← 普鲁塔克

食桌谈话录

§2.9.1

被狼咬过的羊肉味甜美的原因

众人讨论被狼咬过的羊为何肉质甜美且羊毛生虱,并借助狼的气息与咬伤导致的体质改变、屠宰方式对肉质的影响以及荷马史诗的诗句来解释这一现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9.1

μετὰ τοῦτο περὶ τῶν λυκοβρώτων ἐζητεῖτο προβάτων, ἃ λέγεται τὸ μὲν κρέας γλυκύτατον παρέχειν τὸ δʼ ἔριον φθειροποιόν. οὐ φαύλως οὖν ἐδόκει Πατροκλέας ὁ γαμβρὸς ἐπιχειρεῖν περὶ τῆς γλυκύτητος, ὡς τοῦ θηρίου τῷ δήγματι τὴν σάρκα τακερὰν ποιοῦντος· καὶ γὰρ εἶναι τὸ πνεῦμα τοῦ λύκου περίθερμον οὕτω καὶ πυρῶδες, ὥστε τὰ σκληρότατα τῶν ὀστῶν ἐν τῇ κοιλίᾳ τήκειν καὶ καθυγραίνειν διὸ καὶ σήπεσθαι τὰ λυκόβρωτα τῶν ἄλλων τάχιον. περὶ δὲ τῶν ἐρίων διηποροῦμεν, μήποτʼ οὐ γεννᾷ τοὺς φθεῖρας ἀλλʼ ἐκκαλεῖται, τραχύτητός τινος ἀμυκτικῆς ἢ θερμότητος ἰδιότητι διακρίνοντα1 τὴν σάρκα· ταύτην δὲ τοῖς ἐρίοις τὴν δύναμιν ἐγγίγνεσθαι πρὸς τὸ τοῦ λύκου δῆγμα καὶ τὸ πνεῦμα, μεταβάλλοντος ἄχρι τῶν τριχῶν τοῦ σφαττομένου. καὶ συνεβάλλετο τῷ λόγῳ πίστιν ἡ ἱστορία τῶν γὰρ κυνηγῶν καὶ τῶν μαγείρων ἐπιστάμεθα τοὺς μὲν μιᾷ πληγῇ καταβάλλοντας, ὥστʼ ἀπνευστὶ τὰ πληγέντα κεῖσθαι, τοὺς δὲ πολλαῖς μόγις καὶ χαλεπῶς ἀναιροῦντας· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστι, τοὺς μὲν τοιαύτην ἐνιέντας μετὰ τοῦ σιδήρου τῷ τιτρωσκομένῳ δύναμιν, ὥστε ταχὺ σήπεσθαι καὶ μηδὲ πρὸς μίαν ἡμέραν ἀντέχειν, τοὺς δʼ ἀποκτείνοντας μὲν οὐ βράδιον ἐκείνων, οὐδὲν δὲ τοιοῦτο γιγνόμενον περὶ τὴν σάρκα τῶν σφαγέντων ἀλλʼ ἐπὶ χρόνον διαμένουσαν.2 ὅτι δʼ αἱ κατὰ τὰς σφαγὰς καὶ τοὺς θανάτους τῶν ζῴων μεταβολαὶ μέχρι δερμάτων καὶ τριχῶν καὶ ὀνύχων διατείνουσιν, ἀποδηλοῦν εἴωθε τῷ λέγειν καὶ Ὅμηρος ἐπὶ τῶν δερμάτων καὶ τῶν ἱμάντων, ὅτι φησὶν ἱμὰς βοὸς ἶφι κταμένοιο·3 τῶν γὰρ μὴ νόσῳ μηδὲ γήρᾳ διαλυομένων ἀλλʼ ὑπὸ σφαγῆς εὔτονον τὸ δέρμα καὶ στιφρὸν γίγνεσθαι· τὰ δʼ ὑπὸ θηρίων δηχθέντα καὶ τοὺς ὄνυχας μελαίνεσθαι καὶ τριχορροεῖν καὶ τοῖς δέρμασι φλιδᾶν καὶ ῥακοῦσθαι.

