- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.9.1-1.9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在梅斯特里乌斯·弗洛鲁斯家中的宴席上,塞翁、塞米斯托克利与普鲁塔克探讨了克律西波斯未解释奇异现象的原因,以及荷马为何描写瑙西卡阿在河中而非海水中洗衣,并援引亚里士多德的自然学说与诗歌证据展开辩论。
Θέων ὁ γραμματικός, ἑστιωμένων ἡμῶν παρὰ Μεστρίῳ Φλώρῳ, πρὸς Θεμιστοκλέα τὸν Στωικὸν διηπόρησε, τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι καὶ τὸ τῶν ἐρίων τοὺς πόκους ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι καὶ τὸ νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας· οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. ὁ δὲ Θεμιστοκλῆς εἰπὼν, ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προύθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ παρὰ τὸ εἰκός, ἐπιστρέφων1 σοὶ δʼ ἔφη βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου τῶν ἰδίων,2 ἀλλʼ εἰπὲ διʼ ἣν αἰτίαν Ὅμηρος ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι.
当我们受邀在梅斯特里乌斯·弗洛鲁斯家中赴宴时,文法学者塞翁向斯多亚学派的塞米斯托克利发难,询问克律西波斯为何在多处提及违背常理而奇特的现象时——诸如咸肉若浸于盐水中会变得更甘甜;羊毛卷对强行撕扯者的顺应,反不如对平缓拆解者;禁食者比起预先进食者吃得更迟缓——却未对其中任何一项给出解释。塞米斯托克利回答说,克律西波斯提出这些纯粹是作为示例,因为我们极易且毫无理性地被似真之理所俘获,反过来又对违背常理之事心存怀疑;随后他转向对方说道: “可是,我最优秀的友人,你为何要为这些事费心困惑呢?倘若你如今在我们当中热衷于探求与考察原因,切莫离你自家的行当如此遥远,倒不如说说荷马究竟出于何种缘故,描写瑙西卡阿在河中而非近在咫尺的大海里洗衣物,尽管海水理应更温热、更清澈且更具去污力。”
καὶ ὁ Θέων ἀλλὰ τοῦτὸ γʼ εἶπε τῶν γεωδῶν Ἀριστοτέλης πάλαι διαλέλυκεν, ὃ προβέβληκας ἡμῖν. καὶ γὰρ τῇ θαλάττῃ τὸ τραχὺ καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον· ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένους ἐξαναφέρει καὶ στέγει τὰ βάρη, τοῦ γλυκέος ἐνδιδόντος διὰ κουφότητα καὶ ἀσθένειαν ἔστι γὰρ ἄμικτον καὶ καθαρόν· ὅθεν ἐνδύεται διὰ λεπτότητα καὶ διεξιὸν τοῦ θαλαττίου μᾶλλον ἐκτήκει τὰς κηλῖδας. ἢ οὐ δοκεῖ σοι τοῦτο πιθανῶς λέγειν Ἀριστοτέλης;
塞翁说道: “可是,你向我们提出的这道题,亚里士多德早就化解了关于土性成分的疑难。盖因粗粝与土性的成分散布于大海之中,混杂其间便造成了咸性;大海也因此更能托起游泳者并承载重量,而淡水因其轻盈与微弱而退让,盖因其未掺杂且纯净。故而淡水因其微细而渗入,穿透而过,比起海水能更有效地融化污垢。难道你不认为亚里士多德这番话说得颇有说服力吗?”
πιθανῶς ἔφην ἐγὼ οὐ μὴν ἀληθῶς· ὁρῶ γὰρ ὅτι καὶ τέφρᾳ καὶ λίθοις, κἂν μὴ παρῇ δὲ ταῦτα, κονιορτῷ πολλάκις παχύνουσι τὸ ὕδωρ, ὡς μᾶλλον τῶν γεωδῶν τῇ παχύτητι καταπλύνειν δυναμένων τὸν ῥύπον, αὐτοῦ δὲ τοῦ ὕδατος διὰ λεπτότητα καὶ ἀσθένειαν οὐχ ὁμοίως τοῦτο δρῶντος. τὸ μὲν οὖν παχυμερὲς τῆς θαλάττης οὐ πετουτόποτε πρὸς τήν κα δὲ τὴν δριμύτητα·3 καὶ γὰρ αὕτη τοὺς πόρους ἀναστομοῦσα καὶ ἀνοίγουσα κατασύρει τὸν ῥύπον. ἐπεὶ δὲ πᾶν τὸ λιπαρὸν δυσέκπλυτὸν ἐστι καὶ κηλῖδα ποιεῖ, λιπαρὰ δʼ ἡ θάλασσα, τοῦτʼ ἂν αἴτιον εἴη μάλιστα τοῦ μὴ καλῶς πλύνειν. ὅτι δʼ ἐστὶ λιπαρά, καὶ αὐτὸς εἴρηκεν Ἀριστοτέλης· οἵ τε γὰρ ἅλες λίπος ἔχουσι καὶ τοὺς λύχνους βέλτιον παρέχουσι καομένους· αὐτή θʼ ἡ θάλαττα προσραινομένη ταῖς φλοξὶ συνεκλάμπει, καὶ κάεται μάλιστα τῶν ὑδάτων τὸ θαλάττιον· ὡς δʼ ἐγᾦμαι, διὰ τοῦτο καὶ θερμότατόν ἐστιν. οὐ μὴν ἀλλὰ καὶ κατʼ ἄλλον τρόπον ἐπεὶ τῆς πλύσεως τέλος ἡ ψῦξίς ἐστι καὶ μάλιστα φαίνεται καθαρὸν τὸ μάλιστα ξηρὸν γιγνόμενον· δεῖ δὴ τὸ πλῦνον ὑγρὸν τῷ ῥύπῳ ταχέως συνεξελθεῖν, ὥσπερ τῷ νοσήματι τὸν ἐλλέβορον. τὸ μὲν οὖν γλυκὺ ῥᾳδίως ὁ ἥλιος ἐξάγει διὰ κουφότητα, τὸ δʼ ἁλμυρὸν ἐνισχόμενον τοῖς πόροις διὰ τραχύτητα δυσξήραντόν ἐστι.
