- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:2.1.3-2.1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论者指出在宴席上应当询问他人的成就、兴趣以及老人乐于讲述之事,随后探讨了戏谑易伤人的危险以及掌握适度分寸的艰难。
καὶ μὴν ὃ γʼ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ "σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω." καὶ πρὸς τὸν χορὸν ὁ Οἰδίπους "δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν." ὁ δʼ Εὐριπίδης τοὐναντίον "ὡς ἡδὺ μεμνῆσθαι πόνων" οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ φέρουσι. τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις· ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ἢ ταφὰς παίδων ἤ τινας κατὰ γῆν οὐκ εὐτυχεῖς ἢ κατὰ θάλατταν ἐμπορίας. τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος1 ἢ προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως ἢ τῶν ἄλλων περιπεσόντων χειμῶσιν ἢ λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις, καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν μαθήμασιν ἢ συνηγορίαις ἢ φιλίαις βασιλέων. ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἣδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν αὐτοὶ δʼ ἀφʼ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας. ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. ὁ δʼ εὐσεβὴς καὶ φιλοθύτης διηγηματικὸς ὀνείρων, καὶ ὅσα χρησάμενος ἢ φήμαις ἢ ἱεροῖς ἢ θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο. τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν ἡ διήγησις ᾖ προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους. "ὦ Νέστορ Νηληιάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες, πῶς ἔθανʼ Ἀτρείδης; ποῦ Μενέλαος ἔην; ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ;" πολλὰ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προσιέμενος, οὐχ, ὥσπερ ἔνιοι, συστέλλοντες εἰς τἀναγκαῖον αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον. ὅλως δʼ οἱ θέλοντες εὐφραίνειν μᾶλλον ἢ λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλʼ ἔπαινος, οὐδὲ μῖσος ἢ νέμεσις ἀλλʼ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις.
