← 普鲁塔克

食桌谈话录

§2.1.8-2.1.10

可供戏谑的缺点与调侃情爱时的考量

本段论述善于戏谑者必须明辨恶习与爱好的分野以及人们对身体缺陷容忍度的差异,同时指出调侃情爱也需审慎考量时机与场合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.8

δεῖ δὲ τὸν ἐμμελῶς σκώμματι χρησόμενον εἰδέναι καὶ νοσήματος διαφορὰν πρὸς ἐπιτήδευμα, λέγω δὲ φιλαργυρίας καὶ φιλονεικίας πρὸς φιλομουσίαν καὶ φιλοθηρίαν· ἐπʼ ἐκείνοις μὲν γὰρ ἄχθονται σκωπτόμενοι, πρὸς ταῦτα δʼ ἡδέως ἔχουσιν. οὐκ ἀηδῶς γοῦν Δημοσθένης ὁ Μιτυληναῖος, φιλῳδοῦ τινος καὶ φιλοκιθαριστοῦ θύραν κόψας, ὑπακούσαντος αὐτοῦ καὶ κελεύσαντος εἰσελθεῖν ἂν πρῶτον ἔφη τὴν κιθάραν δήσῃς. ἀηδῶς δʼ ὁ τοῦ Λυσιμάχου παράσιτος, ἐμβαλόντος αὐτοῦ σκορπίον ξύλινον εἰς τὸ ἱμάτιον, ἐκταραχθεὶς καὶ ἀναπηδήσας, ὡς ᾔσθετο τὴν παιδιάν, κἀγώ σε φησὶν ἐκφοβῆσαι βούλομαι, ὦ βασιλεῦ· δός μοι τάλαντον.

善于运用戏谑者,必须懂得恶习与嗜好之间的分别,我指的是贪财与好胜相较于嗜乐与好猎的差异;因为人们因前者被取笑时会感到恼怒,面对后者却乐于接受。无论如何,米提利尼的德摩斯梯尼的做法并不可恶:当他敲响一位酷爱歌唱与弹琴者的门,主人应门并请他入内时,他说道:“只要你先把琴拴好就行。”相反,利西马科斯的清客则令人不悦:当国王把一只木制蝎子丢进他的斗篷,他惊恐跃起,及至看清是恶作剧后,便说:“国王啊,我也想吓唬吓唬您:请赐我一塔兰同吧。”

§2.1.9

εἰσὶ δὲ καὶ περὶ τὰ σωματικὰ τοιαῦται διαφοραὶ τῶν πολλῶν· οἷον εἰς γρυπότητα καὶ σιμότητα σκωπτόμενοι γελῶσιν, ὡς ὁ Κασάνδρου φίλος οὐκ ἠχθέσθη τοῦ Θεοφράστου πρὸς αὐτὸν εἰπόντος θαυμάζω σου τοὺς ὀφθαλμοὺς, ὅτι οὐκ ᾅδουσι, τοῦ μυκτῆρος αὐτοῖς ἐνδεδωκότος1 καὶ ὁ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιον, οὕτω γὰρ ἐφαρμόσειν. εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι· καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτε· καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον ταυτὶ μέν ἔφη καὶ τυφλῷ δῆλα Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος τοῖς ὀφθαλμοῖς ἂν βασιλέως παραγένῃ, σωθήσῃ· ἀλλά μοι εἶπεν ἀδύνατον λέγεις τοῦτʼ αὐτὸ τὴν σωτηρίαν.2 Λέων ὁ Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν, ὀφθαλμισθῆναι διʼ αὐτοῦ τοὺς ὀφθαλμούς ἀσθένειαν ἔφη σώματος ὀνειδίζεις, νέμεσιν οὐχ ὁρῶν ἐπὶ τῶν ὤμων βαστάζοντά σου τὸν υἱόν· εἶχε δὲ κυρτὸν ὁ Πασιάδης υἱόν. ἠγανάκτησε δὲ καὶ Ἄρχιππος, ὁ δημαγωγὸς τῶν Ἀθηναίων, ὑπὸ Μελανθίου σκωφθεὶς εἰς τὸ κυρτόν· ἔφη γὰρ αὐτὸν ὁ Μελάνθιος οὐ προεστάναι τῆς πόλεως ἀλλὰ προκεκυφέναι. τινὲς δὲ ταῦτα πράως καὶ μετρίως φέρουσιν, ὥσπερ ὁ φίλος τοῦ Ἀντιγόνου τάλαντον αἰτήσας καὶ μὴ λαβὼν ᾔτησε προπομποὺς καὶ φύλακας ὅπως ἔφη μὴ ἐπιβουλευθῶ προστάξας κατʼ ὤμου τὸ τάλαντον φέρειν. οὕτω μὲν περὶ τὰ ἐκτὸς ἔχουσι διὰ τὴν ἀνωμαλίαν ἄλλοι γὰρ ἐπʼ ἄλλοις ἄχθονται. Ἐπαμεινώνδας μετὰ τῶν συναρχόντων ἑστιώμενος ἐπέπινεν ὄξος, καὶ πυνθανομένων εἰ πρὸς ὑγίειαν ἀγαθόν, οὐκ οἶδʼ εἶπεν, ὅτι μέντοι πρὸς τὸ μεμνῆσθαι τῆς οἴκοι διαίτης ἀγαθόν, ἐπίσταμαι. διὸ δεῖ καὶ πρὸς τὰς φύσεις καὶ τὰ ἤθη σκοποῦντα ταῖς παιδιαῖς χρῆσθαι, πειρώμενον ἀλύπως καὶ κεχαρισμένως ἑκάστοις ὁμιλεῖν.

