- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.10.1-1.10.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在萨拉皮翁的庆捷宴上,众人就埃安提斯部族的歌队从不被判为最末一名这一特权的原因展开辩论;在历数该部族于马拉松与普拉提亚等役的辉煌战功后,普鲁塔克提出这是为了抚慰其始祖英雄埃阿斯暴烈好胜的性格而设。
ἐν δὲ τοῖς Σαραπίωνος ἐπινικίοις, ὅτε τῇ Λεοντίδι φυλῇ τὸν χορὸν διατάξας ἐνίκησεν, ἑστιωμένοις ἡμῖν ἅτε δὴ καὶ φυλέταις οὖσι δημοποιήτοις,1 οἰκεῖοι λόγοι τῆς ἐν χειρὶ φιλοτιμίας παρῆσαν . ἔσχε γὰρ ὁ ἀγὼν ἐντονωτάτην ἅμιλλαν, ἀγωνοθετοῦντος ἐνδόξως καὶ μεγαλοπρεπῶς Φιλοπάππου τοῦ βασιλέως ταῖς φυλαῖς ὁμοῦ πάσαις χορηγοῦντος.2 ἐτύγχανε δὲ συνεστιώμενος ἡμῖν καὶ τῶν παλαιῶν τὰ μὲν λέγων τὰ δʼ ἀκούων διὰ φιλανθρωπίαν οὐχ ἧττον ἢ φιλομάθειαν.
在萨拉皮翁的庆捷宴上——当时他为莱昂提斯部族整编歌队并赢得了胜利——我们亦在此赴宴,盖因我们也是获得公权而入籍该部族的族民,席间便展开了切合当前竞胜热忱的谈论。盖因这场竞赛引发了极激烈的角逐,菲洛帕普斯王以光辉而宏丽的方式主持赛会,同时为所有部族充任歌队资助人。他当时恰好同我们一道赴宴,出于仁爱亦不逊于求知之念,就古代之事或作讲述,或作倾听。
Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ γέρας ὑπῆρχε τὸ μὴ κρίνεσθαι τὸν αὐτῆς χορὸν ἔσχατον· εἰ μὲν οὖν ἔφη πρὸς ἀπόδειξιν ἱστορίας ὁ ἀνα εἰ δὲ τοῦτὸ γʼ οὐ νοθεύει, προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις εἰπόντος δὲ τοῦ ἑταίρου Μίλωνος ἂν οὖν ψεῦδος ᾖ τὸ λεγόμενον; οὐδέν ἔφη δεινόν ὁ Φιλόπαππος εἰ ταὐτὸ πεισόμεθα Δημοκρίτῳ τῷ σοφῷ διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται, τὴν αἰτίαν ἔφη δεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής· κατάκεισο δή τὸ γύναιον εἶπε μειδιῶν, ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον· ὁ δʼ ὥσπερ ἀχθεσθεὶς ἀπέκναισας εἶπε καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῷ λόγῳ καὶ ζητήσω τὴν αἰτίαν, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῷ σικύῳ τῆς γλυκύτητος.3 οὐκοῦν μηδʼ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέρειαν ἀποδράσεως ποιησώμεθα πρόφασιν ἐγγυμνάσασθαι γάρ, εἰ μηδὲν ἄλλο χρήσιμον, ὁ λόγος παρέξει.
