← 普鲁塔克

食桌谈话录

§2.0.1

宴饮谈话的二重分类与成书体例

普鲁塔克向索西乌斯·塞内基奥说明,宴会的准备既有必需品亦有助兴之物,酒宴上的谈话同样包含实用与纯思辨两类,并解释了本书的题材编排与随想录式的成书过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.1

τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίαν ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δʼ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένης,1 ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐκ Καλλίου Φίλιππος2 οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δʼ οὐ πάνυ ποθοῦσιν οὐδʼ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσιν οἱ μέτριοι, τοὺς δʼ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας. ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτα· τοῦ δευτέρου περὶ τοῦ τοὺς ἐρῶντας ποιητικοὺς εἶναι καὶ περὶ τῆς Αἰαντίδος φυλῆς. καλῶ δῆτα καὶ τὰ συμποτικά· τὰ δʼ ἕτερα κοινῶς συμποσιακά. σποράδην δʼ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλʼ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγιγνώσκοντας, εἴ σοὶ προσφωνοῦντές τινα τῶν προρρηθέντων ὑπὸ σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσι, πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησι.3

索西乌斯·塞内基奥啊,在为宴席和酒会所作的准备中,有些占据着必不可少的地位,例如酒、粮食、熟食,当然还有卧榻与餐桌;但有些则是为了愉悦而产生的附属之物,并无实际需要将它们召集而来,例如音乐表演、观赏节目,以及像是卡利亚斯府上的腓力那样的弄臣。这些若在场,人们便感到快乐;若不在场,人们也并不十分渴求,亦不抱怨聚会因此有所欠缺。同样地,在言论之中,有节制之人接受其中某些出于酒会实用需要的言论,而接纳另一些言论,则是因其含有令人信服的沉思,并且比起笛声与竖琴更合乎彼时彼刻的氛围。我们的第一卷亦包含了这两类的混合例证:属于前一类的,有关于在饮酒时谈论哲学,关于主人是应当亲自排定座次还是将卧榻安排听凭食客自便,以及诸如此类的话题;属于后一类的,则有关于相爱之人富有诗才,以及关于埃阿斯部落的话题。因此,我将前者称为‘饮宴论题’,将后者通称为‘酒席论题’。这些内容是随记而下,并非分门别类,而是依各事涌上记忆的顺序录出。读者们亦不必奇怪,我们虽将此书呈献于你,却辑录了某些曾由你亲口讲出的见解;因为即使学习并不等同于回忆,但回忆常常也能将人带入与学习相同的境地。

语法注3 条
  1. 629cχρείας μὴ συναγομένης

    属格独立结构。动词 συνάγω 在此处意为“(需求等)被集合、被招致”,与否定词 μή 连用,表伴随状况或让步,意为“并无实用需求驱使”或“非因必要性之迫使”。

  2. 629cἐκ Καλλίου Φίλιππος

    介词短语 ἐκ Καλλίου 置于专有名词 Φίλιππος 之前作定语,意为“出自卡利亚斯之家的腓力”。这是对色诺芬《会饮篇》中不请自来出入卡利亚斯府邸的著名弄臣腓力的典故引用。

  3. 629dκαὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσι, πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησι

    从句 καὶ γὰρ ἂν ... μὴ ποιῶσι 为让步从句(ἂν 相当于 ἐάν),接虚拟式现在时 ποιῶσι,意为“即使学习并不构成回忆”。主句中冠词加不定式 τὸ ἀναμιμνήσκεσθαι 作主语,动词 καθίστησι 支配介词短语 εἰς ταὐτό 及与格 τῷ μανθάνειν,整体结构为“回忆往往使人达到与学习相同的结果”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.0.1