← 普鲁塔克

食桌谈话录

§1.8.1-1.8.4

老人阅读时将文字移远的生理原因

关于老人阅读时将书卷移远的现象(这与前文的论调看似矛盾),众人分别从视锥合流说、影像粗细脱落说以及眼光与外光协调互融的柏拉图视觉学说等角度探讨其成因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.1

ταῦτα δʼ ἡμῶν εἰς τὸ προκείμενον εὑρησιλογούντων, ἐδόκει τὸ τῆς ὄψεως ἀντιπίπτειν.1 οἱ γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἀναγιγνώσκουσιν, ἐγγύθεν δʼ οὐ δύνανται· καὶ τοῦτο παραδηλῶν ὁ Αἰσχύλος φησὶν "οὐδὲ ἀπὸ αὐτόν· οὐ γὰρ ἐγγύθεν " ἐνδηλότερον δὲ Σοφοκλῆς ταὐτὸ περὶ τῶν γερόντων· "βαρεῖα μὲν γὰρ ἐν λόγοισι προσβολὴ μόλις διʼ ὠτὸς ἔρχεται τρυπωμένου, πόρρω δὲ λεύσσων, ἐγγύθεν δὲ πᾶς τυφλός." εἴπερ οὖν πρὸς τὴν ἐπίτασιν καὶ σφοδρότητα μᾶλλον ὑπακούει τὰ τῶν γερόντων αἰσθητήρια, πῶς ἐν τῷ ἀναγιγνώσκειν τὸν ἐγγύθεν ἀντιφωτισμὸν οὐ φέρουσιν, ἀλλὰ παράγοντες ἀπωτέρω τὸ βιβλίον ιο ἐκλύουσι τὴν λαμπρότητα τῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην;2

当我们就手头的主题进行这番推理时,视力方面的现象似乎构成了相反的反驳。盖因年长者阅读时是将字卷移离双眼至远处,而在近处则无法阅读;埃斯库罗斯暗示此事时说道: “既不离开他自身;盖因非从近处……” 而索福克勒斯论及老人时则更为明晰地表达了同样的意思: “盖因话语中沉重的撞击, 勉强穿过凿通的耳朵, 远眺者,于近处众人皆盲。” 那么,倘若老人的感觉器官对于紧绷与强烈更加容易感应,他们为何在阅读时无法承受来自近处的反光,反而将书本挪向更远处,借由空气来削弱其明亮,犹如酒被水稀释那般呢?

§1.8.2

ἦσαν μὲν οὖν οἳ πρὸς τοῦτʼ ἔλεγον, ὡς ἀπάγουσι τῶν ὄψεων τὸ βιβλίον, οὐ μαλακώτερον τὸ φῶς ποιοῦντες, ἀλλʼ οἷον ἐπιδραττόμενοι καὶ περιλαμβάνοντες αὐγὴν πλείονα καὶ πληροῦντες ἀέρος λαμπροῦ τὴν μεταξὺ τῶν ὀμμάτων καὶ τῶν γραμμάτων χώραν. ἕτεροι δὲ τοῖς συμβάλλουσι τὰς αὐγὰς μετεῖχον ἐπεὶ γὰρ ἀποτείνεται τῶν ὀφθαλμῶν ἑκατέρου κῶνος, πρὸς τῷ ὄμματι τὴν κορυφὴν ἔχων, ἕδραν δὲ καὶ βάσιν ἣ περιλαμβάνει τὸ ὁρώμενον, ἄχρι μέν τινος εἰκός ἐστιν ἰδίᾳ τῶν κώνων ἑκάτερον φέρεσθαι· γενόμενοι δʼ ἀπωτέρω καὶ συμπεσόντες ἀλλήλοις ἓν τὸ φῶς ποιοῦσι· διὸ καὶ τῶν ὁρωμένων ἕκαστον ἓν οὐ δύο φαίνεται, καίπερ ἀμφοτέροις ἅμα τοῖς ὄμμασι καταφαινόμενον· αἰτία γὰρ ἡ τῶν κώνων σύναψις εἰς ταὐτὸ καὶ σύλλαμψις ἐκ δυεῖν μίαν ὄψιν ἀπειργασμένη. τούτων δʼ οὕτως ἐχόντων, οἱ μὲν ἐγγὺς προσάγοντες τὰ γράμματα πρεσβῦται, μηδέπω τῶν αὐγῶν συγκεχυμένων, ἀλλʼ ἑκατέρᾳ χωρὶς ἐπιθιγγάνοντες ἀσθενέστερον ἐπιλαμβάνονται· οἱ δʼ ἀπωτέρω προθέμενοι, μεμιγμένου τοῦ φωτὸς ἤδη καὶ πολλοῦ γεγονότος, μᾶλλον ἐξακριβοῦσιν ὥσπερ οἱ ταῖς δυσὶν ὁμοῦ χερσὶ κατέχοντες, ὃ τῇ ἑτέρᾳ μὴ δύνανται.