在此之后,众人探讨了被狼咬过的羊,据说这种羊提供的肉最为甜美,但其羊毛却滋生虱子。于是,我的姻亲帕特罗克勒阿斯在探讨其甜美原因时,提出野兽凭借其咬伤使肉质变得酥软融化,这番见解显得颇为精当;因为狼的气息极度灼热且如烈火一般,以至于能在胃中融化并液化最坚硬的骨头;因此被狼咬死之物也比其他肉类更快腐败。然而关于羊毛,我们则疑虑探讨,是否它或许并非生出虱子,而是借由某种抓刮般的粗糙感或某种特殊的热力使肌肤腠理开张,从而将虱子诱引出来;且由于受宰割的动物发生的变化波及毛发,随着狼的撕咬与呼气,这种能力便在羊毛中产生。而实际见闻也为这一说法提供了凭据:因为我们知道,在猎人和屠户中,有人只消一击便将猎物击倒,使受击者登时气绝倒地,有人则费尽力气、连击多次才勉强将其杀死;更有甚于此者,我们知道有人随铁刃注入受创之兽体内某种力量,使其迅速腐烂,连一日也无法保存;而另有人杀戮并不比前者迟缓,受宰之兽的肉质却丝毫不受此类影响,反而能长久保持完好。而动物在受宰与临死时发生的变化会波及皮张、毛发与蹄爪,荷马在论及兽皮与皮条时也常常清楚指出,他说:“皮条 乃力屠之牛所制”;因为并非因疾病或衰老解体、而是死于宰割的牲畜,其皮革坚韧结实;而遭野兽咬伤者,不仅蹄爪发黑、毛发脱落,连皮张也会松弛溃烂、布满褶皱。

语法注3 条
  1. 642dδιακρίνοντα

    中性复数分词,修饰从属句动词 γεννᾷ 与 ἐκκαλεῖται 的逻辑主语 τὰ ἔρια(由前文 περὶ δὲ τῶν ἐρίων 承前省略而来)。尽管动词按照中性复数主语接单数动词的常规使用单数形式,分词 διακρίνοντα 仍严格保持中性复数以与“羊毛”呼应。

  2. 642dτοὺς μὲν τοιαύτην ἐνιέντας μετὰ τοῦ σιδήρου τῷ τιτρωσκομένῳ δύναμιν, ὥστε ταχὺ σήπεσθαι καὶ μηδὲ πρὸς μίαν ἡμέραν ἀντέχειν, τοὺς δʼ ἀποκτείνοντας μὲν οὐ βράδιον ἐκείνων, οὐδὲν δὲ τοιοῦτο γιγνόμενον περὶ τὴν σάρκα τῶν σφαγέντων ἀλλʼ ἐπὶ χρόνον διαμένουσαν

    承接前文认知动词 ἐπιστάμεθα 所主导的间接引语分词结构。宾格分词 τοὺς μὲν ἐνιέντας 与 τοὺς δʼ ἀποκτείνοντας 相互并列;随后的 οὐδὲν δὲ τοιοῦτο γιγνόμενον ... ἀλλʼ ... διαμένουσαν 同样延续这一分词构造,其中句末的 διαμένουσαν 在性、数、格上与宾格名词 τὴν σάρκα(肉)完全一致。

  3. 642eβοὸς ἶφι κταμένοιο

    荷马史诗中的程式化诗句(见于《伊利亚特》第3卷375行)。在史诗中原意为“在健壮有力(全盛期)时被杀之牛”,在此语境中普鲁塔克将 ἶφι 理解为死于暴力宰割(ὑπὸ σφαγῆς),以此与因疾病或衰老而渐次消亡(μὴ νόσῳ μηδὲ γήρᾳ διαλυομένων)相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.9.1