- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.1.1-2.1.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者援引色诺芬的著作,探讨了宴席上能令受问者愉悦的提问类型,指出此类问题应当触及受问者易于作答的经验与专业知识,或能给予对方讲述自身成就而不致显得自夸的机会。
δέκα δὲ προβλημάτων εἰς ἕκαστον νενεμημένων βιβλίον,1 ἐν τούτῳ πρῶτόν ἐστιν ὃ τρόπον τινὰ Ξενοφῶν ὁ Σωκρατικὸς ἡμῖν προβέβληκε. τὸν γὰρ Γωβρύαν φησὶ συνδειπνοῦντα τῷ Κύρῳ τὰ τʼ ἄλλα θαυμάζειν τῶν Περσῶν, καὶ ὅτι τοιαῦτα μὲν ἀλλήλους ἐπηρώτων ἃ ἥδιον ἦν ἐρωτηθῆναι ἢ μή, ἔσκωπτον δʼ ἃ σκωφθῆναι κάλλιον ἢ μὴ· εἰ γὰρ ἐπαινοῦντες ἕτεροι πολλάκις λυποῦσι καὶ προσίστανται, πῶς οὐκ ἄξιον ἦν ἄγασθαι τὴν εὐτραπελίαν ἐκείνων καὶ τὴν σύνεσιν, ὧν καὶ τὰ σκώμματα τοῖς σκωπτομένοις ἡδονὴν καὶ χάριν παρεῖχε; δεχόμενος οὖν ἡμᾶς ἐν Πάτραις, ἡδέως ἂν ἔφης πυθέσθαι τὰ τοιαῦτα ἐρωτήματα ποίου γένους εἴη καί τίς αὐτῶν τύπος· οὐ γάρ τι μικρόν ἔφης τῆς ὁμιλητικῆς μόριον ἡ περὶ τὰς ἐρωτήσεις καὶ τὰς παιδιὰς τοῦ ἐμμελοῦς ἐπιστήμη καὶ τήρησις.
在每卷分得十个问题的体例中,本卷的第一问乃是在某种意义上由苏格拉底派的色诺芬为我们提出的。因为他说,戈布里亚斯在与居鲁士共进晚餐时,除了赞赏波斯人的其他方面外,尤为称道的是:他们彼此所问的问题,都是被问到比起不被问到更令人愉悦的;所开的玩笑,都是被开玩笑比起不被开玩笑更属光彩的。因为,若是有的人即便在赞美他人时也常常令人不快、使人生厌,那么,那些连开玩笑都能给被取笑者带来愉悦与善意之人的机智与敏达,岂不理当令人钦佩?因此,当你在帕特雷招待我们时,你曾说很想了解这类提问究竟属于哪一种类型,其模式又是什么: “因为,”你说,“在提问和戏谑中掌握并恪守适度之节,绝非交际艺术中无足轻重的部分。”
μέγα μὲν οὖν ἔφην ἐγώ, ἀλλʼ ὅρα καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος. εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τινὶ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι δύνανται· ταῦτα δʼ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. ὁἱ γὰρ ἀγνοοῦσιν, ἢ μὴ λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν. ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καὶ περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ περιτταὶ δʼ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γιγνώσκουσιν μηδʼ ἀκηκόασιν; οἷον ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ διαλεγόμενος "ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν" ἡδέως διατίθεται· καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γιγνώσκοντες ἀγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσι. διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἥδιον ἐρωτῶνται, καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. καθόλου δʼ ὅσα μηδενὸς ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφʼ ἑαυτῶν εἰώθαμεν, ἥδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες; ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι.2 καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ νοσήματος· οἱ δὲ κομψότεροι ταῦτʼ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων· οἷον ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος "εἴπʼ ἄγε μʼ, ὦ πολύαινʼ Ὀδυσεῦ ʽ φησἴ, μέγα κῦδος Ἀχαιῶν, ὅππως τούσδʼ ἵππους λάβετον." ἄχθονται γὰρ τοῖς αὑτοὺς ἐπαινοῦσι καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις τῶν παρόντων καὶ οἷον βιαζόμενοι λέγωσι.3 ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν εἰ μέγα τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. ὅθεν ἥκιστα περὶ τούτων οἱ φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσι, χώραν τῇ διηγήσει μὴ διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. καὶ ταῦτʼ οὖν ἐρωτῶντες χαρίζεσθαι τοῖς ἀποκρινομένοις,4 ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν.