于是有人对此解释道,他们将书本移离视线并非为了使光线变得柔和,而是宛如为了捕捉并包纳更多的光芒,用明亮的空气填满双眼与文字之间的空间。另一些人则赞同那些主张光线汇合之说的人:盖因既然从两眼各有一圆锥体延伸而出,其顶点在眼部,而包容所见之物的底座为基底,那么在一定距离之内,两个圆锥各自独立运行是合乎情理的;然而当其行至更远处并相互汇合,便合为一体之光。因此所见之物虽同时向双眼呈现,每一个呈现出来的却是一而非二;盖因其缘由在于圆锥在同一处结合并汇照,从两者中造就了单一的视觉。既然情势如此,将字卷移近的老人,因光芒尚未交融,用每一道光线分别触及,便感知得更为微弱;而置于更远处者,因光线已然交混且变得充沛,便辨析得更加精确,犹如人们用双手合抱单手无法持拿之物一般。

§1.8.3

Λαμπρίας δʼ ὁ ἀδελφὸς τὴν Ἱερωνύμου οὐκ ἀνέγνωκεν εὐφυΐαν ἐμπεσὼν, ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσι πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ· διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν ἀνενεχθέντων δʼ εἰς τὸν ἀέρα καὶ λαβόντων διαστήματα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθʼ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθέων ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν· ἂν δʼ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδʼ ἄκρατον ὀδώδασιν. αἴτιον δʼ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένην· ἂν δʼ ἄπωθεν, τὰ μὲν θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δʼ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦ ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.

而我的兄弟兰普里亚斯偶合于耶罗尼穆斯的精妙见解(尽管他并未读过其著作),指出我们借由从可见之物投射于视觉的形象而视物,这些形象初时脱离物体时庞大且带有粗糙微粒;因此,从近处便会扰乱视力迟缓而硬化的老人。但当它们被送入空气中并拉开距离时,带有土性的部分破碎脱落,而精微的部分接近视线,无痛且平稳地契合于视孔,因而受扰较少者能更好地感知。实际上,花香从远处袭来时也更为芬芳;但若过于靠近,闻起来便不那么纯净亦非纯正。其原因在于许多带有土性与混浊之物伴随气味一同散发,破坏了从近处所接纳的芬芳;但若从远处,混浊与带有土性的成分流失脱落,其纯粹而温热的部分因其精细而为感官所保留。

§1.8.4

ἡμεῖς δὲ τὴν Πλατωνικὴν φυλάττοντες ἀρχὴν ἐλέγομεν ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπίπτον ἀνακίρναται τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθʼ ἓν ἐξ ἀμφοῖν σῶμα διʼ ὅλου συμπαθὲς γενέσθαι. κεράννυται δʼ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ καὶ ποσότητος· οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλʼ ἀπʼ ἀμφοῖν ἔς τι μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων3 μίαν δύναμιν ἀποτελεσθῆναι. ὄντος οὖν τοῦ τῶν παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτʼ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς,4 οὐ γίγνεται κρᾶσις πρὸς αὐτὸ τῷ ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισις, ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδʼ ἄκρατον ἀλλʼ ὁμοιοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. ὃ δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν ἡ γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπʼ ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι· πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴν διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν.

而我们坚守柏拉图式的原理说道:从双眼射出的如光之灵气与物体周围的光相混合并凝聚,从而由二者生成完全同感相通的单一形体。而两者依照相称与数量之比例相互融合;盖因不应有一方被另一方压倒而消亡,而应自两者借由和谐与共通汇聚于中道,以成就单一之机能。因此,既然年老者的目力——无论应称自瞳孔散发者为流注、如光之灵气还是光芒——虚弱而无力,除非他们将字卷移离双眼极远以削弱光线过度的炫目,使之不以充沛或未调和之态,而是以同感且相称之态迎合视觉,否则不会与外在之光产生调和或混合,反而产生摧折与混乱。这确实也是夜行性动物所罹状态的原因;盖因它们的视觉虚弱,被白昼之光所吞没和压制,无法以微弱短浅之本源与充沛强劲者相调和;然而对于暗淡精微之光(如星光),它便能射出充足而相称的光芒,从而使感觉相通并协力运作。

语法注4 条
  1. 625dἐδόκει τὸ τῆς ὄψεως ἀντιπίπτειν

    主语为带中性定冠词的名词化短语 τὸ τῆς ὄψεως(“关于视觉之事/现象”)。动词 ἀντιπίπτειν 表示与前文关于老人喜好强烈刺激的推论发生冲突或构成反证。

  2. 625eτῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην

    现在时被动态分词 κατακεραννυμένην 与前面的阴性宾格名词 τὴν λαμπρότητα(明亮)在性、数、格上一致,意为“(明亮)被空气所稀释减弱,犹如酒被水稀释一般”,其中插入了紧凑的比喻句 καθάπερ οἶνον ὕδατι。

  3. 626cἀπʼ ἀμφοῖν ἔς τι μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων

    中性复数不定过去时被动态分词 συναχθέντων 与受介词 ἀπʼ 支配的双数属格 ἀμφοῖν 一致(指代前述 θάτερον ... θατέρου,即目力与外光),表示“自借由和谐与共通而汇聚于某种中间状态的两者”。

  4. 626cὄντος οὖν τοῦ τῶν παρηλίκων ... ἀσθενοῦς καὶ ἀδρανοῦς

    由 ὄντος ... ἀσθενοῦς καὶ ἀδρανοῦς 构成的属格独立结构骨架。主语为带定冠词的中性单数属格 τοῦ τῶν παρηλίκων(年老者的目力/射线),其间插入了长括号分句(εἴτε ῥεῦμα ... εἴτʼ αὐγήν),造成主谓语成分的大跨度离隔(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.8.1-1.8.4