文法学者马尔库斯提出了类似这样的一个问题。他说基齐库斯的涅安忒斯在《诸城纪胜》中说道,埃安提斯部族享有一项特权,即其歌队绝不被评判为末名。“那么,”他说道,“倘若此人不足以作为史学明证,我们姑且不论;但若此事并非伪托,便让我们把探究其原因作为共同的议题摆在众人面前。”当友人米隆说道:“倘若所言之事纯系子虚乌有,又当如何?”菲洛帕普斯说道: “即便我们因嗜学而遭遇与智者德谟克利特同样的处境,亦无丝毫可怕之处。盖因据说他在吃黄瓜时,觉得其汁液甜如蜂蜜,便询问侍奉的女仆是从何处买来的。当女仆说出某处园子时,他便起身命她带路前去指认该地。女仆大为诧异,探问他究竟意欲何为,他说道:‘我必须找出这甜味的原因,而只要亲临其地巡察便能找出。’ ‘那么请您安坐吧,’女仆微笑着说道,‘因为我一时糊涂,把黄瓜放进了一个装过蜂蜜的罐子里。’他却仿佛颇感恼怒地说道:‘你可真败人兴致!即便如此,我亦绝不会放弃探讨,仍要探求其原因,权当这甜味是黄瓜本身所固有且天然生成的一样。’ 因此,我们亦切莫以涅安忒斯在某些事上的轻率作为逃避探讨的托词;盖因即便别无他用,这一论题亦能为我们提供锻炼心智的机会。”
πάντες οὖν ὁμαλῶς ἐρρύησαν πρὸς τὸ τὴν φυλὴν ἐγκωμιάζειν, εἴ τι καλὸν πρὸς δόξαν αὐτῇ ὑπῆρχεν ἀναλεγόμενοι. καὶ γὰρ ὁ Μαραθὼν εἰς μέσον εἵλκετο, δῆμος ὢν ἐκείνης τῆς φυλῆς· καὶ τοὺς περὶ Ἁρμόδιον Αἰαντίδας ἀπέφαινον, Ἀφιδναίους γε δὴ τῶν δήμων γεγονότας. Γλαυκίας δʼ ὁ ῥήτωρ καὶ τὸ δεξιὸν κέρας Αἰαντίδαις τῆς ἐν Μαραθῶνι παρατάξεως ἀποδοθῆναι, ταῖς Αἰσχύλου εἰς τὴν μεθορίαν ἐλεγείαις πιστούμενος, ἠγωνισμένου τὴν μάχην ἐκείνην ἐπιφανῶς· ἔτι δὲ καὶ Καλλίμαχον ἀπεδείκνυε τὸν πολέμαρχον ἐξ ἐκείνης ὄντα τῆς φυλῆς, ὃς αὑτόν τε παρέσχεν ἄριστον ἄνδρα καὶ τῆς μάχης μετά γε Μιλτιάδην αἰτιώτατος κατέστη, σύμψηφος ἐκείνῳ γενόμενος. ἐγὼ δὲ τῷ Γλαυκίᾳ προσετίθην, ὅτι καὶ τὸ ψήφισμα, καθʼ ὃ τοὺς Ἀθηναίους ἐξήγαγε, τῆς Αἰαντίδος φυλῆς πρυτανευούσης γραφείη, καὶ ὅτι περὶ τὴν ἐν Πλαταιαῖς μάχην εὐδοκιμήσειεν ἡ φυλὴ μάλιστα· διὸ καὶ ταῖς Σφραγίτισι Νύμφαις τὴν ἐπινίκιον καὶ πυθόχρηστον ἀπῆγον Αἰαντίδαι θυσίαν εἰς Κιθαιρῶνα, τῆς πόλεως τὸ ἱερεῖον καὶ τἄλλα παρεχούσης αὐτοῖς. ἀλλʼ ὁρᾷς ἔφην ὅτι πολλὰ καὶ ταῖς ἄλλαις φυλαῖς ὑπάρχει, καὶ πρώτην γε τὴν ἐμὴν ἴστε δὴ τὴν Λεοντίδα μηδεμιᾷ δόξης ὑφιεμένην. σκοπεῖτε δὲ δή, μὴ πιθανώτερον λέγεται τὸ παραμύθιον τοῦ ἐπωνύμου τῆς φυλῆς καὶ παραίτησιν εἶναι τὸ γιγνόμενον·4 οὐ γὰρ εὔκολος ἐνεγκεῖν ἧτταν ὁ Τελαμώνιος, ἀλλʼ οἷος ἀφειδεῖν πάντων ὑπʼ ὀργῆς καὶ φιλονεικίας· ἵνʼ οὖν μὴ χαλεπὸς μηδʼ ἀπαραμύθητος, ἔδοξε τῆς ἥττης ἀφελεῖν τὸ δυσχερέστατον, εἰς τὴν ἐσχάτην χώραν μηδέποτε τὴν φυλὴν αὐτοῦ καταβαλόντας.