“确实是极其重要的部分,”我说道,“但你看,色诺芬自己在苏格拉底的酒会和波斯人的宴席中都已经展示了这一类型。然而,如果认为我们也该试作一番论述,那么首先在我看来,人们乐于被问及他们能轻易作答之事,而这些正是他们拥有经验之事。因为对于他们所不知的事,如果不说,他们便会难受,犹如被索要了他们无法给予之物;而如果凭着意见和不可靠的推测勉强作答,他们就会陷入慌乱并承担风险。倘若作答不仅轻松,而且非同寻常,回答者便会更加惬意;所谓非同寻常的作答,就是那些通晓大众不知亦未闻之事物的人的作答,诸如天文学或辩证法之类,只要他们在这些领域确实具备造诣。因为不仅是如欧里庇得斯所说,每个人 ‘在自己恰处于最强之处’ 不仅行事度日是惬意的,而且在此处交谈也是如此;人们对于那些询问自己所知、且自己不愿其被忽视和埋没之事的人,总是心生欢喜。正因如此,对于殖民地异域与陌生海洋、异邦风俗与法令,那些游历和航海之人更乐于被问及,并且极愿讲述并描摹各处海湾与地形,认为这是为自己的辛劳换来的一种报偿与安慰。大体而言,凡是无人询问而我们习惯于自发叙述和表达的一切,在被询问时都会感到格外快意,因为我们似乎以此取悦了那些本会觉得被打扰、而我们又极难克制不去打扰的人。这种毛病在航海之人身上尤为多见;但更风雅之人则希望被问及他们想说却又羞于开口、顾及在场者情面之事,例如他们自己所成就和办成的大事。涅斯托尔洞悉奥德修斯的荣誉心,因而说得很得体: ‘快对我说吧,备受赞誉的奥德修斯,阿开奥斯人的伟大荣耀, 你们二人是如何夺得这几匹骏马的。’ 因为人们对于自我赞美、罗列自身幸运之人总感厌烦,除非有在场的其他人提出要求,他们宛如受迫才说出来。因此,如果他们恰好完成过某种伟大显赫的事业,便极乐意被问及出使与施政之事。正因如此,嫉妒与心怀恶意之人最不愿询问这些,即便他人提出此类问题,他们也会从中作梗、岔开话题,不给叙述留出余地,亦不愿拱手提供能让言说者光彩照人的谈资。因此,询问那些受问者察觉到其仇敌与宿怨者不愿听到的事情,便是给予受问者极大的善意。
- 1δέκα δὲ προβλημάτων εἰς ἕκαστον νενεμημένων βιβλίον
由名词 προβλημάτων 与完成时被动分词 νενεμημένων 构成的独立属格结构,用作承前启后、交代全书章节体例的开篇过渡分句。
- 630cὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι
不定式 ἀποσχέσθαι 依附于成语 ἔργον ἐστί(“做……是困难的/费力的”)。关系代词 ὧν 指向前文代词 τούτοις 所暗指的在场宾客,分词 ἐνοχλουμένων 与 ὧν 保持属格一致,含有让步意味(“即便他们感到受打扰,也很难克制不去烦扰他们的人”)。
- 630dἂν μὴ κελεύσῃ ἄλλος τις τῶν παρόντων καὶ οἷον βιαζόμενοι λέγωσι
在条件从句内部发生了语法主语的转换:从配合单数主语 ἄλλος τις 的单数动词 κελεύσῃ,转向以自夸者(τοῖς αὑτοὺς ἐπαινοῦσι)为逻辑主语的复数动词 λέγωσι。
- 630eκαὶ ταῦτʼ οὖν ἐρωτῶντες χαρίζεσθαι τοῖς ἀποκρινομένοις
不定式 χαρίζεσθαι 需结合上下文补充表示看法或显现的主动词(如 δοκοῦμεν 或 φαίνονται),或视为一种省略主干动词的总结性陈述,用以点明结论:通过询问此类问题,便能令回答者感到愉悦。
