν Ὁμήρου δεῖπνα χαίρειν ἐῶμεν3 ὑπολιμώδη γάρ ἐστι καὶ διψαλέα καὶ τοὺς ἑστιάρχας βασιλεῖς ἔχοντα τῶν Ἰταλικῶν δεινοτέρους καπήλων ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρʼ αὐτοῖς πέπωκε. τὰ δὲ Πινδαρικὰ βελτίω δήπουθεν, ἐν οἷς "ἥρωες αἰδοίαν ἐμίγνυντʼ ἀμφὶ τράπεζαν θαμά" τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. ἐκεῖνο γὰρ ἦν οἷον ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδʼ ὄψου κοινωνεῖν δυναμένων.
当我在家乡担任名年执政官时,大部分筵席都是按份均分之宴,在祭祀中每个人都通过抽签分得一份。这做法令某些人赞赏不已,但另一些人则斥之为孤僻吝啬,认为一旦卸任除冠,就应立即让餐桌重新合乎我们日常的宴饮习俗。 哈吉阿斯说:“因为依我所见,我们彼此相邀并非为了单单吃喝,而是为了同饮同食;而这种将肉切分成份的做法消解了相通共融,造就了许多宴席和许多用餐者,却没让任何人成为任何人的同席共饮者,这恰如每个人都像从肉铺的案板上按重量领得一份,摆在自己面前。然而,若给每位来宾摆上一只酒杯、一壶斟满的酒和一张专属的餐桌,命令他自斟自饮莫顾他人——正如相传德谟丰诸子款待俄瑞斯忒斯那样——与如今这般摆上肉和面包、让每个人犹如从各自专属的食槽中大吃大喝,这两者之间又有何分别呢?无非是我们没有像款待俄瑞斯忒斯的人那样,被强加了必须保持沉默的限制而已。不过或许这一点本身也将聚会者引向众人的交融共处,因为我们在彼此之间享用共同的言谈与歌唱,同样分享弹琴女和吹笛女所带来的欢愉;而且这只不设限制的大酒钵陈列于席间中央,是一眼慷慨充沛的善意之泉,以食客的欲望作为享受的尺度——不像肉和面包的分量,以适用于不平等之人的平等尺度作伪饰,实乃极不公正;因为同样的份量对于所需甚少者显多,对于需求更大者则显少。因此,我的朋友,正如向诸多病人以精确的度量分发同等药物的人极其可笑一样,把口渴程度既不相同、饥饿程度亦不相同的人召集到一处,却以算术方式而非几何比例来规定公正与适度、妄图用完全等量之物照料所有人的主人,也是如此。我们去小酒馆时固然皆循同一种公用度量;但来赴宴时,人人皆携自己的胃肠而来,填饱它的不是均等之数,而是充足之量。我们绝不该把荷马诗中那些行伍营寨里的分餐飨宴照搬到此地,倒当效仿古人的博爱仁慈,他们崇奉一切相通交融,不仅敬重同灶与同屋之人,亦将同量之友与同食之伴奉若上宾。因此,让我们把荷马式的筵席撇开不谈吧;因为那些宴席令人半饥半渴,身为筵席主人的国王比意大利的酒肆掌柜还要精明刻薄,以至于在鏖战之中、与敌人短兵相接之时,还能分毫不差地忆起在他们那里赴宴的每个人究竟喝了多少酒。而品达式的宴席无疑要优越得多,在其中: ‘英雄们常聚于受人崇敬的餐桌旁’, 彼此共享一切。因为那才是真正意义上的融合与交汇,而如今这做法则是对看似至亲之人的离间与隔绝,仿佛他们连一道菜肴都无法彼此分享一般。”
- 1ἅμα τῷ καταθέσθαι τὸν στέφανον
由 ἅμα 与定冠词中性单数与格加不定式(τῷ καταθέσθαι)构成的表示时间同时性的结构(“一……就”)。“除下花冠”(καταθέσθαι τὸν στέφανον)是古希腊公职人员任期届满卸任的习惯隐喻表达。
- 643cἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριον
分词 ὁρίζων 修饰前文的 τοιοῦτος ἑστιάτωρ,用于说明主人的待客方式。“算术地”(ἀριθμητικῶς)指无视个体差异的机械式绝对均等,“几何地”(γεωμετρικῶς)则指根据各人的体质与需求所作的比例分配。此处借用了柏拉图哲学中关于分配正义的术语来论述宴饮分配。
- 643dχαίρειν ἐῶμεν
动词 ἐάω(听凭、任由)与不定式 χαίρειν(高兴、道别)结合的希腊语惯用搭配,意为“置之不顾”、“撇开不谈”(此处为第一人称复数虚拟语气 ἐῶμεν,表劝勉提议)。在此表示将荷马式的宴饮方式排除在当下讨论之外。