“有说服力,”我说道,“但未必真实。因为我看到人们往往用草木灰和石块——若无此物便用尘土——来使水变浓稠,认为带有土性的成分凭借其浓稠更能洗净污物,而水本身由于微细和微弱却无法同样做到。因此,海水的粗稠部分并不会阻碍去污,其辛辣之性亦复如是;盖因这辛辣之性撑开并开启孔隙,将污垢冲刷带走。然而,既然一切油腻之物皆难以洗除且容易产生污斑,而大海又是油腻的,这便极可能是无法洗净的首要原因。至于大海是油腻的,亚里士多德本人亦曾提及:盐分含有油脂并能使灯盏燃烧得更好;海水自身若泼洒在火焰上亦会同生光焰,在诸水之中以海水最易燃烧;而且依我之见,它亦正因此而最为温热。不仅如此,从另一途径亦可说明:既然洗涤的目的在于干燥,变得最干燥者显现为最洁净,那么洗涤的液体便理应同污垢一并迅速排出,犹如藜芦同病症一并排出一般。淡水因其轻盈而极易被太阳析出,而咸水因其粗粝被阻滞于孔隙之中,极难干燥。”
καὶ ὁ Θέων ὑπολαβών οὐδέν ἔφη λέγεις· Ἀριστοτέλης γὰρ ἐν ταὐτῷ βιβλίῳ φησὶ τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκέσι χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσι. λέγει γάρ εἶπον· ἀλλʼ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ σμερδαλέος ὀφθῆναι, κεκακωμένος ἅλμῃ, καὶ πρὸς τὰς θεραπαινίδας φησὶν "ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἂν ἐγὼ αὐτὸς ἅλμην ὤμοιιν ἀπολούσομαι." καταβὰς δʼ εἰς τὸν ποταμὸν "ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον," ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος.4 ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσι, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας ἡ θερμότης διεφόρησε· τὸ δʼ ἁλμυρὸν αὐτὸ καὶ τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸ ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν.
塞翁插话道: “你说的全无道理;因为亚里士多德在同一部著作中说道,在海中沐浴者若立于烈日下,比起用淡水者干得更为迅速。” “他确实如此说,”我说道,“但我本以为你会更信赖持相反说法的荷马。因为奥德修斯在遭遇海难之后遇见瑙西卡阿时, ‘因盐水之损, 面目可怖’, 他对侍女们说道: ‘侍女们,且退立远处,容我自己 自双肩洗去盐水。’ 而他步入河中, ‘自头顶抹去盐结之屑’, 诗人极其神妙地洞察了实际发生的情状。盖因人们自海中出来立于烈日下时,热力消散了湿气中最微细而轻盈的部分,而遗留下来的咸涩与粗粝之物自身则凝结成盐霜附着并留存于躯体之上,直至人们用可饮之淡水将其冲洗净尽。”
- 627aἐπιστρέφων
用作不及物或反身意义,意为“转向(对方)”,标志着从一般的解释转向直接面对塞翁发问。
- 627aμὴ μακρὰν οὕτως ἀποσκήνου τῶν ἰδίων
隐喻性短语,字面意思是“切莫在离你自己领地如此遥远之处扎营”,告诫他不要脱离自己的本行(文法与文学研究)而涉足自然哲学的领域。属格 τῶν ἰδίων 为分离属格。
- 627bτὸ μὲν οὖν παχυμερὲς τῆς θαλάττης οὐ πετουτόποτε πρὸς τήν κα δὲ τὴν δριμύτητα
此处手抄本流传存在严重讹误。根据上下文,说话者(普鲁塔克)正在反驳塞翁关于“海水的粗稠阻碍去污”的论点,主张油脂(λιπαρόν)才是真正原因;因此该残损处在句意上理解为“海水的粗稠部分并不妨碍去污,其辛辣之性亦复如是”。
- 627eὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος
带有完成时分词 συνεωρακότος 的属格独立结构(“诗人极其神妙地洞察了实际发生的情状”),以此句作为理由,说明为何荷马的描写符合对自然现象的敏锐观察因而值得信赖。