于是众人一概争相颂扬该部族,尽数搜集凡能为其增光的崇高事迹。马拉松亦被引出谈及,盖因它是该部族的一个村社;他们又指出哈尔摩狄奥斯一派皆属埃安提斯部族,因其出自阿菲德奈村社。修辞学家格劳基亚斯更援引埃斯库罗斯关于边界的挽歌诗——他曾在那场战役中表现卓越——证实马拉松战阵中的右翼被授予了埃安提斯部族;此外他还指出,战时最高统帅卡利马库斯亦出自该部族,此人不仅展现出至高勇毅,而且通过与米尔提亚德斯投出相同赞成票,成为促成该战役仅次于后者的首要功臣。我则在格劳基亚斯的话后补充道,米尔提亚德斯据以率领雅典人出征的决议,亦是在埃安提斯部族担任主席团时起草的;且在普拉提亚战役中,该部族亦赢得了最高声誉,因此埃安提斯部族人前往客泰隆山,向斯弗拉吉提斯宁芙仙女奉献了德尔斐神谕所吩咐的得胜祭品,全城则为他们提供祭牲及其他一应开销。 “但你看到,”我说道,“其他部族亦享有诸多殊荣,且首先你们深知我所在的莱昂提斯部族在声誉上绝不屈居任何部族之下。因此请诸位考量,将这一成规解释为对该部族同名始祖英雄的抚慰与求免,是否更为合情合理?盖因忒拉蒙之子埃阿斯绝非易于忍受失败之人,反而是出于狂怒与争胜便会弃绝一切之辈;是以为了避免他暴烈发作而无法宽慰,人们决定除去失败中最难堪的耻辱,绝不将他的部族抛入最末之位。”
- 628aἅτε δὴ καὶ φυλέταις οὖσι δημοποιήτοις
小词 ἅτε δή 后接与格复数分词 οὖσι,用以修饰主句中的与格 ἑστιωμένοις ἡμῖν(“对正在赴宴的我们”),表达客观原因。形容词 δημοποίητος 指通过法令获得公民权并编入部族的“入籍公民”。
- 628bἀγωνοθετοῦντος ἐνδόξως καὶ μεγαλοπρεπῶς Φιλοπάππου τοῦ βασιλέως ταῖς φυλαῖς ὁμοῦ πάσαις χορηγοῦντος
此处由两个属格独立分词短语(ἀγωνοθετοῦντος ... Φιλοπάππου τοῦ βασιλέως 与 χορηγοῦντος)并列构成,说明前文赛事竞争之所以格外激烈的原因,突出了菲洛帕普斯王既担任全赛事的总监(ἀγωνοθέτης),又破格同时担任所有部族歌队资助人(χορηγός)的豪举。
- 628dὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῷ σικύῳ τῆς γλυκύτητος
连词 ὡς ἄν 与属格独立结构(οὔσης ... τῆς γλυκύτητος)结合,表达一种假设性的主观前提(“就好像甘甜是黄瓜生来固有的属性一样”),体现了德谟克利特明知实情却依然坚持进行理论求索的态度。
- 629aσκοπεῖτε δὲ δή, μὴ πιθανώτερον λέγεται τὸ παραμύθιον τοῦ ἐπωνύμου τῆς φυλῆς καὶ παραίτησιν εἶναι τὸ γιγνόμενον
命令式动词 σκοπεῖτε 后由 μὴ 引出的从句表达委婉的提议或审视(“请考量是否……更为合情合理”)。在 λέγεται 所辖的复合结构中,不定式 εἶναι 的宾格主语为 τὸ γιγνόμενον(“所发生之事/这一规矩”),παραμύθιον 和 παραίτησιν 为其表语名词,修饰语为属格 τοῦ ἐπωνύμου τῆς φυλῆς。