正如奥德修斯对阿尔喀诺俄斯所说: “然而你的心意却转向询问我那令人哀叹的苦难, 好让我更加悲痛地号泣呻吟,”又如俄狄浦斯对歌队所说: “异乡人啊,唤醒早已平息的祸事是可怕的。” 欧里庇得斯反过来说: “忆念往昔劳苦是何等甜蜜!” ——但这并不是针对那些仍在漂泊并承受灾祸之人而言的。因此,关于灾祸的提问必须审慎避开;因为人们在讲述自己所受的定罪、子女的葬礼,或陆上与海上的不顺商事时,总是感到痛苦。反之,关于他们如何在讲坛上大显身手、如何受到国王的称呼致意,或者当其他人遭遇风暴或海盗时他们自己如何脱离险境,他们往往极乐意被问及;而且由于在某种意义上借着话语重温其事,他们对讲述与回忆乐此不疲。人们也欣然被问及朋友的发迹,以及子女在学业、法庭辩护或与君王交好方面的进境。至于被揭露和败落的仇敌与宿怨者的耻辱、损失与定罪,他们若被问及便更乐意、更积极地予以宣扬,但由于防备落得幸灾乐祸的名声,他们自己主动开口时往往心存顾忌。此外,向好猎之人询问猎犬,向热爱竞技者询问体操竞赛,向多情之人询问美貌,也更为惬意。虔敬且乐于献祭之人长于讲述梦境,对于凭借神谕、祭品或诸神的眷顾而成就之事,他也乐于被问及。对于老人,即便叙述内容与自己毫无干系,提问者无论如何都能取悦他们,并调动他们渴望言说的心情: “涅琉斯之子涅斯托尔啊,请如实告诉我, 阿特柔斯之子是如何死去的? 墨涅拉俄斯身在何处? 难道他不在阿开奥斯的阿尔戈斯吗?” ——这样同时提出许多问题,接纳诸多引发谈话的机会,而不像某些人那样将回答压缩并驱赶至仅限必要的部分,从而剥夺了老年交谈中最惬意的滋味。总括而言,凡愿使人愉悦而非痛苦之人,所提出的问题应当在回答时引来听者的赞赏而非责难,引来善意与感激而非憎恶或愤慨。有关提问之事便如上述。
σκώμματος δὲ τῷ μὴ δυναμένῳ μετʼ εὐλαβείας καὶ τέχνης κατὰ καιρὸν ἅπτεσθαι παντάπασιν ἀφεκτέον2 ὥσπερ γὰρ οἱ ἐν ὀλισθηρῷ τόπῳ, κἂν θίγωσιν ἐκ παραδρομῆς μόνον, ἀνατρέπουσιν, οὕτως ἐν οἴνῳ πρὸς πᾶσαν ἀφορμὴν λόγου μὴ κατὰ σχῆμα γιγνομένην ἐπισφαλῶς ἔχομεν. τοῖς δὲ σκώμμασιν ἔστιν ὅτε μᾶλλον ἢ ταῖς λοιδορίαις ἐκκινούμεθα, τὸ μὲν ὑπʼ ὀργῆς πολλάκις ἀβουλήτως ὁρῶντες γιγνόμενον, τὸ δʼ ὡς οὐκ ἀναγκαῖον ἀλλʼ ἔργον ὕβρεως καὶ κακοηθείας προβαλλόμενοι· καὶ καθόλου διαλέγεσθαι τοῖς νοις μᾶλλον ἢ τοῖς φλυαροῦσι χαλεπαίνομεν δῆλον γὰρ ὅτι δόλος τῷ σχήματι προσέσται τῷ κατὰ τὸ σκῶμμα, λοιδόρημα δὲ εἶναι καὶ πεποιημένον ἐκ παρασκευῆς. ὁ γὰρ εἰπὼν ταριχοπώλην αὐτόθεν ἐλοιδόρησεν, ὁ δὲ φήσας, μεμνήμεθά σε τῷ βραχίονι ἀπομυττόμενον ἔσκωψε. καὶ Κικέρων πρὸς Ὀκταούιον, ἐκ Λιβύης εἶναι δοκοῦντα λέγοντος δʼ αὐτοῦ φάσκοντα μὴ ἀκούειν, καὶ μὴν τετρυπημένον ἔφη ἔχεις τὸ οὖς. καὶ Μελάνθιος ὑπὸ τοῦ κωμῳδιοποιοῦ καταγελώμενος ἔφη οὐκ ὀφειλόμενόν μοι ἀποδίδως ἔρανον μᾶλλον οὖν τὰ σκώμματα δάκνει, καθάπερ τὰ παρηγκιστρωμένα βέλη πλείονα χρόνον ἐμμένοντα, καὶ λυπεῖ τοὺς σκωφθέντας ἡ τέρψις τῇ κομψότητι καὶ ἡδύνει τοὺς παρόντας· ἡδόμενοι γὰρ ἐπὶ τῷ λεγομένῳ, πιστεύειν δοκοῦσι καὶ συνδιασύρειν τῷ λέγοντι. ὀνειδισμὸς γάρ ἐστι τῆς ἁμαρτίας παρεσχηματισμένος τὸ σκῶμμα κατὰ τὸν Θεόφραστον· ὅθεν ἐξ αὑτοῦ τῇ ὑπονοίᾳ προστίθησιν ὁ ἀκούσας τὸ ἐλλεῖπον ὡς εἰδὼς καὶ πιστεύων. ὁ γὰρ γελάσας καὶ ἡσθείς, τοῦ Θεοκρίτου πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δʼ αὐτὸν εἰ ἐπὶ δεῖπνον βαδίζει φήσαντος βαδίζειν ἐκεῖ μέντοι καθεύδειν, βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστι.3 διὸ καὶ προσαναπίμπλησι τοὺς παρόντας ὁ σκώπτων παρὰ μέλος κακοηθείας, ὡς ἐφηδομένους καὶ συνυβρίζοντας. ἓν δὲ τῇ καλῇ Λακεδαίμονι τῶν μαθημάτων ἐδόκει, τὸ σκώπτειν ἀλύπως καὶ σκωπτόμενον φέρειν· εἰ δέ τις ἀπείποι σκωπτόμενος, εὐθὺς ὁ σκώπτων ἐπέπαυτο. πῶς οὖν οὐ χαλεπὸν εὑρεῖν σκῶμμα τῷ σκωπτομένῳ κεχαρισμένον, ὅπου καὶ τὸ μὴ λυποῦν τοῦ σκώμματος οὐ τῆς τυχούσης ἐμπειρίας καὶ δεξιότητός ἐστιν;
至于戏谑,凡不能在适当时机以谨慎和技巧驾驭它的人,必须完全戒绝。因为正如在湿滑之地的人们哪怕仅在擦身而过时碰触一下也会使人摔倒,同样在酒席中,面对每一个未能合乎规矩而引发的话题,我们都处境堪忧。有时我们被玩笑激怒甚于被辱骂激怒,因为我们看出后者往往是出于愤怒而并非深思熟虑所致,而前者则被我们视为非属必要、而是傲慢与恶意的产物。大体而言,与那些旁敲侧击之人交谈,比起与胡言乱语之人交谈更令我们愤慨;因为显而易见,玩笑所采取的形式中蕴含着诡计,且是一种经过蓄意预备而作成的辱骂。因为直言对方是“腌鱼贩子”的人乃是当面辱骂,而说“我们还记得你用胳膊擦鼻涕”的人则是开玩笑。西塞罗面对被认为来自利比亚,又在他讲话时声称听不见的奥克塔维乌斯,说道:“然而你的耳朵是打了孔的。”梅兰提俄斯遭到喜剧诗人嘲弄时说道:“你是在归还我不该收取的摊派捐款。”因此,戏谑如同长久留在体内的倒钩箭矢,刺痛得更深;其机智之妙所带来的愉悦不仅令受讥讽者痛苦,亦取悦了在场之人;因为他们对所言感到欢喜,便显得相信其言并附和说话者一同嘲弄。因为按照泰奥弗拉斯托斯的说法,戏谑乃是对过错经过伪装的责难;听者凭着猜想,根据自己的理解补充未言明之处,仿佛知晓且深信不疑。因为当被怀疑为小偷之人询问泰奥克里托斯是否去赴宴,泰奥克里托斯回答说是去赴宴、但要睡在那里时,凡是发笑并感到欢悦的人,就等于坐实了这句毁谤。因此,不合分寸地开玩笑之人,使在场者也沾染了恶意,仿佛他们也幸灾乐祸并一同施加侮辱。在美好的拉刻代蒙,不伤人地开玩笑以及承受玩笑被视为教养课程之一;如果受玩笑者表示放弃承受,开玩笑者便立即停止。既然如此,寻得一种令受玩笑者欣悦的玩笑岂能不难?要知道,在玩笑中做到不令人痛苦,本就非寻常的经验与熟巧所能及。
- 3τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος
由中性定冠词 τὸ 引导的间接疑问从句 πῶς εὐημέρησαν...(以及后接并列成分)充当话题化的名词性短语,在句法上充当后续被动语态动词 ἐρωτῶνται 的内宾格或关系宾格。
- 631cσκώμματος δὲ τῷ μὴ δυναμένῳ μετʼ εὐλαβείας καὶ τέχνης κατὰ καιρὸν ἅπτεσθαι παντάπασιν ἀφεκτέον
由动形容词 ἀφεκτέον [ἐστί] 构成的无人称句。与格 τῷ μὴ δυναμένῳ 表示动作的发出者(施事与格),属格 σκώμματος 则由 ἀφεκτέον(以及 ἅπτεσθαι)所要求的离格/对象属格支配。
- 631eὁ γὰρ γελάσας καὶ ἡσθείς, τοῦ Θεοκρίτου πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δʼ αὐτὸν εἰ ἐπὶ δεῖπνον βαδίζει φήσαντος βαδίζειν ἐκεῖ μέντοι καθεύδειν, βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστι.
主句主语是由冠词引导的分词短语 ὁ γελάσας καὶ ἡσθείς,谓语为 βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστι(“类似于证实谗言者”)。其间插入了属格独立结构 τοῦ Θεοκρίτου ... φήσαντος,其中又嵌套了修饰对象的介词分词短语 πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δʼ αὐτόν。