在大多数人的身体特征方面,也存在着类似的差异。例如,人们若被取笑鹰钩鼻或塌鼻子,往往一笑置之;正如卡山德的朋友并未因泰奥弗拉斯托斯对他所说的话而生气,泰奥弗拉斯托斯说:“我很诧异你的眼睛为何不唱歌,既然你的鼻子已经为它们定好了调。”居鲁士也曾吩咐鹰钩鼻的男子娶个塌鼻子的女子,因为这样便能凹凸相合。然而,若被嘲笑鼻孔或口腔有恶臭,他们就会大为恼火;同样,对于秃顶他们尚能泰然处之,但对于眼睛残缺却极其反感。事实上,安提柯自己也会拿自己的独眼开玩笑;有一次接到一份用大字写成的请愿书,他便说:“这字迹连瞎子都看得一清二楚。”但他却处死了希俄斯的狄奥克里托斯,因为当有人对狄奥克里托斯说“你若来到国王眼前,便能获救”时,狄奥克里托斯却回答:“但你所说的这桩得救本身,对我而言乃是不可能的。” 拜占庭的莱昂,当帕西亚德斯对他说自己的眼睛因他而患病时,回答道:“你责难我身体的残疾,却看不见你儿子肩上正驮着复仇女神。” ——原来帕西亚德斯有个驼背的儿子。雅典的民粹领袖阿基普斯因驼背遭到梅兰提乌斯戏弄,也勃然大怒;因为梅兰提乌斯说他不是在引领城邦,而是在城邦面前躬身低头。不过,也有人能温和克制地对待此类事情,比如安提柯的一位朋友求讨一塔兰同未果,便请求派给护送队伍与卫兵,“免得我因命人把这一塔兰同驮在肩上而遭人暗算,”他说道。 由于这种差异性,人们对待外在事物的态度也是如此,各人所忌讳的事情各不相同。伊巴密浓达与同僚官吏宴饮时餐后饮醋,当众人询问这是否对健康有益时,他答道:“这我不知道;但我确知这有益于让人记起家中的饮食生活。”因此,必须观察各人的天性与品格来施展戏谑,力求与每一个人交谈时都既不伤人又令人愉悦。

§2.1.10

ὁ δʼ ἔρως τὰ τʼ ἄλλα ποικιλώτατός ἐστι, καὶ τοῖς σκώμμασιν οἱ μὲν ἄχθονται καὶ ἀγανακτοῦσιν οἱ δὲ χαίρουσι. δεῖ δʼ εἰδέναι τὸν καιρόν· ὡς γὰρ τὸ πῦρ ἐν ἀρχῇ μὲν ἀποσβέννυσι τὸ πνεῦμα διὰ τὴν ἀσθένειαν αὐξηθέντι δὲ τροφὴν παρέχει καὶ ῥώμην, οὕτω φυόμενος ὁ ἔρως ἔτι καὶ λανθάνων δυσκολαίνει καὶ ἀγανακτεῖ πρὸς τοὺς ἀποκαλύπτοντας, ἐκλάμψας δὲ καὶ διαφανεὶς τρέφεται καὶ προσγελᾷ τοῖς σκώμμασι φυσώμενος. ἥδιστα δὲ σκώπτονται, παρόντων τῶν ἐρωμένων, εἰς αὐτὸ τὸ ἐρᾶν εἰς ἄλλο δʼ οὐδέν. ἐὰν δὲ καὶ γυναικῶν ἐρῶντες ἰδίων τύχωσιν ἢ νεανίσκων φιλοκάλων ἔρωτα γενναῖον, παντάπασι γάνυνται καὶ καλλωπίζονται τῷ σκώπτεσθαι πρὸς αὐτούς. διὸ καὶ Ἀρκεσίλαος, ἐν τῇ σχολῇ τοιαύτης μεταδόσεως αὐτῷ γενομένης3 ὑπό τινος τῶν ἐρωτικῶν δοκεῖ μοι μηδὲν ἅπτεσθαι μηδενός· οὐδὲ σὺ τοίνυν ἔφη τοῦδʼ ἅπτῃ; δείξας τινὰ τῶν καλῶν καὶ ὡραίων παρακαθήμενον.

此外,情爱在各方面都是变化万端的,对于针对情爱的戏谑,有人恼怒愤慨,有人却欣喜接受。必须掌握恰当的时机:因为正如起初风会因火势微弱而将其吹灭,但在火势壮大后却能为之增添燃料与威力,同样,当情爱尚在萌芽隐秘之时,便会对揭露它的人心怀不满和愤恨;但一旦炽烈燃烧而大白于天下,它便在戏谑的吹拂下获得滋养并报以微笑。在心上人面前,恋人们最乐于被戏谑的正是恋爱本身,而非其他任何事。如果他们恰好深爱自己的妻子,或是以高尚的爱倾心于爱好美好的青年,那么在心上人面前受到戏谑时,他们会感到无比欢欣,甚至以此夸耀。因此阿尔克西拉乌斯也是如此,当学园里一位多情的学生向他提出这样一个论题:“在我看来,没有任何事物触碰任何事物”;他便指着身旁坐着的一位俊美韶秀的青年说:“那么,你也未曾触碰他吗?”

语法注3 条
  1. 633bτοῦ μυκτῆρος αὐτοῖς ἐνδεδωκότος

    属格独立结构。动词 ἐνδίδωμι 在音乐术语中指为合唱或演奏“定调”或“给起音”。泰奥弗拉斯托斯借此将对方高耸的鹰钩鼻比作定音的管乐器,戏问既然鼻子已经给出了调门,为何双眼却不应声齐唱。

  2. 633cἀδύνατον λέγεις τοῦτʼ αὐτὸ τὴν σωτηρίαν

    双宾语(双对格)结构。ἀδύνατον 为宾语补足语(谓语对格),与 τοῦτʼ αὐτό 处于同位关系的 τὴν σωτηρίαν 为直接宾语,意为“你所说的这桩‘得救’本身就是不可能的”。直前旁人劝其来到国王的“(双)眼前”,而安提柯是独眼王,因此狄奥克里托斯抓住复数的“双眼”作出了辛辣的双关讽刺。

  3. 634aτοιαύτης μεταδόσεως αὐτῷ γενομένης

    属格独立结构。名词 μετάδοσις 在此处指哲学学园中提出以供讨论的论题或假说,所指即紧随其后的怀疑论命题:“在我看来,没有任何事物触碰任何事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.1.8-2.1.10